Index

ΙΛΙΑΔΟΣ Α


1 μῆνιν ἄειδε θεὰ Πηληϊάδε‿ω Ἀχιλῆος
    2 οὐλομένην ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε
      3 πολλὰς δ᾽ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
        πολλὰς δ᾽ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
          α´β´
          4 ἡρώων αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
            5 οἰωνοῖσί τε πᾶσι Διὸς δ᾽ἐτελείετο βουλή
              6 ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
                7 Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς
                  8 τίς τ᾽ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι
                    9 Λητοῦς καὶ Διὸς υἱός ὃ γὰρ βασιλῆϊ χολωθεὶς
                      10 νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν ὀλέκοντο δὲ λαοί
                        11 οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
                          12 Ἀτρεΐδης ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
                            13 λυσόμενός τε θύγατρα φέρων τ᾽ἀπερείσι᾽ ἄποινα
                              14 στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
                                15 χρυσέ‿ῳ ἀνὰ σκήπτρῳ καὶ λίσσετο πάντας Ἀχαιούς
                                  16 Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν
                                    17 Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί
                                      18 ὑμῖν μὲν θε‿οὶ δοῖεν Ὀλύμπια δώματ᾽ ἔχοντες
                                        19 ἐκπέρσαι Πριάμοιο πόλιν εὖ δ᾽οἴκαδ᾽ ἱκέσθαι
                                          20 παῖδα δ᾽ἐμοὶ λύσαιτε φίλην τὰ δ᾽ἄποινα δέχεσθαι
                                            21 ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα
                                              22 ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
                                                23 αἰδεῖσθαί θ᾽ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα
                                                  24 ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ
                                                    25 ἀλλὰ κακῶς ἀφίει κρατερὸν δ᾽ἐπὶ μῦθον ἔτελλε
                                                      26 μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
                                                        27 ἢ νῦν δηθύνοντ᾽ ἢ ὕστερον αὖτις ἰόντα
                                                          28 μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο
                                                            29 τὴν δ᾽ἐγὼ οὐ λύσω πρίν μιν καὶ γῆρας ἔπεισιν
                                                              30 ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης
                                                                31 ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν
                                                                  32 ἀλλ᾽ ἴθι μή μ᾽ἐρέθιζε σαώτερος ὥς κε νέηαι
                                                                    33 ὣς ἔφατ᾽ ἔδϝεισεν δ᾽ὃ γέρων καὶ ἐπείθετο μύθῳ
                                                                      34 βῆ δ᾽ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
                                                                        35 πολλὰ δ᾽ἔπειτ᾽ ἀπάνευθε κιὼν ἠρᾶθ᾽ ὁ γεραιὸς
                                                                          36 Ἀπόλλωνι ἄνακτι τὸν ἠΰκομος τέκε Λητώ
                                                                            37 κλῦθί μευ ἀργυρότοξ᾽ ὃς Χρύσην ἀμφιβέβηκας
                                                                              38 Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις
                                                                                39 Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ᾽ ἐπὶ νηὸν ἔρεψα
                                                                                  40 ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾽ ἔκηα
                                                                                    41 ταύρων ἠδ᾽ αἰγῶν τὸ δέ μοι κρήηνον ἐέλδωρ
                                                                                      42 τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν
                                                                                        43 ὣς ἔφατ᾽ εὐχόμενος τοῦ δ᾽ἔκλυε Φοῖβος Ἀπόλλων
                                                                                          44 βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων χωόμενος κῆρ
                                                                                            45 τόξ᾽ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην
                                                                                              46 ἔκλαγξαν δ᾽ἄρ᾽ ὀϊστοὶ ἐπ᾽ ὤμων χωομένοιο
                                                                                                47 αὐτοῦ κινηθέντος ὃ δ᾽ἤϊε νυκτὶ ἐοικώς
                                                                                                  48 ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε νεῶν μετὰ δ᾽ἰὸν ἕηκε
                                                                                                    49 δεινὴ δὲ κλαγγὴ γένετ᾽ ἀργυρέοιο βιοῖο
                                                                                                      50 οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς
                                                                                                        51 αὐτὰρ ἔπειτ᾽ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
                                                                                                          52 βάλλ᾽ αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί
                                                                                                            53 ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο
                                                                                                              54 τῇ δεκάτῃ δ᾽ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς
                                                                                                                55 τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη
                                                                                                                  56 κήδετο γὰρ Δαναῶν ὅτι ῥα θνήσκοντας ὁρᾶτο
                                                                                                                    57 οἳ δ᾽ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο
                                                                                                                      58 τοῖσι δ᾽ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                        59 Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
                                                                                                                          60 ἂψ ἀπονοστήσειν εἴ κεν θάνατόν γε φύγοιμεν
                                                                                                                            61 εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς
                                                                                                                              62 ἀλλ᾽ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
                                                                                                                                63 ἢ καὶ ὀνειροπόλον καὶ γάρ τ᾽ὄναρ ἐκ Διός ἐστιν
                                                                                                                                  64 ὅς κ᾽εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων
                                                                                                                                    65 εἴτ᾽ ἄρ᾽ ὅ γ᾽εὐχωλῆς ἐπιμέμφεται ἠδ᾽ ἑκατόμβης
                                                                                                                                      66 αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
                                                                                                                                        67 βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι
                                                                                                                                          68 ἤτοι ὅ γ᾽ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο τοῖσι δ᾽ἀνέστη
                                                                                                                                            69 Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ᾽ ἄριστος
                                                                                                                                              70 ὃς ᾔδη τά τ᾽ἐόντα τά τ᾽ἐσσόμενα πρό τ᾽ἐόντα
                                                                                                                                                71 καὶ νήεσσ᾽ ἡγήσατ᾽ Ἀχαιῶν Ἴλιον εἴσω
                                                                                                                                                  72 ἣν διὰ μαντοσύνην τήν οἱ πόρε Φοῖβος Ἀπόλλων
                                                                                                                                                    73 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν
                                                                                                                                                      74 ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι
                                                                                                                                                        75 μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος
                                                                                                                                                          76 τοὶ γὰρ ἐγὼν ἐρέω σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
                                                                                                                                                            77 ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν
                                                                                                                                                              78 ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν ὃς μέγα πάντων
                                                                                                                                                                79 Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί
                                                                                                                                                                  80 κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ
                                                                                                                                                                    81 εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ
                                                                                                                                                                      82 ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον ὄφρα τελέσσῃ
                                                                                                                                                                        83 ἐν στήθεσσιν ἑοῖσι σὺ δὲ φράσαι εἴ με σαώσεις
                                                                                                                                                                          84 τὸν δ᾽ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                            85 θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα
                                                                                                                                                                              86 οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον ᾧ τε σὺ Κάλχαν
                                                                                                                                                                                87 εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις
                                                                                                                                                                                  88 οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
                                                                                                                                                                                    89 σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει
                                                                                                                                                                                      90 συμπάντων Δαναῶν οὐδ᾽ ἢν Ἀγαμέμνονα εἴπῃς
                                                                                                                                                                                        91 ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι
                                                                                                                                                                                          92 καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων
                                                                                                                                                                                            93 οὔ τ᾽ἄρ ὅ γ᾽εὐχωλῆς ἐπιμέμφεται οὐδ᾽ ἑκατόμβης
                                                                                                                                                                                              94 ἀλλ᾽ ἕνεκ᾽ ἀρητῆρος ὃν ἠτίμησ᾽ Ἀγαμέμνων
                                                                                                                                                                                                95 οὐδ᾽ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ᾽ ἄποινα
                                                                                                                                                                                                  96 τοὔνεκ᾽ ἄρ᾽ ἄλγε᾽ ἔδωκεν ἑκηβόλος ἠδ᾽ ἔτι δώσει
                                                                                                                                                                                                    97 οὐδ᾽ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει
                                                                                                                                                                                                      98 πρίν γ᾽ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
                                                                                                                                                                                                        99 ἀπριάτην ἀνάποινον ἄγειν θ᾽ἱερὴν ἑκατόμβην
                                                                                                                                                                                                          100 ἐς Χρύσην τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν
                                                                                                                                                                                                            101 ἤτοι ὅ γ᾽ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο τοῖσι δ᾽ἀνέστη
                                                                                                                                                                                                              102 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                103 ἀχνύμενος μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
                                                                                                                                                                                                                  104 πίμπλαντ᾽ ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην
                                                                                                                                                                                                                    105 Κάλχαντα πρώτιστα κάκ᾽ ὀσσόμενος προσέειπε
                                                                                                                                                                                                                      106 μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας
                                                                                                                                                                                                                        107 αἰεί τοι τὰ κάκ᾽ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι
                                                                                                                                                                                                                          108 ἐσθλὸν δ᾽οὔτέ τί πω εἶπας ἔπος οὔτ᾽ ἐτέλεσσας
                                                                                                                                                                                                                            109 καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
                                                                                                                                                                                                                              110 ὡς δὴ τοῦδ᾽ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει
                                                                                                                                                                                                                                111 οὕνεκ᾽ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά᾽ ἄποινα
                                                                                                                                                                                                                                  112 οὐκ ἔθελον δέξασθαι ἐπεὶ πολὺ βούλομαι αὐτὴν
                                                                                                                                                                                                                                    113 οἴκοι ἔχειν καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
                                                                                                                                                                                                                                      114 κουριδίης ἀλόχου ἐπεὶ οὔ ἑθέν ἐστι χερείων
                                                                                                                                                                                                                                        115 οὐ δέμας οὐδὲ φυήν οὔτ᾽ ἂρ φρένας οὔτέ τι ἔργα
                                                                                                                                                                                                                                          116 ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ᾽ἄμεινον
