Index

ΙΛΙΑΔΟΣ Χ


1 ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
    2 ἱδρῶ ἀπεψύχοντο πίον τ᾽ἀκέοντό τε δίψαν
      3 κεκλιμένοι καλῇσιν ἐπάλξεσιν αὐτὰρ Ἀχαιοὶ
        4 τείχεος ἆσσον ἴσαν σάκε᾽ ὤμοισι κλίναντες
          τείχεος ἆσσον ἴσαν σάκε᾽ ὤμοισι κλίναντες
            α´β´
            5 Ἕκτορα δ᾽αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
              6 Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων
                7 αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων
                  8 τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
                    9 αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον οὐδέ νύ πώ με
                      10 ἔγνως ὡς θεός εἰμι σὺ δ᾽ἀσπερχὲς μενεαίνεις
                        11 ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος οὓς ἐφόβησας
                          12 οἳ δή τοι εἰς ἄστυ ἄλεν σὺ δὲ δεῦρο λιάσθης
                            13 οὐ μέν με κτενέεις ἐπεὶ οὔ τοι μόρσιμός εἰμι
                              14 τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                15 ἔβλαψάς μ᾽ἑκάεργε θεῶν ὀλοώτατε πάντων
                                  16 ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος ἦ κ᾽ἔτι πολλοὶ
                                    17 γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι
                                      γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι
                                        α´β´
                                        18 νῦν δ᾽ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο τοὺς δὲ σάωσας
                                          19 ῥηϊδίως ἐπεὶ οὔ τι τίσιν γ᾽ἔδϝεισας ὀπίσσω
                                            20 ἦ σ᾽ἂν τισαίμην εἴ μοι δύναμίς γε παρείη
                                              21 ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει
                                                22 σευάμενος ὥς θ᾽ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν
                                                  23 ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο
                                                    24 ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ᾽ ἐνώμα
                                                      25 τὸν δ᾽ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
                                                        26 παμφαίνονθ᾽ ὥς τ᾽ἀστέρ᾽ ἐπεσσύμενον πεδίοιο
                                                          27 ὅς ῥά τ᾽ὀπώρης εἶσιν ἀρίζηλοι δέ οἱ αὐγαὶ
                                                            28 φαίνονται πολλοῖσι μετ᾽ ἀστράσι νυκτὸς ἀμολγῷ
                                                              29 ὅν τε κύν᾽ Ὠρίωνος ἐπίκλησιν καλέουσι
                                                                30 λαμπρότατος μὲν ὅ γ᾽ἐστί κακὸν δέ τε σῆμα τέτυκται
                                                                  31 καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν
                                                                    32 ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος
                                                                      33 ᾤμωξεν δ᾽ὃ γέρων κεφαλὴν δ᾽ὅ γε κόψατο χερσὶν
                                                                        34 ὑψόσ᾽ ἀνασχόμενος μέγα δ᾽οἰμώξας ἐγεγώνει
                                                                          35 λισσόμενος φίλον υἱόν ὃ δὲ προπάροιθε πυλάων
                                                                            36 ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι
                                                                              37 τὸν δ᾽ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς
                                                                                38 Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
                                                                                  39 οἶος ἄνευθ᾽ ἄλλων ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
                                                                                    40 Πηλεΐωνι δαμείς ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
                                                                                      41 σχέτλιος αἴθε θε‿οῖσι φίλος τοσσόνδε γένοιτο
                                                                                        42 ὅσσον ἐμοί τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν
                                                                                          43 κείμενον ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι
                                                                                            44 ὅς μ᾽υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
                                                                                              45 κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων
                                                                                                46 καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
                                                                                                  47 οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων
                                                                                                    48 τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν
                                                                                                      49 ἀλλ᾽ εἰ μὲν ζώουσι μετὰ στρατῷ ἦ τ᾽ἂν ἔπειτα
                                                                                                        50 χαλκοῦ τε χρυσοῦ τ᾽ἀπολυσόμεθ᾽ ἔστι γὰρ ἔνδον
                                                                                                          51 πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης
                                                                                                            52 εἰ δ᾽ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν
                                                                                                              53 ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα
                                                                                                                54 λαοῖσιν δ᾽ἄλλοισι μινυνθαδιώτερον ἄλγος
                                                                                                                  55 ἔσσεται ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς
                                                                                                                    56 ἀλλ᾽ εἰσέρχεο τεῖχος ἐμὸν τέκος ὄφρα σαώσῃς
                                                                                                                      57 Τρῶας καὶ Τρῳάς μὴ δὲ μέγα κῦδος ὀρέξῃς
                                                                                                                        58 Πηλεΐδῃ αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς
                                                                                                                          59 πρὸς δ᾽ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ᾽ ἐλέησον
                                                                                                                            60 δύσμορον ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ
                                                                                                                              61 αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ᾽ ἐπιδόντα
                                                                                                                                62 υἷάς τ᾽ὀλλυμένους ἑλκηθείσας τε θύγατρας
                                                                                                                                  63 καὶ θαλάμους κεραϊζομένους καὶ νήπια τέκνα
                                                                                                                                    64 βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι
                                                                                                                                      65 ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν
                                                                                                                                        66 αὐτὸν δ᾽ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
                                                                                                                                          67 ὠμησταὶ ἐρύουσιν ἐπεί κέ τις ὀξέϊ χαλκῷ
                                                                                                                                            68 τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται
                                                                                                                                              τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται
                                                                                                                                                α´β´
                                                                                                                                                69 οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς
                                                                                                                                                  70 οἵ κ᾽ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
                                                                                                                                                    71 κείσοντ᾽ ἐν προθύροισι νέῳ δέ τε πάντ᾽ ἐπέοικεν
                                                                                                                                                      72 ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
                                                                                                                                                        73 κεῖσθαι πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ
                                                                                                                                                          74 ἀλλ᾽ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
                                                                                                                                                            75 αἰδῶ τ᾽αἰσχύνωσι κύνες κταμένοιο γέροντος
                                                                                                                                                              76 τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν
                                                                                                                                                                77 ἦ ῥ᾽ὃ γέρων πολιὰς δ᾽ἄρ᾽ ἀνὰ τρίχας ἕλκετο χερσὶ
                                                                                                                                                                  78 τίλλων ἐκ κεφαλῆς οὐδ᾽ Ἕκτορι θυμὸν ἔπειθε
                                                                                                                                                                    79 μήτηρ δ᾽αὖθ᾽ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
                                                                                                                                                                      80 κόλπον ἀνιεμένη ἑτέρηφι δὲ μαζὸν ἀνέσχε
                                                                                                                                                                        81 καί μιν δάκρυ χέουσ᾽ ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                          82 Ἕκτορ τέκνον ἐμὸν τάδε τ᾽αἴδεο καί μ᾽ἐλέησον
                                                                                                                                                                            83 αὐτήν εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον
                                                                                                                                                                              84 τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
                                                                                                                                                                                85 τείχεος ἐντὸς ἐών μὴ δὲ πρόμος ἵστασο τούτῳ
                                                                                                                                                                                  86 σχέτλιος εἴ περ γάρ σε κατακτάνῃ οὔ σ᾽ἔτ᾽ ἔγωγε
                                                                                                                                                                                    87 κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος ὃν τέκον αὐτή
                                                                                                                                                                                      88 οὐδ᾽ ἄλοχος πολύδωρος ἄνευθε δέ σε μέγα νῶϊν
                                                                                                                                                                                        89 Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται
                                                                                                                                                                                          90 ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
                                                                                                                                                                                            91 πολλὰ λισσομένω οὐδ᾽ Ἕκτορι θυμὸν ἔπειθον
                                                                                                                                                                                              92 ἀλλ᾽ ὅ γε μίμν᾽ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα
                                                                                                                                                                                                93 ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
                                                                                                                                                                                                  94 βεβρωκὼς κακὰ φάρμακ᾽ ἔδυ δέ τέ μιν χόλος αἰνός
                                                                                                                                                                                                    95 σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ
                                                                                                                                                                                                      96 ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
                                                                                                                                                                                                        97 πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ᾽ ἐρείσας
                                                                                                                                                                                                          98 ὀχθήσας δ᾽ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν
                                                                                                                                                                                                            99 ὤ μοι ἐγών εἰ μέν κε πύλας καὶ τείχεα δύω
                                                                                                                                                                                                              100 Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει
                                                                                                                                                                                                                101 ὅς μ᾽ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
                                                                                                                                                                                                                  102 νύχθ᾽ ὕπο τήνδ᾽ ὀλοὴν ὅτε τ᾽ὤρετο δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                    103 ἀλλ᾽ ἐγὼ οὐ πιθόμην ἦ τ᾽ἂν πολὺ κέρδιον ἦεν
                                                                                                                                                                                                                      104 νῦν δ᾽ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν
                                                                                                                                                                                                                        105 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους
                                                                                                                                                                                                                          106 μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο
                                                                                                                                                                                                                            107 Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν
                                                                                                                                                                                                                              108 ὣς ἐρέουσιν ἐμοὶ δὲ τότ᾽ ἂν πολὺ κέρδιον εἴη
                                                                                                                                                                                                                                109 ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι
                                                                                                                                                                                                                                  110 ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος
                                                                                                                                                                                                                                    111 εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
                                                                                                                                                                                                                                      112 καὶ κόρυθα βριαρήν δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
                                                                                                                                                                                                                                        113 αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
                                                                                                                                                                                                                                          114 καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ
                                                                                                                                                                                                                                            115 πάντα μάλ᾽ ὅσσά τ᾽Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
