Index

ΙΛΙΑΔΟΣ Ν


1 Ζεὺς δ᾽ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε
    2 τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ᾽ἐχέμεν καὶ ὀϊζὺν
      3 νωλεμέως αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
        4 νόσφιν ἐφ᾽ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
          5 Μυσῶν τ᾽ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν
            6 γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων
              7 ἐς Τροίην δ᾽οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ
                8 οὐ γὰρ ὅ γ᾽ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
                  9 ἐλθόντ᾽ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν
                    10 οὐδ᾽ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων
                      11 καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
                        12 ὑψοῦ ἐπ᾽ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
                          ὑψοῦ ἐπ᾽ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
                            α´β´
                            13 Θρηϊκίης ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη
                              14 φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν
                                15 ἔνθ᾽ ἄρ᾽ ὅ γ᾽ἐξ ἁλὸς ἕζετ᾽ ἰών ἐλέαιρε δ᾽Ἀχαιοὺς
                                  16 Τρωσὶν δαμναμένους Διὶ δὲ κρατερῶς ἐνεμέσσα
                                    17 αὐτίκα δ᾽ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
                                      18 κραιπνὰ ποσὶ προβιβάς τρέμε δ᾽οὔρεα μακρὰ καὶ ὕλη
                                        19 ποσσὶν ὑπ᾽ ἀθανάτοισι Ποσειδάωνος ἰόντος
                                          20 τρὶς μὲν ὀρέξατ᾽ ἰών τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
                                            21 Αἰγάς ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
                                              22 χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί
                                                23 ἔνθ᾽ ἐλθὼν ὑπ᾽ ὄχεσφι τιτύσκετο χαλκόποδ᾽ ἵππω
                                                  24 ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε
                                                    25 χρυσὸν δ᾽αὐτὸς ἔδυνε περὶ χροΐ γέντο δ᾽ἱμάσθλην
                                                      26 χρυσείην εὔτυκτον ἑοῦ δ᾽ἐπεβήσετο δίφρου
                                                        27 βῆ δ᾽ἐλάαν ἐπὶ κύματ᾽ ἄταλλε δὲ κήτε᾽ ὑπ᾽ αὐτοῦ
                                                          28 πάντοθεν ἐκ κευθμῶν οὐδ᾽ ἠγνοίησεν ἄνακτα
                                                            29 γηθοσύνῃ δὲ θάλασσα διίστατο τοὶ δὲ πέτοντο
                                                              30 ῥίμφα μάλ᾽ οὐδ᾽ ὑπένερθε διαίνετο χάλκεος ἄξων
                                                                31 τὸν δ᾽ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι
                                                                  32 ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
                                                                    33 μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης
                                                                      34 ἔνθ᾽ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
                                                                        35 λύσας ἐξ ὀχέων παρὰ δ᾽ἀμβρόσιον βάλεν εἶδαρ
                                                                          36 ἔδμεναι ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
                                                                            37 ἀρρήκτους ἀλύτους ὄφρ᾽ ἔμπεδον αὖθι μένοιεν
                                                                              38 νοστήσαντα ἄνακτα ὃ δ᾽ἐς στρατὸν ᾤχετ᾽ Ἀχαιῶν
                                                                                39 Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
                                                                                  40 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο
                                                                                    41 ἄβρομοι αὐΐαχοι ἔλποντο δὲ νῆας Ἀχαιῶν
                                                                                      42 αἱρήσειν κτενέειν δὲ παρ᾽ αὐτόθι πάντας ἀρίστους
                                                                                        43 ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
                                                                                          44 Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
                                                                                            Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
                                                                                              Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
                                                                                                α´β´γ´
                                                                                                45 εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν
                                                                                                  46 Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ
                                                                                                    47 Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν
                                                                                                      48 ἀλκῆς μνησαμένω μὴ δὲ κρυεροῖο φόβοιο
                                                                                                        49 ἄλλῃ μὲν γὰρ ἔγωγ᾽ οὐ δείδια χεῖρας ἀάπτους
                                                                                                          50 Τρώων οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ
                                                                                                            51 ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί
                                                                                                              52 τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν
                                                                                                                53 ᾗ ῥ᾽ὅ γ᾽ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
                                                                                                                  54 Ἕκτωρ ὃς Διὸς εὔχετ᾽ ἐρισθενέος πάϊς εἶναι
                                                                                                                    55 σφῶϊν δ᾽ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν
                                                                                                                      56 αὐτώ θ᾽ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους
                                                                                                                        57 τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ᾽ ἀπὸ νηῶν
                                                                                                                          58 ὠκυπόρων εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει
                                                                                                                            59 ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
                                                                                                                              60 ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο
                                                                                                                                61 γυῖα δ᾽ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν
                                                                                                                                  62 αὐτὸς δ᾽ὥς τ᾽ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι
                                                                                                                                    63 ὅς ῥά τ᾽ἀπ᾽ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
                                                                                                                                      64 ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο
                                                                                                                                        65 ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων
                                                                                                                                          66 τοῖιν δ᾽ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας
                                                                                                                                            67 αἶψα δ᾽ἄρ᾽ Αἴαντα προσέφη Τελαμώνιον υἱόν
                                                                                                                                              68 Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
                                                                                                                                                69 μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι
                                                                                                                                                  70 οὐδ᾽ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής
                                                                                                                                                    71 ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
                                                                                                                                                      72 ῥεῖ᾽ ἔγνων ἀπιόντος ἀρίγνωτοι δὲ θεοί περ
                                                                                                                                                        73 καὶ δ᾽ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
                                                                                                                                                          74 μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι
                                                                                                                                                            75 μαιμώωσι δ᾽ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε
                                                                                                                                                              76 τὸν δ᾽ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας
                                                                                                                                                                77 οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
                                                                                                                                                                  78 μαιμῶσιν καί μοι μένος ὤρορε νέρθε δὲ ποσσὶν
                                                                                                                                                                    79 ἔσσυμαι ἀμφοτέροισι μενοινώω δὲ καὶ οἶος
                                                                                                                                                                      80 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι
                                                                                                                                                                        81 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
                                                                                                                                                                          82 χάρμῃ γηθόσυνοι τήν σφιν θεὸς ἔμβαλε θυμῷ