                                                                                                                                                                                                                                            117 βούλομ᾽ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι
                                                                                                                                                                                                                                              118 αὐτὰρ ἐμοὶ γέρας αὐτίχ᾽ ἑτοιμάσατ᾽ ὄφρα μὴ οἶος
                                                                                                                                                                                                                                                119 Ἀργείων ἀγέραστος ἔω ἐπεὶ οὐδὲ ἔοικε
                                                                                                                                                                                                                                                  120 λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ
                                                                                                                                                                                                                                                    121 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                      122 Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων
                                                                                                                                                                                                                                                        123 πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί
                                                                                                                                                                                                                                                          124 οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά
                                                                                                                                                                                                                                                            οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά
                                                                                                                                                                                                                                                              οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά
                                                                                                                                                                                                                                                                οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά
                                                                                                                                                                                                                                                                  α´β´γ´δ´
                                                                                                                                                                                                                                                                  125 ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν τὰ δέδασται
                                                                                                                                                                                                                                                                    126 λαοὺς δ᾽οὐκ ἐπέοικε παλίλλογα ταῦτ᾽ ἐπαγείρειν
                                                                                                                                                                                                                                                                      127 ἀλλὰ σὺ μὲν νῦν τήνδε θε‿ῷ πρόες αὐτὰρ Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                        128 τριπλῇ τετραπλῇ τ᾽ἀποτείσομεν αἴ κέ ποθι Ζεὺς
                                                                                                                                                                                                                                                                          129 δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι
                                                                                                                                                                                                                                                                            130 τὸν δ᾽ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                              131 μὴ δ᾽οὕτως ἀγαθός περ ἐὼν θεοείκελ᾽ Ἀχιλλεῦ
                                                                                                                                                                                                                                                                                132 κλέπτε νόῳ ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις
                                                                                                                                                                                                                                                                                  133 ἦ ἐθέλεις ὄφρ᾽ αὐτὸς ἔχῃς γέρας αὐτὰρ ἔμ᾽ αὔτως
                                                                                                                                                                                                                                                                                    134 ἧσθαι δευόμενον κέλεαι δέ με τήνδ᾽ ἀποδοῦναι
                                                                                                                                                                                                                                                                                      135 ἀλλ᾽ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                        136 ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται
                                                                                                                                                                                                                                                                                          137 εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
                                                                                                                                                                                                                                                                                            138 ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος
                                                                                                                                                                                                                                                                                              139 ἄξω ἑλών ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι
                                                                                                                                                                                                                                                                                                140 ἀλλ᾽ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις
                                                                                                                                                                                                                                                                                                  141 νῦν δ᾽ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
                                                                                                                                                                                                                                                                                                    142 ἐν δ᾽ἐρέτας ἐπιτηδὲς ἀγείρομεν ἐς δ᾽ἑκατόμβην
                                                                                                                                                                                                                                                                                                      143 θείομεν ἂν δ᾽αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                        θείομεν ἂν δ᾽αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                          144 βήσομεν εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω
                                                                                                                                                                                                                                                                                                            145 ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                              146 ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                147 ὄφρ᾽ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας
                                                                                                                                                                                                                                                                                                                  148 τὸν δ᾽ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                    149 ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον
                                                                                                                                                                                                                                                                                                                      150 πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                        151 ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                          152 οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ᾽ ἤλυθον αἰχμητάων
                                                                                                                                                                                                                                                                                                                            153 δεῦρο μαχησόμενος ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν
                                                                                                                                                                                                                                                                                                                              154 οὐ γὰρ πώποτ᾽ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους
                                                                                                                                                                                                                                                                                                                                155 οὐδέ ποτ᾽ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
                                                                                                                                                                                                                                                                                                                                  156 καρπὸν ἐδηλήσαντ᾽ ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ
                                                                                                                                                                                                                                                                                                                                    157 οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα
                                                                                                                                                                                                                                                                                                                                      158 ἀλλὰ σοὶ ὦ μέγ᾽ ἀναιδὲς ἅμ᾽ ἑσπόμεθ᾽ ὄφρα σὺ χαίρῃς
                                                                                                                                                                                                                                                                                                                                        159 τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
                                                                                                                                                                                                                                                                                                                                          160 πρὸς Τρώων τῶν οὔ τι μετατρέπῃ οὐδ᾽ ἀλεγίζεις
                                                                                                                                                                                                                                                                                                                                            161 καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς
                                                                                                                                                                                                                                                                                                                                              162 ᾧ ἔπι πολλὰ μόγησα δόσαν δέ μοι υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                163 οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ᾽ Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                  164 Τρώων ἐκπέρσωσ᾽ εὖ ναιόμενον πτολίεθρον
                                                                                                                                                                                                                                                                                                                                                    165 ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                      166 χεῖρες ἐμαὶ διέπουσ᾽ ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται
                                                                                                                                                                                                                                                                                                                                                        167 σοὶ τὸ γέρας πολὺ μεῖζον ἐγὼ δ᾽ὀλίγον τε φίλον τε
                                                                                                                                                                                                                                                                                                                                                          168 ἔρχομ᾽ ἔχων ἐπὶ νῆας ἐπεί κε κάμω πολεμίζων
                                                                                                                                                                                                                                                                                                                                                            169 νῦν δ᾽εἶμι Φθίην δ᾽ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
                                                                                                                                                                                                                                                                                                                                                              170 οἴκαδ᾽ ἴμεν σὺν νηυσὶ κορωνίσιν οὐδέ σ᾽ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                171 ἐνθάδ᾽ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν
                                                                                                                                                                                                                                                                                                                                                                  172 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                    173 φεῦγε μάλ᾽ εἴ τοι θυμὸς ἐπέσσυται οὐδέ σ᾽ἔγωγε
                                                                                                                                                                                                                                                                                                                                                                      174 λίσσομαι εἵνεκ᾽ ἐμεῖο μένειν πάρ᾽ ἔμοιγε καὶ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                        175 οἵ κέ με τιμήσουσι μάλιστα δὲ μητίετα Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                          176 ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων
                                                                                                                                                                                                                                                                                                                                                                            177 αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε
                                                                                                                                                                                                                                                                                                                                                                              178 εἰ μάλα καρτερός ἐσσι θεός που σοὶ τό γ᾽ἔδωκεν
                                                                                                                                                                                                                                                                                                                                                                                179 οἴκαδ᾽ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
                                                                                                                                                                                                                                                                                                                                                                                  180 Μυρμιδόνεσσιν ἄνασσε σέθεν δ᾽ἐγὼ οὐκ ἀλεγίζω
                                                                                                                                                                                                                                                                                                                                                                                    181 οὐδ᾽ ὄθομαι κοτέοντος ἀπειλήσω δέ τοι ὧδε