                                                                                                                                                                                                                                              116 ἠγάγετο Τροίηνδ᾽ ἥ τ᾽ἔπλετο νείκεος ἀρχή
                                                                                                                                                                                                                                                117 δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν ἅμα δ᾽ἀμφὶς Ἀχαιοῖς
                                                                                                                                                                                                                                                  118 ἄλλ᾽ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε
                                                                                                                                                                                                                                                    119 Τρωσὶν δ᾽αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
                                                                                                                                                                                                                                                      120 μή τι κατακρύψειν ἀλλ᾽ ἄνδιχα πάντα δάσασθαι
                                                                                                                                                                                                                                                        121 κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει
                                                                                                                                                                                                                                                          122 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός
                                                                                                                                                                                                                                                            123 μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών ὃ δέ μ᾽οὐκ ἐλεήσει
                                                                                                                                                                                                                                                              124 οὐδέ τί μ᾽αἰδέσεται κτενέει δέ με γυμνὸν ἐόντα
                                                                                                                                                                                                                                                                125 αὔτως ὥς τε γυναῖκα ἐπεί κ᾽ἀπὸ τεύχεα δύω
                                                                                                                                                                                                                                                                  126 οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ᾽ ἀπὸ πέτρης
                                                                                                                                                                                                                                                                    127 τῷ ὀαριζέμεναι ἅ τε παρθένος ἠΐθεός τε
                                                                                                                                                                                                                                                                      128 παρθένος ἠΐθεός τ᾽ὀαρίζετον ἀλλήλοιιν
                                                                                                                                                                                                                                                                        129 βέλτερον αὖτ᾽ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα
                                                                                                                                                                                                                                                                          130 εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ
                                                                                                                                                                                                                                                                            131 ὣς ὅρμαινε μένων ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                              132 ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
                                                                                                                                                                                                                                                                                133 σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
                                                                                                                                                                                                                                                                                  134 δεινήν ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
                                                                                                                                                                                                                                                                                    135 ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος
                                                                                                                                                                                                                                                                                      136 Ἕκτορα δ᾽ὡς ἐνόησεν ἕλε τρόμος οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη
                                                                                                                                                                                                                                                                                        137 αὖθι μένειν ὀπίσω δὲ πύλας λίπε βῆ δὲ φοβηθείς
                                                                                                                                                                                                                                                                                          138 Πηλεΐδης δ᾽ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς
                                                                                                                                                                                                                                                                                            139 ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
                                                                                                                                                                                                                                                                                              140 ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν
                                                                                                                                                                                                                                                                                                141 ἣ δέ θ᾽ὕπαιθα φοβεῖται ὃ δ᾽ἐγγύθεν ὀξὺ λεληκὼς
                                                                                                                                                                                                                                                                                                  142 ταρφέ᾽ ἐπαΐσσει ἑλέειν τέ ἑ θυμὸς ἀνώγει
                                                                                                                                                                                                                                                                                                    143 ὣς ἄρ᾽ ὅ γ᾽ἐμμεμαὼς ἰθὺς πέτετο τρέσε δ᾽Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                      144 τεῖχος ὕπο Τρώων λαιψηρὰ δὲ γούνατ᾽ ἐνώμα
                                                                                                                                                                                                                                                                                                        145 οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
                                                                                                                                                                                                                                                                                                          146 τείχεος αἰὲν ὑπ᾽ ἐκ κατ᾽ ἀμαξιτὸν ἐσσεύοντο
                                                                                                                                                                                                                                                                                                            147 κρουνὼ δ᾽ἵκανον καλλιρρόω ἔνθα δὲ πηγαὶ