                                                                                                                                                                            83 τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς
                                                                                                                                                                              84 οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ
                                                                                                                                                                                85 τῶν ῥ᾽ἅμα τ᾽ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο
                                                                                                                                                                                  86 καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
                                                                                                                                                                                    87 Τρῶας τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ
                                                                                                                                                                                      88 τοὺς οἵ γ᾽εἰσορόωντες ὑπ᾽ ὀφρύσι δάκρυα λεῖβον
                                                                                                                                                                                        89 οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ᾽ ἐκ κακοῦ ἀλλ᾽ ἐνοσίχθων
                                                                                                                                                                                          90 ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας
                                                                                                                                                                                            ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας
                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                              91 Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
                                                                                                                                                                                                92 Πηνέλεών θ᾽ἥρωα Θόαντά τε Δηΐπυρόν τε
                                                                                                                                                                                                  93 Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς
                                                                                                                                                                                                    94 τοὺς ὅ γ᾽ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                      95 αἰδὼς Ἀργεῖοι κοῦροι νέοι ὔμμιν ἔγωγε
                                                                                                                                                                                                        96 μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς
                                                                                                                                                                                                          97 εἰ δ᾽ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο
                                                                                                                                                                                                            98 νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι
                                                                                                                                                                                                              νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι
                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                99 ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι
                                                                                                                                                                                                                  100 δεινόν ὃ οὔ ποτ᾽ ἔγωγε τελευτήσεσθαι ἔφασκον
                                                                                                                                                                                                                    101 Τρῶας ἐφ᾽ ἡμετέρας ἰέναι νέας οἳ τὸ πάρος περ
                                                                                                                                                                                                                      102 φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν αἵ τε καθ᾽ ὕλην
                                                                                                                                                                                                                        103 θώων παρδαλίων τε λύκων τ᾽ἤϊα πέλονται
                                                                                                                                                                                                                          104 αὔτως ἠλάσκουσαι ἀνάλκιδες οὐδ᾽ ἔπι χάρμη
                                                                                                                                                                                                                            105 ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν
                                                                                                                                                                                                                              106 μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον οὐδ᾽ ἠβαιόν
                                                                                                                                                                                                                                107 νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται
                                                                                                                                                                                                                                  108 ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν
                                                                                                                                                                                                                                    109 οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
                                                                                                                                                                                                                                      110 νηῶν ὠκυπόρων ἀλλὰ κτείνονται ἀν᾽ αὐτάς
                                                                                                                                                                                                                                        111 ἀλλ᾽ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
                                                                                                                                                                                                                                          112 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                            113 οὕνεκ᾽ ἀπητίμησε ποδώκεα Πηλεΐωνα
                                                                                                                                                                                                                                              114 ἡμέ‿ας γ᾽οὔ πως ἔστι μεθιέμεναι πολέμοιο
                                                                                                                                                                                                                                                115 ἀλλ᾽ ἀκεώμεθα θᾶσσον ἀκεσταί τοι φρένες ἐσθλῶν
                                                                                                                                                                                                                                                  116 ὑμεῖς δ᾽οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς
                                                                                                                                                                                                                                                    117 πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν οὐδ᾽ ἂν ἔγωγε
                                                                                                                                                                                                                                                      118 ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
                                                                                                                                                                                                                                                        119 λυγρὸς ἐών ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι
                                                                                                                                                                                                                                                          120 ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον
                                                                                                                                                                                                                                                            121 τῇδε μεθημοσύνῃ ἀλλ᾽ ἐν φρεσὶ θέσθε ἕκαστος
                                                                                                                                                                                                                                                              122 αἰδῶ καὶ νέμεσιν δὴ γὰρ μέγα νεῖκος ὄρωρεν
                                                                                                                                                                                                                                                                123 Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει
                                                                                                                                                                                                                                                                  124 καρτερός ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα
                                                                                                                                                                                                                                                                    125 ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς
                                                                                                                                                                                                                                                                      126 ἀμφὶ δ᾽ἄρ᾽ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
                                                                                                                                                                                                                                                                        127 καρτεραί ἃς οὔτ᾽ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
                                                                                                                                                                                                                                                                          128 οὔτε κ᾽Ἀθηναίη λαοσσόος οἳ γὰρ ἄριστοι