                                                                                                                                                                                                                                                                                                                                                                                      182 ὡς ἔμ᾽ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                        ὡς ἔμ᾽ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                          183 τὴν μὲν ἐγὼ σὺν νηΐ τ᾽ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
                                                                                                                                                                                                                                                                                                                                                                                            184 πέμψω ἐγὼ δέ κ᾽ἄγω Βρισηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                              πέμψω ἐγὼ δέ κ᾽ἄγω Βρισηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                185 αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ᾽ ἐῢ εἰδῇς
                                                                                                                                                                                                                                                                                                                                                                                                  186 ὅσσον φέρτερός εἰμι σέθεν στυγέῃ δὲ καὶ ἄλλος
                                                                                                                                                                                                                                                                                                                                                                                                    187 ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην
                                                                                                                                                                                                                                                                                                                                                                                                      188 ὣς φάτο Πηλεΐωνι δ᾽ἄχος γένετ᾽ ἐν δέ οἱ ἦτορ
                                                                                                                                                                                                                                                                                                                                                                                                        189 στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                          190 ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                            191 τοὺς μὲν ἀναστήσειεν ὃ δ᾽Ἀτρεΐδην ἐναρίζοι
                                                                                                                                                                                                                                                                                                                                                                                                              192 ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                  193 ἧος ὃ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                    194 ἕλκετο δ᾽ἐκ κολεοῖο μέγα ξίφος ἦλθε δ᾽Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                      195 οὐρανόθεν πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                        196 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                          197 στῆ δ᾽ὄπιθεν ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                            198 οἴῳ φαινομένη τῶν δ᾽ἄλλων οὔ τις ὁρᾶτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                              199 θάμβησεν δ᾽Ἀχιλεύς μετὰ δ᾽ἐτράπετ᾽ αὐτίκα δ᾽ἔγνω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                200 Παλλάδ᾽ Ἀθηναίην δεινὼ δέ οἱ ὄσσε φάανθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  201 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    202 τίπτ᾽ αὖτ᾽ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      203 ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        204 ἀλλ᾽ ἔκ τοι ἐρέω τὸ δὲ καὶ τελέεσθαι ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          205 ᾗς ὑπεροπλίῃσι τάχ᾽ ἄν ποτε θυμὸν ὀλέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            206 τὸν δ᾽αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              207 ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος αἴ κε πίθηαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                208 οὐρανόθεν πρὸ δέ μ᾽ἧκε θεὰ λευκώλενος Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  209 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    210 ἀλλ᾽ ἄγε λῆγ᾽ ἔριδος μηδὲ ξίφος ἕλκεο χειρί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      211 ἀλλ᾽ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        212 ὧδε γὰρ ἐξερέω τὸ δὲ καὶ τετελεσμένον ἔσται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          213 καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            214 ὕβριος εἵνεκα τῆσδε σὺ δ᾽ἴσχεο πείθεο δ᾽ἡμῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              215 τὴν δ᾽ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                216 χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  217 καὶ μάλα περ θυμῷ κεχολωμένον ὧς γὰρ ἄμεινον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    218 ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ᾽ἔκλυον αὐτοῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      219 ἦ καὶ ἐπ᾽ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        220 ἂψ δ᾽ἐς κουλεὸν ὦσε μέγα ξίφος οὐδ᾽ ἀπίθησε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          221 μύθῳ Ἀθηναίης ἣ δ᾽Οὔλυμπον δὲ βεβήκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            222 δώματ᾽ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              223 Πηλεΐδης δ᾽ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                224 Ἀτρεΐδην προσέειπε καὶ οὔ πω λῆγε χόλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  225 οἰνοβαρές κυνὸς ὄμματ᾽ ἔχων κραδίην δ᾽ἐλάφοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    226 οὔτέ ποτ᾽ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      227 οὔτε λόχον δ᾽ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        228 τέτληκας θυμῷ τὸ δέ τοι κὴρ εἴδεται εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          229 ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            230 δῶρ᾽ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              231 δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                232 ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  233 ἀλλ᾽ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    234 ναὶ μὰ τόδε σκῆπτρον τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      235 φύσει ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        236 οὐδ᾽ ἀναθηλήσει περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          237 φύλλά τε καὶ φλοιόν νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            238 ἐν παλάμῃς φορέουσι δικασπόλοι οἵ τε θέμιστας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              239 πρὸς Διὸς εἰρύαται ὃ δέ τοι μέγας ἔσσεται ὅρκος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                240 ἦ ποτ᾽ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  241 σύμπαντας τότε δ᾽οὔ τι δυνήσεαι ἀχνύμενός περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    242 χραισμεῖν εὖτ᾽ ἂν πολλοὶ ὑφ᾽ Ἕκτορος ἀνδροφόνοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      243 θνήσκοντες πίπτωσι σὺ δ᾽ἔνδοθι θυμὸν ἀμύξεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        244 χωόμενος ὅ τ᾽ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          245 ὣς φάτο Πηλεΐδης ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            246 χρυσείοις ἥλοισι πεπαρμένον ἕζετο δ᾽αὐτός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              247 Ἀτρεΐδης δ᾽ἑτέρωθεν ἐμήνιε τοῖσι δὲ Νέστωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                248 ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  249 τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    250 τῷ δ᾽ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      251 ἐφθίαθ᾽ οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ᾽ ἐγένοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        252 ἐν Πύλῳ ἠγαθέῃ μετὰ δὲ τριτάτοισιν ἄνασσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          253 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            254 ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              255 ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                256 ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  257 εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    258 οἳ περὶ μὲν βουλὴν Δαναῶν περὶ δ᾽ἐστὲ μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      259 ἀλλὰ πίθεσθ᾽ ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        260 ἤδη γάρ ποτ᾽ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          261 ἀνδράσιν ὡμίλησα καὶ οὔ ποτέ μ᾽οἵ γ᾽ἀθέριζον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            262 οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              263 οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                264 Καινέα τ᾽Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  265 Θησέα τ᾽Αἰγεΐδην ἐπιείκελον ἀθανάτοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    266 κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      267 κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        268 φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          269 καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            270 τηλόθεν ἐξ ἀπίης γαίης καλέσαντο γὰρ αὐτοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              271 καὶ μαχόμην κατ᾽ ἔμ᾽ αὐτὸν ἐγώ κείνοισι δ᾽ἂν οὔ τις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                272 τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  273 καὶ μέν μευ βουλέ‿ων ξύνιεν πείθοντό τε μύθῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    274 ἀλλὰ πίθεσθε καὶ ὔμμες ἐπεὶ πείθεσθαι ἄμεινον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      275 μήτε σὺ τόνδ᾽ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        276 ἀλλ᾽ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          277 μήτε σὺ Πηλείδη‿ἔθελ᾽ ἐριζέμεναι βασιλῆϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            278 ἀντιβίην ἐπεὶ οὔ ποθ᾽ ὁμοίης ἔμμορε τιμῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              279 σκηπτοῦχος βασιλεύς ᾧ τε Ζεὺς κῦδος ἔδωκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                280 εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  281 ἀλλ᾽ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    282 Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος αὐτὰρ ἔγωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      283 λίσσομ᾽ Ἀχιλλῆϊ μεθέμεν χόλον ὃς μέγα πᾶσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        284 ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          285 τὸν δ᾽ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            286 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              287 ἀλλ᾽ ὅδ᾽ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                288 πάντων μὲν κρατέειν ἐθέλει πάντεσσι δ᾽ἀνάσσειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  289 πᾶσι δὲ σημαίνειν ἅ τιν᾽ οὐ πείσεσθαι ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    290 εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      291 τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        292 τὸν δ᾽ἄρ᾽ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          293 ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            294 εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              295 ἄλλοισιν δὴ ταῦτ᾽ ἐπιτέλλεο μὴ γὰρ ἔμοιγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                296 σήμαιν᾽ οὐ γὰρ ἔγωγ᾽ ἔτι σοὶ πείσεσθαι ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  297 ἄλλο δέ τοι ἐρέω σὺ δ᾽ἐνὶ φρεσὶ βάλλεο σῇσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    298 χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      299 οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ ἐπεί μ᾽ἀφέλεσθέ γε δόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        300 τῶν δ᾽ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          301 τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            302 εἰ δ᾽ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              303 αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                304 ὣς τώ γ᾽ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  305 ἀνστήτην λῦσαν δ᾽ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    306 Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      307 ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        308 Ἀτρεΐδης δ᾽ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          309 ἐν δ᾽ἐρέτας ἔκρινεν ἐείκοσιν ἐς δ᾽ἑκατόμβην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            310 βῆσε θεῷ ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              βῆσε θεῷ ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                βῆσε θεῷ ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´γ´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  311 εἷσεν ἄγων ἐν δ᾽ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    312 οἳ μὲν ἔπειτ᾽ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      313 λαοὺς δ᾽Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        314 οἳ δ᾽ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          315 ἕρδον δ᾽Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            316 ταύρων ἠδ᾽ αἰγῶν παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              317 κνίση δ᾽οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                318 ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν οὐδ᾽ Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  319 λῆγ᾽ ἔριδος τὴν πρῶτον ἐπηπείλησ᾽ Ἀχιλῆϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    320 ἀλλ᾽ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      321 τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        322 ἔρχεσθον κλισίην Πηληϊάδε‿ω Ἀχιλῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          323 χειρὸς ἑλόντ᾽ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            χειρὸς ἑλόντ᾽ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              324 εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                325 ἐλθὼν σὺν πλεόνεσσι τό οἱ καὶ ῥίγιον ἔσται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  326 ὣς εἰπὼν προΐει κρατερὸν δ᾽ἐπὶ μῦθον ἔτελλε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    327 τὼ δ᾽ἀέκοντε βάτην παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      328 Μυρμιδόνων δ᾽ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        329 τὸν δ᾽εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          330 ἥμενον οὐδ᾽ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            331 τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              332 στήτην οὐδέ τί μιν προσεφώνεον οὐδ᾽ ἐρέοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                333 αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    334 χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      335 ἆσσον ἴτ᾽ οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ᾽ Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        336 ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          337 ἀλλ᾽ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            338 καί σφωϊν δὸς ἄγειν τὼ δ᾽αὐτὼ μάρτυροι ἔστων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              339 πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                340 καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ᾽αὖτε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  341 χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    342 τοῖς ἄλλοις ἦ γὰρ ὅ γ᾽ὀλοιῇσι φρεσὶ θύει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      343 οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        344 ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          345 ὣς φάτο Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾽ ἑταίρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            346 ἐκ δ᾽ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              ἐκ δ᾽ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                347 δῶκε δ᾽ἄγειν τὼ δ᾽αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  348 ἣ δ᾽ἀέκουσ᾽ ἅμα τοῖσι γυνὴ κίεν αὐτὰρ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    349 δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      350 θῖν᾽ ἔφ᾽ ἁλὸς πολιῆς ὁρόων ἐπ᾽ ἀπείρονα πόντον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        351 πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          352 μῆτερ ἐπεί μ᾽ἔτεκές γε μινυνθάδιόν περ ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            353 τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              354 Ζεὺς ὑψιβρεμέτης νῦν δ᾽οὐδέ με τυτθὸν ἔτισεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                355 ἦ γάρ μ᾽Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  356 ἠτίμησεν ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    357 ὣς φάτο δάκρυ χέων τοῦ δ᾽ἔκλυε πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      358 ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        359 καρπαλίμως δ᾽ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ᾽ ὀμίχλη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          360 καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο δάκρυ χέοντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            361 χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ἔφατ᾽ ἔκ τ᾽ὀνόμαζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              362 τέκνον τί κλαίεις τί δέ σε φρένας ἵκετο πένθος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                363 ἐξαύδα μὴ κεῦθε νόῳ ἵνα εἴδομεν ἄμφω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  364 τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    365 οἶσθα τί ἤ τοι ταῦτα ἰδυίῃ πάντ᾽ ἀγορεύω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      366 ᾠχόμεθ᾽ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        367 τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          368 καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            369 ἐκ δ᾽ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              ἐκ δ᾽ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                370 Χρύσης δ᾽αὖθ᾽ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  371 ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    372 λυσόμενός τε θύγατρα φέρων τ᾽ἀπερείσι᾽ ἄποινα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      373 στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        374 χρυσέ‿ῳ ἀνὰ σκήπτρῳ καὶ λίσσετο πάντας Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          375 Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            376 ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              377 αἰδεῖσθαί θ᾽ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                378 ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  379 ἀλλὰ κακῶς ἀφίει κρατερὸν δ᾽ἐπὶ μῦθον