                                                                                                                                                                                                                                                                                                              148 δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος
                                                                                                                                                                                                                                                                                                                δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος
                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                  149 ἣ μὲν γάρ θ᾽ὕδατι λιαρῷ ῥέει ἀμφὶ δὲ καπνὸς
                                                                                                                                                                                                                                                                                                                    150 γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο
                                                                                                                                                                                                                                                                                                                      151 ἣ δ᾽ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ
                                                                                                                                                                                                                                                                                                                        152 ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ
                                                                                                                                                                                                                                                                                                                          153 ἔνθα δ᾽ἐπ᾽ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
                                                                                                                                                                                                                                                                                                                            154 καλοὶ λαΐνεοι ὅθι εἵματα σιγαλόεντα
                                                                                                                                                                                                                                                                                                                              155 πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
                                                                                                                                                                                                                                                                                                                                156 τὸ πρὶν ἐπ᾽ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                  157 τῇ ῥα παραδραμέτην φεύγων ὃ δ᾽ὄπισθε διώκων
                                                                                                                                                                                                                                                                                                                                    158 πρόσθε μὲν ἐσθλὸς ἔφευγε δίωκε δέ μιν μέγ᾽ ἀμείνων
                                                                                                                                                                                                                                                                                                                                      159 καρπαλίμως ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
                                                                                                                                                                                                                                                                                                                                        160 ἀρνύσθην ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                          161 ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο
                                                                                                                                                                                                                                                                                                                                            162 ὡς δ᾽ὅτ᾽ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
                                                                                                                                                                                                                                                                                                                                              163 ῥίμφα μάλα τρωχῶσι τὸ δὲ μέγα κεῖται ἄεθλον
                                                                                                                                                                                                                                                                                                                                                164 ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος
                                                                                                                                                                                                                                                                                                                                                  ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος
                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                    165 ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
                                                                                                                                                                                                                                                                                                                                                      166 καρπαλίμοισι πόδεσσι θεοὶ δ᾽ἐς πάντες ὁρῶντο
                                                                                                                                                                                                                                                                                                                                                        167 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε
                                                                                                                                                                                                                                                                                                                                                          168 ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
                                                                                                                                                                                                                                                                                                                                                            169 ὀφθαλμοῖσιν ὁρῶμαι ἐμὸν δ᾽ὀλοφύρεται ἦτορ
                                                                                                                                                                                                                                                                                                                                                              170 Ἕκτορος ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί᾽ ἔκηεν
                                                                                                                                                                                                                                                                                                                                                                171 Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἄλλοτε δ᾽αὖτε
                                                                                                                                                                                                                                                                                                                                                                  172 ἐν πόλει ἀκροτάτῃ νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                    173 ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει
                                                                                                                                                                                                                                                                                                                                                                      174 ἀλλ᾽ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
                                                                                                                                                                                                                                                                                                                                                                        175 ἠέ μιν ἐκ θανάτοιο σαώσομεν ἦέ μιν ἤδη