                                                                                                                                                                                                                                                                            129 κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον
                                                                                                                                                                                                                                                                              130 φράξαντες δόρυ δουρί σάκος σάκεϊ προθελύμνῳ
                                                                                                                                                                                                                                                                                131 ἀσπὶς ἄρ᾽ ἀσπίδ᾽ ἔρειδε κόρυς κόρυν ἀνέρα δ᾽ἀνήρ
                                                                                                                                                                                                                                                                                  132 ψαῦον δ᾽ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
                                                                                                                                                                                                                                                                                    133 νευόντων ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν
                                                                                                                                                                                                                                                                                      134 ἔγχεα δ᾽ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
                                                                                                                                                                                                                                                                                        ἔγχεα δ᾽ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                          135 σειόμεν᾽ οἳ δ᾽ἰθὺς φρόνεον μέμασαν δὲ μάχεσθαι
                                                                                                                                                                                                                                                                                            136 Τρῶες δὲ προὔτυψαν ἀολλέες ἦρχε δ᾽ἄρ᾽ Ἕκτωρ
                                                                                                                                                                                                                                                                                              137 ἀντικρὺ μεμαώς ὀλοοίτροχος ὣς ἀπὸ πέτρης
                                                                                                                                                                                                                                                                                                138 ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ
                                                                                                                                                                                                                                                                                                  139 ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης
                                                                                                                                                                                                                                                                                                    140 ὕψι δ᾽ἀναθρῴσκων πέτεται κτυπέει δέ θ᾽ὑπ᾽ αὐτοῦ
                                                                                                                                                                                                                                                                                                      141 ὕλη ὃ δ᾽ἀσφαλέως θέει ἔμπεδον εἷος ἵκηται
                                                                                                                                                                                                                                                                                                        142 ἰσόπεδον τότε δ᾽οὔ τι κυλίνδεται ἐσσύμενός περ
                                                                                                                                                                                                                                                                                                          143 ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης
                                                                                                                                                                                                                                                                                                            144 ῥέ‿α διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                              145 κτείνων ἀλλ᾽ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι
                                                                                                                                                                                                                                                                                                                146 στῆ ῥα μάλ᾽ ἐγχριμφθείς οἳ δ᾽ἀντίοι υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                  147 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
                                                                                                                                                                                                                                                                                                                    148 ὦσαν ἀπὸ σφείων ὃ δὲ χασσάμενος πελεμίχθη
                                                                                                                                                                                                                                                                                                                      149 ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς
                                                                                                                                                                                                                                                                                                                        150 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
                                                                                                                                                                                                                                                                                                                          151 παρμένετ᾽ οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                            152 καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
                                                                                                                                                                                                                                                                                                                              153 ἀλλ᾽ ὀΐω χάσσονται ὑπ᾽ ἔγχεος εἰ ἐτεόν με
                                                                                                                                                                                                                                                                                                                                154 ὦρσε θεῶν ὤριστος ἐρίγδουπος πόσις Ἥρης
                                                                                                                                                                                                                                                                                                                                  155 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου
                                                                                                                                                                                                                                                                                                                                    156 Δηΐφοβος δ᾽ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
                                                                                                                                                                                                                                                                                                                                      157 Πριαμίδης πρόσθεν δ᾽ἔχεν ἀσπίδα πάντοσ᾽ ἐΐσην
                                                                                                                                                                                                                                                                                                                                        158 κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων
                                                                                                                                                                                                                                                                                                                                          159 Μηριόνης δ᾽αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
                                                                                                                                                                                                                                                                                                                                            160 καὶ βάλεν οὐδ᾽ ἀφάμαρτε κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην
                                                                                                                                                                                                                                                                                                                                              161 ταυρείην τῆς δ᾽οὔ τι διήλασεν ἀλλὰ πολὺ πρὶν
                                                                                                                                                                                                                                                                                                                                                162 ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ Δηΐφοβος δὲ
                                                                                                                                                                                                                                                                                                                                                  163 ἀσπίδα ταυρείην σχέθ᾽ ἀπὸ ἕο δεῖσε δὲ θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                    164 ἔγχος Μηριόναο δαΐφρονος αὐτὰρ ὅ γ᾽ἥρως
                                                                                                                                                                                                                                                                                                                                                      165 ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο χώσατο δ᾽αἰνῶς