ἔτελλε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    380 χωόμενος δ᾽ὁ γέρων πάλιν ᾤχετο τοῖο δ᾽Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      381 εὐξαμένου ἤκουσεν ἐπεὶ μάλα οἱ φίλος ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        382 ἧκε δ᾽ἐπ᾽ Ἀργείοισι κακὸν βέλος οἳ δέ νυ λαοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          383 θνῇσκον ἐπασσύτεροι τὰ δ᾽ἐπῴχετο κῆλα θεοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            384 πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν ἄμμι δὲ μάντις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              385 εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                386 αὐτίκ᾽ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  387 Ἀτρεΐωνα δ᾽ἔπειτα χόλος λάβεν αἶψα δ᾽ἀναστὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    388 ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      389 τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        390 ἐς Χρύσην πέμπουσιν ἄγουσι δὲ δῶρα ἄνακτι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          391 τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            392 κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              393 ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                394 ἐλθοῦσ᾽ Οὔλυμπον δὲ Δία λίσαι εἴ ποτε δή τι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  395 ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    396 πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      397 εὐχομένης ὅτ᾽ ἔφησθα κελαινεφέϊ Κρονίωνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        398 οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          399 ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            400 Ἥρη τ᾽ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              401 ἀλλὰ σὺ τόν γ᾽ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                402 ὦχ᾽ ἑκατόγχειρον καλέσασ᾽ ἐς μακρὸν Ὄλυμπον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  403 ὃν Βριάρε‿ων καλέουσι θεοί ἄνδρες δέ τε πάντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    404 Αἰγαίων᾽ ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      405 ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        406 τὸν καὶ ὑπέδϝεισαν μάκαρες θεοὶ οὐδ᾽ ἔτ᾽ ἔδησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          407 τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            408 αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              409 τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ᾽ ἅλα ἔλσαι Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                410 κτεινομένους ἵνα πάντες ἐπαύρωνται βασιλῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  411 γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    412 ἣν ἄτην ὅ τ᾽ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      413 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        414 ὤ μοι τέκνον ἐμόν τί νύ σ᾽ἔτρεφον αἰνὰ τεκοῦσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          415 αἴθ᾽ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            416 ἧσθαι ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              417 νῦν δ᾽ἅμα τ᾽ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                418 ἔπλεο τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  419 τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    420 εἶμ᾽ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      421 ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        422 μήνι᾽ Ἀχαιοῖσιν πολέμου δ᾽ἀποπαύεο πάμπαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          423 Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ᾽ ἀμύμονας Αἰθιοπῆας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            424 χθιζὸς ἔβη κατὰ δαῖτα θεοὶ δ᾽ἅμα πάντες ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              425 δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                426 καὶ τότ᾽ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  427 καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    428 ὣς ἄρα φωνήσασ᾽ ἀπεβήσετο τὸν δὲ λίπ᾽ αὐτοῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      429 χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        430 τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων αὐτὰρ Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          431 ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              432 οἳ δ᾽ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                433 ἱστία μὲν στείλαντο θέσαν δ᾽ἐν νηῒ μελαίνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  434 ἱστὸν δ᾽ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    435 καρπαλίμως τὴν δ᾽εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      436 ἐκ δ᾽εὐνὰς ἔβαλον κατὰ δὲ πρυμνήσι᾽ ἔδησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        437 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          438 ἐκ δ᾽ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            439 ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              440 τὴν μὲν ἔπειτ᾽ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                441 πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  442 ὦ Χρύση πρό μ᾽ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    443 παῖδά τε σοὶ ἀγέμεν Φοίβῳ θ᾽ἱερὴν ἑκατόμβην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      444 ῥέξαι ὑπὲρ Δαναῶν ὄφρ᾽ ἱλασόμεσθα ἄνακτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        445 ὃς νῦν Ἀργείοισι πολύστονα κήδε᾽ ἐφῆκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          446 ὣς εἰπὼν ἐν χερσὶ τίθει ὃ δὲ δέξατο χαίρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            447 παῖδα φίλην τοὶ δ᾽ὦκα θεῷ ἱερὴν ἑκατόμβην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              448 ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                449 χερνίψαντο δ᾽ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  450 τοῖσιν δὲ Χρύσης μεγάλ᾽ εὔχετο χεῖρας ἀνασχών
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    451 κλῦθί μευ ἀργυρότοξ᾽ ὃς Χρύσην ἀμφιβέβηκας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      452 Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        453 ἦ μὲν δή ποτ᾽ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          454 τίμησας μὲν ἐμέ μέγα δ᾽ἴψαο λαὸν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            455 ἠδ᾽ ἔτι καὶ νῦν μοι τόδ᾽ ἐπικρήηνον ἐέλδωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              456 ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                457 ὣς ἔφατ᾽ εὐχόμενος τοῦ δ᾽ἔκλυε Φοῖβος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  458 αὐτὰρ ἐπεί ῥ᾽εὔξαντο καὶ οὐλοχύτας προβάλοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    459 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      460 μηρούς τ᾽ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        μηρούς τ᾽ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          461 δίπτυχα ποιήσαντες ἐπ᾽ αὐτῶν δ᾽ὠμοθέτησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            462 καῖε δ᾽ἐπὶ σχίζῃς ὁ γέρων ἐπὶ δ᾽αἴθοπα οἶνον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              463 λεῖβε νέοι δὲ παρ᾽ αὐτὸν ἔχον πεμπώβολα χερσίν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                464 αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  465 μίστυλλόν τ᾽ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    466 ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      467 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        468 δαίνυντ᾽ οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          469 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            470 κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              471 νώμησαν δ᾽ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                472 οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  473 καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    474 μέλποντες ἑκάεργον ὃ δὲ φρένα τέρπετ᾽ ἀκούων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      475 ἦμος δ᾽ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        476 δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          477 ἦμος δ᾽ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            478 καὶ τότ᾽ ἔπειτ᾽ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              479 τοῖσιν δ᾽ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                480 οἳ δ᾽ἱστὸν στήσαντ᾽ ἀνά θ᾽ἱστία λευκὰ πέτασσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  481 ἐν δ᾽ἄνεμος πρῆσεν μέσον ἱστίον ἀμφὶ δὲ κῦμα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    482 στείρῃ πορφύρεον μεγάλ᾽ ἴαχε νηὸς ἰούσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      483 ἣ δ᾽ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        484 αὐτὰρ ἐπεί ῥ᾽ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          485 νῆα μὲν οἵ γε μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            486 ὑψοῦ ἐπὶ ψαμάθοις ὑπὸ δ᾽ἕρματα μακρὰ τάνυσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              487 αὐτοὶ δ᾽ἐσκίδναντο κατὰ κλισίας τε νέας τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                488 αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  489 διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    490 οὔτέ ποτ᾽ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      491 οὔτέ ποτ᾽ ἐς πόλεμον ἀλλὰ φθινύθεσκε φίλον κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        492 αὖθι μένων ποθέεσκε δ᾽ἀϋτήν τε πτόλεμόν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          493 ἀλλ᾽ ὅτε δή ῥ᾽ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            494 καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              495 πάντες ἅμα Ζεὺς δ᾽ἦρχε Θέτις δ᾽οὐ λήθετ᾽ ἐφετμέ‿ων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                496 παιδὸς ἑοῦ ἀλλ᾽ ἥ γ᾽ἀνεδύσετο κῦμα θαλάσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  497 ἠερίη δ᾽ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    498 εὗρεν δ᾽εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      499 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        500 καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο καὶ λάβε γούνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          501 σκαιῇ δεξιτερῇ δ᾽ἄρ᾽ ὑπ᾽ ἀνθερεῶνος ἑλοῦσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            502 λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              503 Ζεῦ πάτερ εἴ ποτε δή σε μετ᾽ ἀθανάτοισιν ὄνησα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                504 ἢ ἔπει ἢ ἔργῳ τόδε μοι κρήηνον ἐέλδωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  505 τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      506 ἔπλετ᾽ ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        507 ἠτίμησεν ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          508 ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            509 τόφρα δ᾽ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ᾽ ἂν Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              510 υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                511 ὣς φάτο τὴν δ᾽οὔ τι προσέφη νεφεληγερέτα Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  512 ἀλλ᾽ ἀκέων δὴν ἧστο Θέτις δ᾽ὡς ἥψατο γούνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    513 ὣς ἔχετ᾽ ἐμπεφυυῖα καὶ εἴρετο δεύτερον αὖτις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      514 νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        515 ἢ ἀπόειπ᾽ ἐπεὶ οὔ τοι ἔπι δέος ὄφρ᾽ ἐῢ εἰδέ‿ω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          516 ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            517 τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              518 ἦ δὴ λοίγια ἔργ᾽ ὅ τέ μ᾽ἐχθοδοπῆσαι ἐφήσεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                519 Ἥρῃ ὅτ᾽ ἄν μ᾽ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  520 ἣ δὲ καὶ αὔτως μ᾽αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    521 νεικεῖ καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      522 ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        523 Ἥρη ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          524 εἰ δ᾽ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            525 τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ᾽ ἀθανάτοισι μέγιστον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              526 τέκμωρ οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾽ ἀπατηλὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                527 οὐδ᾽ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  528 ἦ καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    529 ἀμβρόσιαι δ᾽ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      530 κρατὸς ἀπ᾽ ἀθανάτοιο μέγαν δ᾽ἐλέλιξεν Ὄλυμπον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        531 τώ γ᾽ὣς βουλεύσαντε διέτμαγεν ἣ μὲν ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          532 εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            533 Ζεὺς δὲ ἑὸν πρὸς δῶμα θεοὶ δ᾽ἅμα πάντες ἀνέσταν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              534 ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον οὐδέ τις ἔτλη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                535 μεῖναι ἐπερχόμενον ἀλλ᾽ ἀντίοι ἔσταν ἅπαντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  536 ὣς ὃ μὲν ἔνθα καθέζετ᾽ ἐπὶ θρόνου οὐδέ μιν Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    537 ἠγνοίησεν ἰδοῦσ᾽ ὅτι οἱ συμφράσσατο βουλὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      538 ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        539 αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          540 τίς δ᾽αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            541 αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              542 κρυπτάδια φρονέοντα δικαζέμεν οὐδέ τί πώ μοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                543 πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  544 τὴν δ᾽ἠμείβετ᾽ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    545 Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      546 εἰδήσειν χαλεποί τοι ἔσοντ᾽ ἀλόχῳ περ ἐούσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        547 ἀλλ᾽ ὃν μέν κ᾽ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          548 οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ᾽ ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            549 ὃν δέ κ᾽ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              550 μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                551 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  552 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    553 καὶ λίην σε πάρος γ᾽οὔτ᾽ εἴρομαι οὔτε μεταλλῶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      554 ἀλλὰ μάλ᾽ εὔκηλος τὰ φράζεαι ἅσσ᾽ ἐθέλῃσθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        555 νῦν δ᾽αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          556 ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            557 ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              558 τῇ σ᾽ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                559 τιμήσῃς ὀλέσῃς δὲ πολέ‿ας ἐπὶ νηυσὶν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  560 τὴν δ᾽ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    561 δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      562 πρῆξαι δ᾽ἔμπης οὔ τι δυνήσεαι ἀλλ᾽ ἀπὸ θυμοῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        563 μᾶλλον ἐμοὶ ἔσεαι τὸ δέ τοι καὶ ῥίγιον ἔσται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          564 εἰ δ᾽οὕτω τοῦτ᾽ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            565 ἀλλ᾽ ἀκέουσα κάθησο ἐμῷ δ᾽ἐπιπείθεο μύθῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              566 μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                567 ἆσσον ἰόνθ᾽ ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  568 ὣς ἔφατ᾽ ἔδϝεισεν δὲ βοῶπις πότνια Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    569 καί ῥ᾽ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      570 ὄχθησαν δ᾽ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        571 τοῖσιν δ᾽Ἥφαιστος κλυτοτέχνης ἦρχ᾽ ἀγορεύειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          572 μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            573 ἦ δὴ λοίγια ἔργα τάδ᾽ ἔσσεται οὐδ᾽ ἔτ᾽ ἀνεκτά
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              574 εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                575 ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον οὐδέ τι δαιτὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  576 ἐσθλῆς ἔσσεται ἦδος ἐπεὶ τὰ χερείονα νικᾷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    577 μητρὶ δ᾽ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      578 πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί ὄφρα μὴ αὖτε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        579 νεικείῃσι πατήρ σὺν δ᾽ἡμῖν δαῖτα ταράξῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          580 εἴ περ γάρ κ᾽ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            581 ἐξ ἑδέων στυφελίξαι ὃ γὰρ πολὺ φέρτατός ἐστιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              582 ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                583 αὐτίκ᾽ ἔπειθ᾽ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  584 ὣς ἄρ᾽ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    585 μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      586 τέτλαθι μῆτερ ἐμή καὶ ἀνάσχεο κηδομένη περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        587 μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          588 θεινομένην τότε δ᾽οὔ τι δυνήσομαι ἀχνύμενός περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            589 χραισμεῖν ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              590 ἤδη γάρ με καὶ ἄλλοτ᾽ ἀλεξέμεναι μεμαῶτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                591 ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  592 πᾶν δ᾽ἦμαρ φερόμην ἅμα δ᾽ἠελίῳ καταδύντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    593 κάππεσον ἐν Λήμνῳ ὀλίγος δ᾽ἔτι θυμὸς ἐνῆεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      594 ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        595 ὣς φάτο μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          596 μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            597 αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              598 οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                599 ἄσβεστος δ᾽ἄρ᾽ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  600 ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    601 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      602 δαίνυντ᾽ οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        603 οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ᾽ Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          604 Μουσάων θ᾽αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            605 αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              606 οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                607 ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  608 Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    609 Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ᾽ Ὀλύμπιος ἀστεροπητής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      610 ἔνθα πάρος κοιμᾶθ᾽ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        611 ἔνθα καθεῦδ᾽ ἀναβάς παρὰ δὲ χρυσόθρονος Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          ἔνθα καθεῦδ᾽ ἀναβάς παρὰ δὲ χρυσόθρονος Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´