                                                                                                                                                                                                                                                                                                                                                                          176 Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                            177 τὸν δ᾽αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                              178 ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες
                                                                                                                                                                                                                                                                                                                                                                                179 ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                  180 ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι
                                                                                                                                                                                                                                                                                                                                                                                    181 ἔρδ᾽ ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                      182 τὴν δ᾽ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                        183 θάρσει Τριτογένεια φίλον τέκος οὔ νύ τι θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                          184 πρόφρονι μυθέομαι ἐθέλω δέ τοι ἤπιος εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                            185 ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο μὴ δ᾽ἔτ᾽ ἐρώει
                                                                                                                                                                                                                                                                                                                                                                                              186 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην
                                                                                                                                                                                                                                                                                                                                                                                                187 βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα
                                                                                                                                                                                                                                                                                                                                                                                                  188 Ἕκτορα δ᾽ἀσπερχὲς κλονέων ἔφεπ᾽ ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                    189 ὡς δ᾽ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
                                                                                                                                                                                                                                                                                                                                                                                                      190 ὄρσας ἐξ εὐνῆς διά τ᾽ἄγκεα καὶ διὰ βήσσας
                                                                                                                                                                                                                                                                                                                                                                                                        191 τὸν δ᾽εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                          192 ἀλλά τ᾽ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                            193 ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα
                                                                                                                                                                                                                                                                                                                                                                                                              194 ὁσσάκι δ᾽ὁρμήσειε πυλάων Δαρδανιάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                195 ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους
                                                                                                                                                                                                                                                                                                                                                                                                                  196 εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                    197 τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                      198 πρὸς πεδίον αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ᾽ αἰεί
                                                                                                                                                                                                                                                                                                                                                                                                                        199 ὡς δ᾽ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                          200 οὔτ᾽ ἄρ᾽ ὃ τὸν δύναται ὑποφεύγειν οὔθ᾽ ὃ διώκειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                            201 ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν οὐδ᾽ ὃς ἀλύξαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                              202 πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                203 εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ᾽ Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  204 ἐγγύθεν ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    205 λαοῖσιν δ᾽ἀνένευε καρήατι δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      206 οὐδ᾽ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        207 μή τις κῦδος ἄροιτο βαλών ὃ δὲ δεύτερος ἔλθοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          208 ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            209 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                210 ἐν δ᾽ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  211 τὴν μὲν Ἀχιλλῆος τὴν δ᾽Ἕκτορος ἱπποδάμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    212 ἕλκε δὲ μέσσα λαβών ῥέπε δ᾽Ἕκτορος αἴσιμον ἦμαρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      213 ᾤχετο δ᾽εἰς Ἀΐδαο λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        214 Πηλεΐωνα δ᾽ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          215 ἀγχοῦ δ᾽ἱσταμένη ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            216 νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμ᾽ Ἀχιλλεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              217 οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                218 Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  219 οὔ οἱ νῦν ἔτι γ᾽ἔστι πεφυγμένον ἄμμε γενέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    220 οὐδ᾽ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      221 προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        222 ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε τόνδε δ᾽ἐγώ τοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          223 οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            224 ὣς φάτ᾽ Ἀθηναίη ὃ δ᾽ἐπείθετο χαῖρε δὲ θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              225 στῆ δ᾽ἄρ᾽ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                226 ἣ δ᾽ἄρα τὸν μὲν ἔλειπε κιχήσατο δ᾽Ἕκτορα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  227 Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    228 ἀγχοῦ δ᾽ἱσταμένη ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      229 ἠθεῖ᾽ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        230 ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          231 ἀλλ᾽ ἄγε δὴ στέ‿ωμεν καὶ ἀλεξώμεσθα μένοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            232 τὴν δ᾽αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              233 Δηΐφοβ᾽ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                234 γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  235 νῦν δ᾽ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    236 ὃς ἔτλης ἐμεῦ εἵνεκ᾽ ἐπεὶ ἴδες ὀφθαλμοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      237 τείχεος ἐξελθεῖν ἄλλοι δ᾽ἔντοσθε μένουσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        238 τὸν δ᾽αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          239 ἠθεῖ᾽ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            240 λίσσονθ᾽ ἑξείης γουνούμενοι ἀμφὶ δ᾽ἑταῖροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              241 αὖθι μένειν τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                242 ἀλλ᾽ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  243 νῦν δ᾽ἰθὺς μεμαῶτε μαχώμεθα μὴ δέ τι δούρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    244 ἔστω φειδωλή ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      245 νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        246 νῆας ἔπι γλαφυράς ἦ κεν σῷ δουρὶ δαμήῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          247 ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατ᾽ Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            248 οἳ δ᾽ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              249 τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                250 οὔ σ᾽ἔτι Πηλέος υἱὲ φοβήσομαι ὡς τὸ πάρος περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  251 τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον οὐδέ ποτ᾽ ἔτλην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    252 μεῖναι ἐπερχόμενον νῦν αὖτέ με θυμὸς ἀνῆκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      253 στήμεναι ἀντία σεῖο ἕλοιμί κεν ἤ κεν ἁλοίην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        254 ἀλλ᾽ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα τοὶ γὰρ ἄριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          255 μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            256 οὐ γὰρ ἐγώ σ᾽ἔκπαγλον ἀεικιῶ αἴ κεν ἐμοὶ Ζεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              257 δώῃ καμμονίην σὴν δὲ ψυχὴν ἀφέλωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                258 ἀλλ᾽ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε᾽ Ἀχιλλεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  259 νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν ὣς δὲ σὺ ῥέζειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    260 τὸν δ᾽ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      261 Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        262 ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          263 οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            264 ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              265 ὣς οὐκ ἔστ᾽ ἐμὲ καὶ σὲ φιλήμεναι οὐδέ τι νῶϊν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                266 ὅρκια ἔσσονται πρίν γ᾽ἢ ἕτερόν γε πεσόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  267 αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    268 παντοίης ἀρετῆς μιμνήσκεο νῦν σε μάλα χρὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      269 αἰχμητήν τ᾽ἔμεναι καὶ θαρσαλέον πολεμιστήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        270 οὔ τοι ἔτ᾽ ἔσθ᾽ ὑπάλυξις ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          271 ἔγχει ἐμῷ δαμάᾳ νῦν δ᾽ἀθρόα πάντ᾽ ἀποτίσεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            272 κήδε᾽ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              273 ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                274 καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  275 ἕζετο γὰρ προϊδών τὸ δ᾽ὑπέρπτατο χάλκεον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    276 ἐν γαίῃ δ᾽ἐπάγη ἀνὰ δ᾽ἥρπασε Παλλὰς Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      277 ἂψ δ᾽Ἀχιλῆϊ δίδου λάθε δ᾽Ἕκτορα ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        278 Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          279 ἤμβροτες οὐδ᾽ ἄρα πώ τι θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            280 ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον ἦ τοι ἔφης γε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              281 ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                282 ὄφρά σ᾽ὑποδϝείσας μένεος ἀλκῆς τε λάθωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  283 οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    284 ἀλλ᾽ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      285 εἴ τοι ἔδωκε θεός νῦν αὖτ᾽ ἐμὸν ἔγχος ἄλευαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        286 χάλκεον ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          287 καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            288 σεῖο καταφθιμένοιο σὺ γάρ σφισι πῆμα μέγιστον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              289 ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                290 καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδ᾽ ἀφάμαρτε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  291 τῆλε δ᾽ἀπεπλάγχθη σάκεος δόρυ χώσατο δ᾽Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    292 ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      293 στῆ δὲ κατηφήσας οὐδ᾽ ἄλλ᾽ ἔχε μείλινον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        294 Δηΐφοβον δ᾽ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          295 ᾔτεέ μιν δόρυ μακρόν ὃ δ᾽οὔ τί οἱ ἐγγύθεν ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            296 Ἕκτωρ δ᾽ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              297 ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                298 Δηΐφοβον γὰρ ἔγωγ᾽ ἐφάμην ἥρωα παρεῖναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  299 ἀλλ᾽ ὃ μὲν ἐν τείχει ἐμὲ δ᾽ἐξαπάτησεν Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    300 νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός οὐδ᾽ ἔτ᾽ ἄνευθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      301 οὐδ᾽ ἀλέη ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        302 Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ οἵ με πάρος γε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          303 πρόφρονες εἰρύατο νῦν αὖτέ με μοῖρα κιχάνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            304 μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              305 ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                306 ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  307 τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    308 οἴμησεν δὲ ἀλεὶς ὥς τ᾽αἰετὸς ὑψιπετήεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      309 ὅς τ᾽εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        310 ἁρπάξων ἢ ἄρν᾽ ἀμαλὴν ἤ πτῶκα λαγωόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          311 ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            312 ὁρμήθη δ᾽Ἀχιλεύς μένεος δ᾽ἐμπλήσατο θυμὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              313 ἀγρίου πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                314 καλὸν δαιδάλεον κόρυθι δ᾽ἐπένευε φαεινῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  315 τετραφάλῳ καλαὶ δὲ περισσείοντο ἔθειραι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    316 χρύσεαι ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      317 οἷος δ᾽ἀστὴρ εἶσι μετ᾽ ἀστράσι νυκτὸς ἀμολγῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        318 ἕσπερος ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          319 ὣς αἰχμῆς ἀπέλαμπ᾽ εὐήκεος ἣν ἄρ᾽ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            320 πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              321 εἰσορόων χρόα καλόν ὅπῃ εἴξειε μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                322 τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχε‿α
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  323 καλά τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    καλά τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      324 φαίνετο δ᾽ᾗ κληῗδες ἀπ᾽ ὤμων αὐχέν᾽ ἔχουσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        325 λαυκανίην ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          326 τῇ ῥ᾽ἐπὶ οἷ μεμαῶτ᾽ ἔλασ᾽ ἔγχεϊ δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            327 ἀντικρὺ δ᾽ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              328 οὐδ᾽ ἄρ᾽ ἀπ᾽ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                329 ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  330 ἤριπε δ᾽ἐν κονίῃς ὃ δ᾽ἐπεύξατο δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    331 Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆ᾽ ἐξεναρίζων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      332 σῶς ἔσσεσθ᾽ ἐμὲ δ᾽οὐδὲν ὀπίζεο νόσφιν ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        333 νήπιε τοῖο δ᾽ἄνευθεν ἀοσσητὴρ μέγ᾽ ἀμείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          334 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            335 ὅς τοι γούνατ᾽ ἔλυσα σὲ μὲν κύνες ἠδ᾽ οἰωνοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              336 ἑλκήσουσ᾽ ἀϊκῶς τὸν δὲ κτεριοῦσιν Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                337 τὸν δ᾽ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  338 λίσσομ᾽ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    339 μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      340 ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        341 δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          342 σῶμα δὲ οἴκαδ᾽ ἐμὸν δόμεναι πάλιν ὄφρα πυρός με
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            343 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              344 τὸν δ᾽ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                345 μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  346 αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    347 ὤμ᾽ ἀποταμνόμενον κρέα ἔδμεναι οἷα ἔοργας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      348 ὡς οὐκ ἔσθ᾽ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        349 οὐδ᾽ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ᾽ ἄποινα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          350 στήσωσ᾽ ἐνθάδ᾽ ἄγοντες ὑπόσχωνται δὲ καὶ ἄλλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            351 οὐδ᾽ εἴ κέν σ᾽αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              352 Δαρδανίδης Πρίαμος οὐδ᾽ ὧς σέ γε πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                353 ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  354 ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    355 τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      356 ἦ σ᾽εὖ γιγνώσκων προτιόσσομαι οὐδ᾽ ἄρ᾽ ἔμελλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        357 πείσειν ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          358 φράζεο νῦν μή τοί τι θεῶν μήνιμα γένωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            359 ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              360 ἐσθλὸν ἐόντ᾽ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                361 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  362 ψυχὴ δ᾽ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    363 ὃν πότμον γοόωσα λιποῦσ᾽ ἀνδροτῆτα καὶ ἥβην ☹︎No derivations.