                                                                                                                                                                                                                                                                                                                                                        166 ἀμφότερον νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε
                                                                                                                                                                                                                                                                                                                                                          167 βῆ δ᾽ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                            168 οἰσόμενος δόρυ μακρόν ὅ οἱ κλισίηφι λέλειπτο
                                                                                                                                                                                                                                                                                                                                                              169 οἳ δ᾽ἄλλοι μάρναντο βοὴ δ᾽ἄσβεστος ὀρώρει
                                                                                                                                                                                                                                                                                                                                                                170 Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
                                                                                                                                                                                                                                                                                                                                                                  171 Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν
                                                                                                                                                                                                                                                                                                                                                                    172 ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                      173 κούρην δὲ Πριάμοιο νόθην ἔχε Μηδεσικάστην
                                                                                                                                                                                                                                                                                                                                                                        174 αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι
                                                                                                                                                                                                                                                                                                                                                                          175 ἂψ ἐς Ἴλιον ἦλθε μετέπρεπε δὲ Τρώεσσι
                                                                                                                                                                                                                                                                                                                                                                            ἂψ ἐς Ἴλιον ἦλθε μετέπρεπε δὲ Τρώεσσι
                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                              176 ναῖε δὲ πὰρ Πριάμῳ ὃ δέ μιν τίεν ἶσα τέκεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                177 τόν ῥ᾽υἱὸς Τελαμῶνος ὑπ᾽ οὔατος ἔγχεϊ μακρῷ
                                                                                                                                                                                                                                                                                                                                                                                  178 νύξ᾽ ἐκ δ᾽ἔσπασεν ἔγχος ὃ δ᾽αὖτ᾽ ἔπεσεν μελίη ὣς
                                                                                                                                                                                                                                                                                                                                                                                    179 ἥ τ᾽ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                      180 χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                        181 ὣς πέσεν ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                          182 Τεῦκρος δ᾽ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι
                                                                                                                                                                                                                                                                                                                                                                                            183 Ἕκτωρ δ᾽ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ
                                                                                                                                                                                                                                                                                                                                                                                              184 ἀλλ᾽ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                185 τυτθόν ὃ δ᾽Ἀμφίμαχον Κτεάτου υἷ᾽ Ἀκτορίωνος
                                                                                                                                                                                                                                                                                                                                                                                                  186 νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί
                                                                                                                                                                                                                                                                                                                                                                                                    187 δούπησεν δὲ πεσών ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                      188 Ἕκτωρ δ᾽ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                        189 κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                          190 Αἴας δ᾽ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                            191 Ἕκτορος ἀλλ᾽ οὔ πῃ χροὸς εἴσατο πᾶς δ᾽ἄρα χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                              192 σμερδαλέῳ κεκάλυφθ᾽ ὃ δ᾽ἄρ᾽ ἀσπίδος ὀμφαλὸν οὖτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                193 ὦσε δέ μιν σθένεϊ μεγάλῳ ὃ δὲ χάσσατ᾽ ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                  194 νεκρῶν ἀμφοτέρων τοὺς δ᾽ἐξείρυσσαν Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                    195 Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                      196 ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                        197 Ἴμβριον αὖτ᾽ Αἴαντε μεμαότε θούριδος ἀλκῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                          198 ὥς τε δύ᾽ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                            199 ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                              200 ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                201 ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    202 τεύχεα συλήτην κεφαλὴν δ᾽ἁπαλῆς ἀπὸ δειρῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      203 κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        204 ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι᾽ ὁμίλου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          205 Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            206 καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              207 υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                208 βῆ δ᾽ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  209 ὀτρυνέων Δαναούς Τρώεσσι δὲ κήδεα τεῦχεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    210 Ἰδομενεὺς δ᾽ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      211 ἐρχόμενος παρ᾽ ἑταίρου ὅ οἱ νέον ἐκ πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        212 ἦλθε κατ᾽ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          213 τὸν μὲν ἑταῖροι ἔνεικαν ὃ δ᾽ἰητροῖς ἐπιτείλας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            214 ἤϊεν ἐς κλισίην ἔτι γὰρ πολέμοιο μενοίνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              215 ἀντιάαν τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                216 εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  217 ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    218 Αἰτωλοῖσιν ἄνασσε θεὸς δ᾽ὣς τίετο δήμῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      219 Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        220 οἴχονται τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          221 τὸν δ᾽αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            222 ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γ᾽αἴτιος ὅσσον ἔγωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              223 γιγνώσκω πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                224 οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  225 εἴκων ἀνδύεται πόλεμον κακόν ἀλλά που οὕτω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    226 μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      227 νωνύμνους ἀπολέσθαι ἀπ᾽ Ἄργεος ἐνθάδ᾽ Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        228 ἀλλὰ Θόαν καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          229 ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            230 τὼ νῦν μήτ᾽ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              231 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                232 Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  233 ἐκ Τροίης ἀλλ᾽ αὖθι κυνῶν μέλπηθρα γένοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    234 ὅς τις ἐπ᾽ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      235 ἀλλ᾽ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι ταῦτα δ᾽ἅμα χρὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        236 σπεύδειν αἴ κ᾽ὄφελός τι γενώμεθα καὶ δύ᾽ ἐόντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          237 συμφερτὴ δ᾽ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            238 νῶϊ δὲ καί κ᾽ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              239 ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                240 Ἰδομενεὺς δ᾽ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  241 δύσετο τεύχεα καλὰ περὶ χροΐ γέντο δὲ δοῦρε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    242 βῆ δ᾽ἴμεν ἀστεροπῇ ἐναλίγκιος ἥν τε Κρονίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      243 χειρὶ λαβὼν ἐτίναξεν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        244 δεικνὺς σῆμα βροτοῖσιν ἀρίζηλοι δέ οἱ αὐγαί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          245 ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            246 Μηριόνης δ᾽ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              247 ἐγγὺς ἔτι κλισίης μετὰ γὰρ δόρυ χάλκεον ᾔει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                248 οἰσόμενος τὸν δὲ προσέφη σθένος Ἰδομενῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  249 Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ᾽ ἑταίρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    250 τίπτ᾽ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      251 ἠέ τι βέβληαι βέλεος δέ σε τείρει ἀκωκή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        ἠέ τι βέβληαι βέλεος δέ σε τείρει ἀκωκή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          252 ἦέ τευ ἀγγελίης μετ᾽ ἔμ᾽ ἤλυθες οὐδέ τοι αὐτὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            253 ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι ἀλλὰ μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              254 τὸν δ᾽αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                255 Ἰδομενεῦ Κρητῶν βουληφόρε χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  256 ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    257 οἰσόμενος τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      258 ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        259 τὸν δ᾽αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          260 δούρατα δ᾽αἴ κ᾽ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            261 ἑσταότ᾽ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              262 Τρώϊα τὰ κταμένων ἀποαίνυμαι οὐ γὰρ ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                263 ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  264 τώ μοι δούρατά τ᾽ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    265 καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      266 τὸν δ᾽αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        267 καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          268 πόλλ᾽ ἔναρα Τρώων ἀλλ᾽ οὐ σχεδόν ἐστιν ἑλέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            269 οὐδὲ γὰρ οὐδ᾽ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              270 ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                271 ἵσταμαι ὁππότε νεῖκος ὀρώρηται πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  272 ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    273 λήθω μαρνάμενος σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      274 τὸν δ᾽αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        275 οἶδ᾽ ἀρετὴν οἷός ἐσσι τί σε χρὴ ταῦτα λέγεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          276 εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            277 ἐς λόχον ἔνθα μάλιστ᾽ ἀρετὴ διαείδεται ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              278 ἔνθ᾽ ὅ τε δειλὸς ἀνὴρ ὅς τ᾽ἄλκιμος ἐξεφαάνθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                279 τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  280 οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ᾽ ἐν φρεσὶ θυμός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    281 ἀλλὰ μετοκλάζει καὶ ἐπ᾽ ἀμφοτέρους πόδας ἵζει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      282 ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        283 κῆρας ὀϊομένῳ πάταγος δέ τε γίγνετ᾽ ὀδόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          284 τοῦ δ᾽ἀγαθοῦ οὔτ᾽ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            285 ταρβεῖ ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              286 ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                287 οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  288 εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    289 οὐκ ἂν ἐν αὐχέν᾽ ὄπισθε πέσοι βέλος οὐδ᾽ ἐνὶ νώτῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      290 ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        291 πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          292 ἀλλ᾽ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            293 ἑσταότες μή πού τις ὑπερφιάλως νεμεσήσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              294 ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                295 ὣς φάτο Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  296 καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    297 βῆ δὲ μετ᾽ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      298 οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        299 τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          300 ἕσπετο ὅς τ᾽ἐφόβησε ταλάφρονά περ πολεμιστήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            301 τὼ μὲν ἄρ᾽ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              302 ἠὲ μετὰ Φλεγύας μεγαλήτορας οὐδ᾽ ἄρα τώ γε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                303 ἔκλυον ἀμφοτέρων ἑτέροισι δὲ κῦδος ἔδωκαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  304 τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    305 ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      306 τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        307 Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          308 ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ ἦ ἀνὰ μέσσους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            309 ἦ ἐπ᾽ ἀριστερόφιν ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              310 δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                311 τὸν δ᾽αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  312 νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    313 Αἴαντές τε δύω Τεῦκρός θ᾽ὃς ἄριστος Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      314 τοξοσύνῃ ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        315 οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          316 Ἕκτορα Πριαμίδην καὶ εἰ μάλα καρτερός ἐστιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            317 αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              318 κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                319 νῆας ἐνιπρῆσαι ὅτε μὴ αὐτός γε Κρονίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  320 ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    321 ἀνδρὶ δέ κ᾽οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      322 ὃς θνητός τ᾽εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        323 χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          324 οὐδ᾽ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            325 ἔν γ᾽αὐτοσταδίῃ ποσὶ δ᾽οὔ πως ἔστιν ἐρίζειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              326 νῶϊν δ᾽ὧδ᾽ ἐπ᾽ ἀριστέρ᾽ ἔχε στρατοῦ ὄφρα τάχιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                327 εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἦέ τις ἡμῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  328 ὣς φάτο Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    329 ἦρχ᾽ ἴμεν ὄφρ᾽ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      330 οἳ δ᾽ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        331 αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          332 κεκλόμενοι καθ᾽ ὅμιλον ἐπ᾽ αὐτῷ πάντες ἔβησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            333 τῶν δ᾽ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              334 ὡς δ᾽ὅθ᾽ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                335 ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  336 οἵ τ᾽ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    337 ὣς ἄρα τῶν ὁμόσ᾽ ἦλθε μάχη μέμασαν δ᾽ἐνὶ θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      338 ἀλλήλους καθ᾽ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        339 ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          340 μακρῇς ἃς εἶχον ταμεσίχροας ὄσσε δ᾽ἄμερδεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            341 αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              342 θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                343 ἐρχομένων ἄμυδις μάλα κεν θρασυκάρδιος εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  344 ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδ᾽ ἀκάχοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    345 τὼ δ᾽ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      346 ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        347 Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          348 κυδαίνων Ἀχιλῆα πόδας ταχύν οὐδέ τι πάμπαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            349 ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              350 ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                351 Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  352 λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός ἤχθετο γάρ ῥα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    353 Τρωσὶν δαμναμένους Διὶ δὲ κρατερῶς ἐνεμέσσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      354 ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ᾽ ἴα πάτρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        355 ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          356 τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            357 λάθρῃ δ᾽αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              358 τοὶ δ᾽ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                359 πεῖραρ ἐπαλλάξαντες ἐπ᾽ ἀμφοτέροισι τάνυσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  360 ἄρρηκτόν τ᾽ἄλυτόν τε τὸ πολλῶν γούνατ᾽ ἔλυσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    361 ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      362 Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        363 πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          364 ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            365 ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              366 Κασσάνδρην ἀνάεδνον ὑπέσχετο δὲ μέγα ἔργον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                367 ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  368 τῷ δ᾽ὁ γέρων Πρίαμος ὑπό τ᾽ἔσχετο καὶ κατένευσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    369 δωσέμεναι ὃ δὲ μάρναθ᾽ ὑποσχεσίῃσι πιθήσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      370 Ἰδομενεὺς δ᾽αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        371 καὶ βάλεν ὕψι βιβάντα τυχών οὐδ᾽ ἤρκεσε θώρηξ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          372 χάλκεος ὃν φορέεσκε μέσῃ δ᾽ἐν γαστέρι πῆξε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            373 δούπησεν δὲ πεσών ὃ δ᾽ἐπεύξατο φώνησέν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              374 Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομ᾽ ἁπάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                375 εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ᾽ ὑπέστης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  376 Δαρδανίδῃ Πριάμῳ ὃ δ᾽ὑπέσχετο θυγατέρα ἥν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    377 καί κέ τοι ἡμεῖς ταῦτά γ᾽ὑποσχόμενοι τελέσαιμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      378 δοῖμεν δ᾽Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        379 Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν εἴ κε σὺν ἄμμιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          380 Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            381 ἀλλ᾽ ἕπε᾽ ὄφρ᾽ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              382 ἀμφὶ γάμῳ ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                383 ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  384 ἥρως Ἰδομενεύς τῷ δ᾽Ἄσιος ἦλθ᾽ ἐπαμύντωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    385 πεζὸς πρόσθ᾽ ἵππων τὼ δὲ πνείοντε κατ᾽ ὤμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      386 αἰὲν ἔχ᾽ ἡνίοχος θεράπων ὃ δὲ ἵετο θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        387 Ἰδομενῆα βαλεῖν ὃ δέ μιν φθάμενος βάλε δουρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          388 λαιμὸν ὑπ᾽ ἀνθερεῶνα διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            389 ἤριπε δ᾽ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              390 ἠὲ πίτυς βλωθρή τήν τ᾽οὔρεσι τέκτονες