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    364 τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      365 τέθναθι κῆρα δ᾽ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        366 Ζεὺς ἐθέλῃ τελέσαι ἠδ᾽ ἀθάνατοι θεοὶ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          367 ἦ ῥα καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            368 καὶ τό γ᾽ἄνευθεν ἔθηχ᾽ ὃ δ᾽ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              369 αἱματόεντ᾽ ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                370 οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  371 Ἕκτορος οὐδ᾽ ἄρα οἵ τις ἀνουτητί γε παρέστη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    372 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      373 ὢ πόποι ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        374 Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέ‿ῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          375 ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            376 τὸν δ᾽ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              377 στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ᾽ ἀγόρευεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                378 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  379 ἐπεὶ δὴ τόνδ᾽ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν ☹︎No derivations.
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  380 ὃς κακὰ πόλλ᾽ ἔρρεξεν ὅσ᾽ οὐ σύμπαντες οἱ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    381 εἰ δ᾽ἄγετ᾽ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      382 ὄφρά κ᾽ἔτι γνῶμεν Τρώων νόον ὅν τιν᾽ ἔχουσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        383 ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          384 ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ᾽ ἐόντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            385 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              386 κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                387 Πάτροκλος τοῦ δ᾽οὐκ ἐπιλήσομαι ὄφρ᾽ ἂν ἔγωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  388 ζωοῖσιν μετέω καί μοι φίλα γούνατ᾽ ὀρώρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    389 εἰ δὲ θανόντων περ καταλήθοντ᾽ εἰν Ἀΐδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      390 αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ᾽ ἑταίρου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        391 νῦν δ᾽ἄγ᾽ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          392 νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα τόνδε δ᾽ἄγωμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            393 ἠράμεθα μέγα κῦδος ἐπέφνομεν Ἕκτορα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              394 ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                395 ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  396 ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    397 ἐς σφυρὸν ἐκ πτέρνης βοέους δ᾽ἐξῆπτεν ἱμάντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      398 ἐκ δίφροιο δ᾽ἔδησε κάρη δ᾽ἕλκεσθαι ἔασεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        399 ἐς δίφρον δ᾽ἀναβὰς ἀνά τε κλυτὰ τεύχε᾽ ἀείρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          400 μάστιξέν ῥ᾽ἐλάαν τὼ δ᾽οὐκ ἀέκοντε πετέσθην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            401 τοῦ δ᾽ἦν ἑλκομένοιο κονίσαλος ἀμφὶ δὲ χαῖται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              402 κυάνεαι πίτναντο κάρη δ᾽ἅπαν ἐν κονίῃσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                403 κεῖτο πάρος χαρίεν τότε δὲ Ζεὺς δυσμενέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  404 δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    405 ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν ἣ δέ νυ μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      406 τίλλε κόμην ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        407 τηλόσε κώκυσεν δὲ μάλα μέγα παῖδ᾽ ἐσιδοῦσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          408 ᾤμωξεν δ᾽ἐλεεινὰ πατὴρ φίλος ἀμφὶ δὲ λαοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            409 κωκυτῷ τ᾽εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              410 τῷ δὲ μάλιστ᾽ ἄρ᾽ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                411 Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ᾽ ἄκρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  412 λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    413 ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      414 πάντας δ᾽ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        415 ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          416 σχέσθε φίλοι καί μ᾽οἶον ἐάσατε κηδόμενοί περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            417 ἐξελθόντα πόληος ἱκέσθ᾽ ἐπὶ νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              418 λίσσωμ᾽ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                419 ἤν πως ἡλικίην αἰδέσσεται ἠδ᾽ ἐλεήσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  420 γῆρας καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    421 Πηλεύς ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      422 Τρωσί μάλιστα δ᾽ἐμοὶ περὶ πάντων ἄλγε᾽ ἔθηκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        423 τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          424 τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            425 ὡς ἑνός οὗ μ᾽ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              426 Ἕκτορος ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                427 τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  428 μήτηρ θ᾽ἥ μιν ἔτικτε δυσάμμορος ἠδ᾽ ἐγὼ αὐτός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    429 ὣς ἔφατο κλαίων ἐπὶ δὲ στενάχοντο πολῖται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      430 Τρῳῇσιν δ᾽Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        431 τέκνον ἐγὼ δειλή τί νυ βείομαι αἰνὰ παθοῦσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          432 σεῦ ἀποτεθνηῶτος ὅ μοι νύκτάς τε καὶ ἦμαρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            433 εὐχωλὴ κατὰ ἄστυ πελέσκεο πᾶσί τ᾽ὄνειαρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              434 Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν οἵ σε θεὸν ὣς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                435 δειδέχατ᾽ ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  436 ζωὸς ἐών νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    437 ὣς ἔφατο κλαίουσ᾽ ἄλοχος δ᾽οὔ πώ τι πέπυστο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      438 Ἕκτορος οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        