ἄνδρες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                391 ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  392 ὣς ὃ πρόσθ᾽ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    393 βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      394 ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        395 οὐδ᾽ ὅ γ᾽ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          396 ἂψ ἵππους στρέψαι τὸν δ᾽Ἀντίλοχος μενεχάρμης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            397 δουρὶ μέσον περόνησε τυχών οὐδ᾽ ἤρκεσε θώρηξ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              398 χάλκεος ὃν φορέεσκε μέσῃ δ᾽ἐν γαστέρι πῆξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                399 αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  400 ἵππους δ᾽Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    401 ἐξέλασε Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      402 Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        403 Ἀσίου ἀχνύμενος καὶ ἀκόντισε δουρὶ φαεινῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          404 ἀλλ᾽ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            405 Ἰδομενεύς κρύφθη γὰρ ὑπ᾽ ἀσπίδι πάντοσ᾽ ἐΐσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              406 τὴν ἄρ᾽ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                τὴν ἄρ᾽ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  407 δινωτὴν φορέεσκε δύω κανόνεσσ᾽ ἀραρυῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    408 τῇ ὕπο πᾶς ἐάλη τὸ δ᾽ὑπέρπτατο χάλκεον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      409 καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        410 ἔγχεος οὐδ᾽ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          411 ἀλλ᾽ ἔβαλ᾽ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            412 ἧπαρ ὑπὸ πραπίδων εἶθαρ δ᾽ὑπὸ γούνατ᾽ ἔλυσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              413 Δηΐφοβος δ᾽ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                414 οὐ μὰν αὖτ᾽ ἄτιτος κεῖτ᾽ Ἄσιος ἀλλά ἕ φημι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  415 εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    416 γηθήσειν κατὰ θυμόν ἐπεί ῥά οἱ ὤπασα πομπόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      417 ὣς ἔφατ᾽ Ἀργείοισι δ᾽ἄχος γένετ᾽ εὐξαμένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        418 Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          419 ἀλλ᾽ οὐδ᾽ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            420 ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              421 τὸν μὲν ἔπειθ᾽ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                422 Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  423 νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    424 Ἰδομενεὺς δ᾽οὐ λῆγε μένος μέγα ἵετο δ᾽αἰεὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      425 ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        426 ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          427 ἔνθ᾽ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            428 ἥρω᾽ Ἀλκάθοον γαμβρὸς δ᾽ἦν Ἀγχίσαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              429 πρεσβυτάτην δ᾽ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                430 τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  431 ἐν μεγάρῳ πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    432 κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί τοὔνεκα καί μιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      433 γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        434 τὸν τόθ᾽ ὑπ᾽ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          435 θέλξας ὄσσε φαεινά πέδησε δὲ φαίδιμα γυῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            436 οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ᾽ οὔτ᾽ ἀλέασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              437 ἀλλ᾽ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                438 ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  439 ἥρως Ἰδομενεύς ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    440 χάλκεον ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      441 δὴ τότε γ᾽αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        442 δούπησεν δὲ πεσών δόρυ δ᾽ἐν κραδίῃ ἐπεπήγει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          443 ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            444 ἔγχεος ἔνθα δ᾽ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              445 Ἰδομενεὺς δ᾽ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                446 Δηΐφοβ᾽ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  447 τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι ἐπεὶ σύ περ εὔχεαι οὕτω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    448 δαιμόνι᾽ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ᾽ ἐμεῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      449 ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ᾽ ἱκάνω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ᾽ ἱκάνω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          450 ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            451 Μίνως δ᾽αὖ τέκεθ᾽ υἱὸν ἀμύμονα Δευκαλίωνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              452 Δευκαλίων δ᾽ἐμὲ τίκτε πολέσσ᾽ ἄνδρεσσιν ἄνακτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                453 Κρήτῃ ἐν εὐρείῃ νῦν δ᾽ἐνθάδε νῆες ἔνεικαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  454 σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      455 ὣς φάτο Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        456 ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          457 ἂψ ἀναχωρήσας ἦ πειρήσαιτο καὶ οἶος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            458 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              459 βῆναι ἐπ᾽ Αἰνείαν τὸν δ᾽ὕστατον εὗρεν ὁμίλου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                460 ἑσταότ᾽ αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  461 οὕνεκ᾽ ἄρ᾽ ἐσθλὸν ἐόντα μετ᾽ ἀνδράσιν οὔ τι τίεσκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    462 ἀγχοῦ δ᾽ἱστάμενος ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      463 Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        464 γαμβρῷ ἀμυνέμεναι εἴ πέρ τί σε κῆδος ἱκάνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          465 ἀλλ᾽ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν ὅς σε πάρος γε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            466 γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              467 τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                468 ὣς φάτο τῷ δ᾽ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  469 βῆ δὲ μετ᾽ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    470 ἀλλ᾽ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      471 ἀλλ᾽ ἔμεν᾽ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        472 ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          473 χώρῳ ἐν οἰοπόλῳ φρίσσει δέ τε νῶτον ὕπερθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            474 ὀφθαλμὼ δ᾽ἄρα οἱ πυρὶ λάμπετον αὐτὰρ ὀδόντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              475 θήγει ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                476 ὣς μένεν Ἰδομενεὺς δουρικλυτός οὐδ᾽ ὑπεχώρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  477 Αἰνείαν ἐπιόντα βοηθόον αὖε δ᾽ἑταίρους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    478 Ἀσκάλαφόν τ᾽ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      479 Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        480 τοὺς ὅ γ᾽ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          481 δεῦτε φίλοι καί μ᾽οἴῳ ἀμύνετε δείδια δ᾽αἰνῶς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            482 Αἰνείαν ἐπιόντα πόδας ταχύν ὅς μοι ἔπεισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              483 ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                484 καὶ δ᾽ἔχει ἥβης ἄνθος ὅ τε κράτος ἐστὶ μέγιστον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  485 εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ᾽ ἐπὶ θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    486 αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος ἠὲ φεροίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      487 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        488 πλησίοι ἔστησαν σάκε᾽ ὤμοισι κλίναντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          πλησίοι ἔστησαν σάκε᾽ ὤμοισι κλίναντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            489 Αἰνείας δ᾽ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              490 Δηΐφοβόν τε Πάριν τ᾽ἐσορῶν καὶ Ἀγήνορα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                491 οἵ οἱ ἅμ᾽ ἡγεμόνες Τρώων ἔσαν αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  492 λαοὶ ἕπονθ᾽ ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    493 πιόμεν᾽ ἐκ βοτάνης γάνυται δ᾽ἄρα τε φρένα ποιμήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      494 ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        495 ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          496 οἳ δ᾽ἀμφ᾽ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            497 μακροῖσι ξυστοῖσι περὶ στήθεσσι δὲ χαλκὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              498 σμερδαλέον κονάβιζε τιτυσκομένων καθ᾽ ὅμιλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                499 ἀλλήλων δύο δ᾽ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  500 Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    501 ἵεντ᾽ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      502 Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        503 ἀλλ᾽ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          504 αἰχμὴ δ᾽Αἰνείαο κραδαινομένη κατὰ γαίης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            αἰχμὴ δ᾽Αἰνείαο κραδαινομένη κατὰ γαίης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              505 ᾤχετ᾽ ἐπεί ῥ᾽ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                506 Ἰδομενεὺς δ᾽ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  507 ῥῆξε δὲ θώρηκος γύαλον διὰ δ᾽ἔντερα χαλκὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    508 ἤφυσ᾽ ὃ δ᾽ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      509 Ἰδομενεὺς δ᾽ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        510 ἐσπάσατ᾽ οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἄλλα δυνήσατο τεύχεα καλὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          511 ὤμοιιν ἀφελέσθαι ἐπείγετο γὰρ βελέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            512 οὐ γὰρ ἔτ᾽ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              513 οὔτ᾽ ἄρ᾽ ἐπαΐξαι μεθ᾽ ἑὸν βέλος οὔτ᾽ ἀλέασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                514 τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  515 τρέσσαι δ᾽οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    516 τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      517 Δηΐφοβος δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        518 ἀλλ᾽ ὅ γε καὶ τόθ᾽ ἅμαρτεν ὃ δ᾽Ἀσκάλαφον βάλε δουρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          519 υἱὸν Ἐνυαλίοιο δι᾽ ὤμου δ᾽ὄβριμον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            520 ἔσχεν ὃ δ᾽ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              521 οὐδ᾽ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                522 υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  523 ἀλλ᾽ ὅ γ᾽ἄρ᾽ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    524 ἧστο Διὸς βουλῇσιν ἐελμένος ἔνθά περ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      525 ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        526 οἳ δ᾽ἀμφ᾽ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          527 Δηΐφοβος μὲν ἀπ᾽ Ἀσκαλάφου πήληκα φαεινὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            528 ἥρπασε Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              529 δουρὶ βραχίονα τύψεν ἐπάλμενος ἐκ δ᾽ἄρα χειρὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                