439 ἤγγειλ᾽ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          440 ἀλλ᾽ ἥ γ᾽ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            441 δίπλακα πορφυρέην ἐν δὲ θρόνα ποικίλ᾽ ἔπασσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              442 κέκλετο δ᾽ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                443 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὄφρα πέλοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  444 Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    445 νηπίη οὐδ᾽ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      446 χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        447 κωκυτοῦ δ᾽ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          448 τῆς δ᾽ἐλελίχθη γυῖα χαμαὶ δέ οἱ ἔκπεσε κερκίς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            449 ἣ δ᾽αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              450 δεῦτε δύω μοι ἕπεσθον ἴδωμ᾽ ὅτιν᾽ ἔργα τέτυκται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                451 αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον ἐν δ᾽ἐμοὶ αὐτῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  452 στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα νέρθε δὲ γοῦνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    453 πήγνυται ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      454 αἲ γὰρ ἀπ᾽ οὔατος εἴη ἐμεῦ ἔπος ἀλλὰ μάλ᾽ αἰνῶς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        455 δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          456 μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            457 καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              458 ἥ μιν ἔχεσκ᾽ ἐπεὶ οὔ ποτ᾽ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                459 ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  460 ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    461 παλλομένη κραδίην ἅμα δ᾽ἀμφίπολοι κίον αὐτῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      462 αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        463 ἔστη παπτήνασ᾽ ἐπὶ τείχεϊ τὸν δὲ νόησεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          464 ἑλκόμενον πρόσθεν πόλιος ταχέες δέ μιν ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            465 ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              466 τὴν δὲ κατ᾽ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                467 ἤριπε δ᾽ἐξοπίσω ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  468 τῆλε δ᾽ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    τῆλε δ᾽ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      469 ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        470 κρήδεμνόν θ᾽ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          κρήδεμνόν θ᾽ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            471 ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ᾽ Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              472 ἐκ δόμου Ἠετίωνος ἐπεὶ πόρε μυρία ἕδνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                473 ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  474 αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    475 ἣ δ᾽ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      476 ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        477 Ἕκτορ ἐγὼ δύστηνος ἰῇ ἄρα γεινόμεθ᾽ αἴσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          478 ἀμφότεροι σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            479 αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´γ´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  480 ἐν δόμῳ Ἠετίωνος ὅ μ᾽ἔτρεφε τυτθὸν ἐοῦσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    481 δύσμορος αἰνόμορον ὡς μὴ ὤφελλε τεκέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      482 νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        483 ἔρχεαι αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          484 χήρην ἐν μεγάροισι πάϊς δ᾽ἔτι νήπιος αὔτως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            485 ὃν τέκομεν σύ τ᾽ἐγώ τε δυσάμμοροι οὔτε σὺ τούτῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              486 ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες οὔτε σοὶ οὗτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                487 ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  488 αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε᾽ ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    489 ἔσσοντ᾽ ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      490 ἦμαρ δ᾽ὀρφανικὸν παναφήλικα παῖδα τίθησι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        491 πάντα δ᾽ὑπεμνήμυκε δεδάκρυνται δὲ παρειαί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          492 δευόμενος δέ τ᾽ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            493 ἄλλον μὲν χλαίνης ἐρύων ἄλλον δὲ χιτῶνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              494 τῶν δ᾽ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                495 χείλεα μέν τ᾽ἐδίην᾽ ὑπερῴην δ᾽οὐκ ἐδίηνε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  496 τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    497 χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      498 ἔρρ᾽ οὕτως οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        499 δακρυόεις δέ τ᾽ἄνεισι πάϊς ἐς μητέρα χήρην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          500 Ἀστυάναξ ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            501 μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              502 αὐτὰρ ὅθ᾽ ὕπνος ἕλοι παύσαιτό τε νηπιαχεύων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                503 εὕδεσκ᾽ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  504 εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    505 νῦν δ᾽ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      506 Ἀστυάναξ ὃν Τρῶες ἐπίκλησιν καλέουσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        507 οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          508 νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            509 αἰόλαι εὐλαὶ ἔδονται ἐπεί κε κύνες κορέσωνται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              510 γυμνόν ἀτάρ τοι εἵματ᾽ ἐνὶ μεγάροισι κέονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                511 λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  512 ἀλλ᾽ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέ‿ῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    513 οὐδὲν σοί γ᾽ὄφελος ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      514 ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        515 ὣς ἔφατο κλαίουσ᾽ ἐπὶ δὲ στενάχοντο γυναῖκες