530 αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  531 Μηριόνης δ᾽ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    532 ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      533 ἂψ δ᾽ἑτάρων εἰς ἔθνος ἐχάζετο τὸν δὲ Πολίτης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        534 αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          535 ἐξῆγεν πολέμοιο δυσηχέος ὄφρ᾽ ἵκεθ᾽ ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            536 ὠκέας οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              537 ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ᾽ ἔχοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                538 οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  539 τειρόμενον κατὰ δ᾽αἷμα νεουτάτου ἔρρεε χειρός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    540 οἳ δ᾽ἄλλοι μάρναντο βοὴ δ᾽ἄσβεστος ὀρώρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      541 ἔνθ᾽ Αἰνέ‿ας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        542 λαιμὸν τύψ᾽ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          543 ἐκλίνθη δ᾽ἑτέρωσε κάρη ἐπὶ δ᾽ἀσπὶς ἑάφθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            544 καὶ κόρυς ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              545 Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                546 οὔτασ᾽ ἐπαΐξας ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  547 ἥ τ᾽ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν᾽ ἱκάνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    548 τὴν ἀπὸ πᾶσαν ἔκερσεν ὃ δ᾽ὕπτιος ἐν κονίῃσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      549 κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        550 Ἀντίλοχος δ᾽ἐπόρουσε καὶ αἴνυτο τεύχε᾽ ἀπ᾽ ὤμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          551 παπταίνων Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            552 οὔταζον σάκος εὐρὺ παναίολον οὐδὲ δύναντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              553 εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                554 Ἀντιλόχου πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  555 Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    556 οὐ μὲν γάρ ποτ᾽ ἄνευ δηΐων ἦν ἀλλὰ κατ᾽ αὐτοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      557 στρωφᾶτ᾽ οὐδέ οἱ ἔγχος ἔχ᾽ ἀτρέμας ἀλλὰ μάλ᾽ αἰεὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        558 σειόμενον ἐλέλικτο τιτύσκετο δὲ φρεσὶν ᾗσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          559 ἤ τευ ἀκοντίσσαι ἠὲ σχεδὸν ὁρμηθῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            ἤ τευ ἀκοντίσσαι ἠὲ σχεδὸν ὁρμηθῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              560 ἀλλ᾽ οὐ λῆθ᾽ Ἀδάμαντα τιτυσκόμενος καθ᾽ ὅμιλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                561 Ἀσιάδην ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  562 ἐγγύθεν ὁρμηθείς ἀμενήνωσεν δέ οἱ αἰχμὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    563 κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      564 καὶ τὸ μὲν αὐτοῦ μεῖν᾽ ὥς τε σκῶλος πυρίκαυστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        565 ἐν σάκει Ἀντιλόχοιο τὸ δ᾽ἥμισυ κεῖτ᾽ ἐπὶ γαίης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          566 ἂψ δ᾽ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            567 Μηριόνης δ᾽ἀπιόντα μετασπόμενος βάλε δουρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              568 αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ ἔνθα μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                569 γίγνετ᾽ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  570 ἔνθά οἱ ἔγχος ἔπηξεν ὃ δ᾽ἑσπόμενος περὶ δουρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    571 ἤσπαιρ᾽ ὡς ὅτε βοῦς τόν τ᾽οὔρεσι βουκόλοι ἄνδρες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      572 ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        573 ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ οὔ τι μάλα δήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          574 ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ᾽ ἐγγύθεν ἐλθὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            575 ἥρως Μηριόνης τὸν δὲ σκότος ὄσσε κάλυψε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              576 Δηΐπυρον δ᾽Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                577 Θρηϊκίῳ μεγάλῳ ἀπὸ δὲ τρυφάλειαν ἄραξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  578 ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε καί τις Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    579 μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      580 τὸν δὲ κατ᾽ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        581 Ἀτρεΐδην δ᾽ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          582 βῆ δ᾽ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            583 ὀξὺ δόρυ κραδάων ὃ δὲ τόξου πῆχυν ἄνελκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              584 τὼ δ᾽ἄρ᾽ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                585 ἵετ᾽ ἀκοντίσσαι ὃ δ᾽ἀπὸ νευρῆφιν ὀϊστῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  586 Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    587 θώρηκος γύαλον ἀπὸ δ᾽ἔπτατο πικρὸς ὀϊστός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      588 ὡς δ᾽ὅτ᾽ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ᾽ ἀλωὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        589 θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          590 πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            591 ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              592 πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                593 Ἀτρεΐδης δ᾽ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  594 τὴν βάλεν ᾗ ῥ᾽ἔχε τόξον ἐΰξοον ἐν δ᾽ἄρα τόξῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    595 ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      596 ἂψ δ᾽ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        597 χεῖρα παρακρεμάσας τὸ δ᾽ἐφέλκετο μείλινον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          598 καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            599 αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              600 σφενδόνῃ ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                601 Πείσανδρος δ᾽ἰθὺς Μενελάου κυδαλίμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  602 ἤϊε τὸν δ᾽ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    603 σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      604 οἳ δ᾽ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        605 Ἀτρεΐδης μὲν ἅμαρτε παραὶ δέ οἱ ἐτράπετ᾽ ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          606 Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            607 οὔτασεν οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              608 ἔσχεθε γὰρ σάκος εὐρύ κατεκλάσθη δ᾽ἐνὶ καυλῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                609 ἔγχος ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  610 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    611 ἆλτ᾽ ἐπὶ Πεισάνδρῳ ὃ δ᾽ὑπ᾽ ἀσπίδος εἵλετο καλὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      612 ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        613 μακρῷ ἐϋξέστῳ ἅμα δ᾽ἀλλήλων ἐφίκοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          614 ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            615 ἄκρον ὑπὸ λόφον αὐτόν ὃ δὲ προσιόντα μέτωπον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              616 ῥινὸς ὕπερ πυμάτης λάκε δ᾽ὀστέα τὼ δέ οἱ ὄσσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                617 πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  618 ἰδνώθη δὲ πεσών ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    619 τεύχεά τ᾽ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      620 λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        621 Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          622 ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            623 ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες οὐδέ τι θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              624 Ζηνὸς ἐριβρεμέτε‿ω χαλεπὴν ἐδϝείσατε μῆνιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                625 ξεινίου ὅς τέ ποτ᾽ ὔμμι διαφθέρσει πόλιν αἰπήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  626 οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    627 μὰψ οἴχεσθ᾽ ἀνάγοντες ἐπεὶ φιλέεσθε παρ᾽ αὐτῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      628 νῦν αὖτ᾽ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        629 πῦρ ὀλοὸν βαλέειν κτεῖναι δ᾽ἥρωας Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          630 ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            631 Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              632 ἀνδρῶν ἠδὲ θεῶν σέο δ᾽ἐκ τάδε πάντα πέλονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                633 οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  634 Τρωσίν τῶν μένος αἰὲν ἀτάσθαλον οὐδὲ δύνανται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    635 φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      636 πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        637 μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          638 τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            639 ἢ πολέμου Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              640 ὣς εἰπὼν τὰ μὲν ἔντε᾽ ἀπὸ χροὸς αἱματόεντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                641 συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  642 αὐτὸς δ᾽αὖτ᾽ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    643 ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      644 Ἁρπαλίων ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        645 ἐς τροίην οὐδ᾽ αὖτις ἀφίκετο πατρίδα γαῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          646 ὅς ῥα τότ᾽ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            647 ἐγγύθεν οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              648 ἂψ δ᾽ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                649 πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  650 Μηριόνης δ᾽ἀπιόντος ἵει χαλκήρε᾽ ὀϊστόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    651 καί ῥ᾽ἔβαλε γλουτὸν κάτα δεξιόν αὐτὰρ ὀϊστὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      652 ἀντικρὺ κατὰ κύστιν ὑπ᾽ ὀστέον ἐξεπέρησεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        653 ἑζόμενος δὲ κατ᾽ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          654 θυμὸν ἀποπνείων ὥς τε σκώληξ ἐπὶ γαίῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            θυμὸν ἀποπνείων ὥς τε σκώληξ ἐπὶ γαίῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              655 κεῖτο ταθείς ἐκ δ᾽αἷμα μέλαν ῥέε δεῦε δὲ γαῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                656 τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  657 ἐς δίφρον δ᾽ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    658 ἀχνύμενοι μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      659 ποινὴ δ᾽οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        660 τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          661 ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            662 τοῦ ὅ γε χωόμενος προΐει χαλκήρε᾽ ὀϊστόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              663 ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                664 ἀφνειός τ᾽ἀγαθός τε Κορινθόθι οἰκία ναίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  665 ὅς ῥ᾽εὖ εἰδὼς κῆρ᾽ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    666 πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      667 νούσῳ ὑπ᾽ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        668 ἢ μετ᾽ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          ἢ μετ᾽ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            669 τώ ῥ᾽ἅμα τ᾽ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              670 νοῦσόν τε στυγερήν ἵνα μὴ πάθοι ἄλγεα θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                671 τὸν βάλ᾽ ὑπὸ γναθμοῖο καὶ οὔατος ὦκα δὲ θυμὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  672 ᾤχετ᾽ ἀπὸ μελέων στυγερὸς δ᾽ἄρα μιν σκότος εἷλεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    673 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      674 Ἕκτωρ δ᾽οὐκ ἐπέπυστο Διῒ φίλος οὐδέ τι ᾔδη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        675 ὅττί ῥά οἱ νηῶν ἐπ᾽ ἀριστερὰ δηϊόωντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          676 λαοὶ ὑπ᾽ Ἀργείων τάχα δ᾽ἂν καὶ κῦδος Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            677 ἔπλετο τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              678 ὄτρυν᾽ Ἀργείους πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                679 ἀλλ᾽ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  680 ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    681 ἔνθ᾽ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      682 θῖν᾽ ἔφ᾽ ἁλὸς πολιῆς εἰρυμέναι αὐτὰρ ὕπερθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        683 τεῖχος ἐδέδμητο χθαμαλώτατον ἔνθα μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          684 ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            685 ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              686 Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                687 σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον οὐδὲ δύναντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  688 ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    689 οἳ μὲν Ἀθηναίων προλελεγμένοι ἐν δ᾽ἄρα τοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      690 ἦρχ᾽ υἱὸς Πετεῶο Μενεσθεύς οἳ δ᾽ἅμ᾽ ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        691 Φείδας τε Στιχίος τε Βίας τ᾽ἐΰς αὐτὰρ Ἐπειῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          692 Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            693 πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              694 ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                695 ἔσκε Μέδων Αἴαντος ἀδελφεός αὐτὰρ ἔναιεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  696 ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    697 γνωτὸν μητρυιῆς Ἐριώπιδος ἣν ἔχ᾽ Ὀϊλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      698 αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        699 οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          700 ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            701 Αἴας δ᾽οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              702 ἵστατ᾽ ἀπ᾽ Αἴαντος Τελαμωνίου οὐδ᾽ ἠβαιόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                703 ἀλλ᾽ ὥς τ᾽ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  704 ἶσον θυμὸν ἔχοντε τιταίνετον ἀμφὶ δ᾽ἄρά σφι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    705 πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      706 τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        707 ἱεμένω κατὰ ὦλκα τέμει δέ τε τέλσον ἀρούρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          708 ὣς τὼ παρβεβαῶτε μάλ᾽ ἕστασαν ἀλλήλοιιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            709 ἀλλ᾽ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              710 λαοὶ ἕπονθ᾽ ἕταροι οἵ οἱ σάκος ἐξεδέχοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                711 ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ᾽ ἵκοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  712 οὐδ᾽ ἄρ᾽ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    713 οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      714 οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        715 οὐδ᾽ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          716 ἀλλ᾽ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            717 Ἴλιον εἰς ἅμ᾽ ἕποντο πεποιθότες οἷσιν ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              718 ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                719 δή ῥα τόθ᾽ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  720 μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    721 οἳ δ᾽ὄπιθεν βάλλοντες ἐλάνθανον οὐδέ τι χάρμης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      722 Τρῶες μιμνήσκοντο συνεκλόνεον γὰρ ὀϊστοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        723 ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          724 Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            725 εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              726 Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                727 οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  728 τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    729 ἀλλ᾽ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      730 ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        731 ἄλλῳ δ᾽ὀρχηστύν ἑτέρῳ κίθαριν καὶ ἀοιδήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          732 ἄλλῳ δ᾽ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            733 ἐσθλόν τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ᾽ ἄνθρωποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              734 καί τε πολέ‿ας ἐσάωσε μάλιστα δὲ καὐτὸς ἀνέγνω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                735 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  736 πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    737 Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      738 οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν οἳ δὲ μάχονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        739 παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          740 ἀλλ᾽ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            741 ἔνθεν δ᾽ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              742 ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                743 αἴ κ᾽ἐθέλῃσι θεὸς δόμεναι κράτος ἦ κεν ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  744 πὰρ νηῶν ἔλθωμεν ἀπήμονες ἦ γὰρ ἔγωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    745 δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      746 χρεῖος ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        747 μίμνει ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          748 ὣς φάτο Πουλυδάμας ἅδε δ᾽Ἕκτορι μῦθος ἀπήμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            749 αὐτίκα δ᾽ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              750 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                751 Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  752 αὐτὰρ ἐγὼ κεῖσ᾽ εἶμι καὶ ἀντιόω πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    753 αἶψα δ᾽ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      754 ἦ ῥα καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        755 κεκλήγων διὰ δὲ Τρώων πέτετ᾽ ἠδ᾽ ἐπικούρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          κεκλήγων διὰ δὲ Τρώων πέτετ᾽ ἠδ᾽ ἐπικούρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            756 οἳ δ᾽ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              757 πάντες ἐπεσσεύοντ᾽ ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                758 αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θ᾽Ἑλένοιο ἄνακτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  759 Ἀσιάδην τ᾽Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    760 φοίτα ἀνὰ προμάχους διζήμενος εἴ που ἐφεύροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      761 τοὺς δ᾽εὗρ᾽ οὐκέτι πάμπαν ἀπήμονας οὐδ᾽ ἀνολέθρους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        762 ἀλλ᾽ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          763 χερσὶν ὑπ᾽ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            764 οἳ δ᾽ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              765 τὸν δὲ τάχ᾽ εὗρε μάχης ἐπ᾽ ἀριστερὰ δακρυοέσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                766 δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  767 θαρσύνονθ᾽ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    768 ἀγχοῦ δ᾽ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      769 Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        770 ποῦ τοι Δηΐφοβός τε βίη θ᾽Ἑλένοιο ἄνακτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          771 Ἀσιάδης τ᾽Ἀδάμας ἠδ᾽ Ἄσιος Ὑρτάκου υἱός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            772 ποῦ δέ τοι Ὀθρυονεύς νῦν ὤλετο πᾶσα κατ᾽ ἄκρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              773 Ἴλιος αἰπεινή νῦν τοι σῶς αἰπὺς ὄλεθρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                774 τὸν δ᾽αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  775 Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    776 ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      777 μέλλω ἐπεὶ‿οὐδ᾽ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        778 ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          779 ἐκ τοῦ δ᾽ἐνθάδ᾽ ἐόντες ὁμιλέομεν Δαναοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            780 νωλεμέως ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              781 οἴω Δηΐφοβός τε βίη θ᾽Ἑλένοιο ἄνακτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                782 οἴχεσθον μακρῇσι τετυμμένω ἐγχείῃσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  783 ἀμφοτέρω κατὰ χεῖρα φόνον δ᾽ἤμυνε Κρονίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    784 νῦν δ᾽ἄρχ᾽ ὅππῃ σε κραδίη θυμός τε κελεύει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      785 ἡμεῖς δ᾽ἐμμεμαῶτες ἅμ᾽ ἑψόμεθ᾽ οὐδέ τί φημι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        786 ἀλκῆς δευήσεσθαι ὅση δύναμίς γε πάρεστι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          787 πὰρ δύναμιν δ᾽οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            788 ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              789 βὰν δ᾽ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                790 ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  791 Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    792 Πάλμύν τ᾽Ἀσκάνιόν τε Μόρυν θ᾽υἷ᾽ Ἱπποτίωνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      793 οἵ ῥ᾽ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        794 ἠοῖ τῇ προτέρῃ τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          795 οἳ δ᾽ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            796 ἥ ῥά θ᾽ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              797 θεσπεσίῳ δ᾽ὁμάδῳ ἁλὶ μίσγεται ἐν δέ τε πολλὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                798 κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  799 κυρτὰ φαληριόωντα πρὸ μέν τ᾽ἄλλ᾽ αὐτὰρ ἐπ᾽ ἄλλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    800 ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες αὐτὰρ ἐπ᾽ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      801 χαλκῷ μαρμαίροντες ἅμ᾽ ἡγεμόνεσσιν ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        802 Ἕκτωρ δ᾽ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          803 Πριαμίδης πρόσθεν δ᾽ἔχεν ἀσπίδα πάντοσ᾽ ἐΐσην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            804 ῥινοῖσιν πυκινήν πολλὸς δ᾽ἐπελήλατο χαλκός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              805 ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                806 πάντῃ δ᾽ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  807 εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    808 ἀλλ᾽ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      809 Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        810 δαιμόνιε σχεδὸν ἐλθέ τί ἢ δειδίσσεαι αὔτως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          811 Ἀργείους οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            812 ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              813 ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                814 νῆας ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  815 ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    816 χερσὶν ὑφ᾽ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      817 σοὶ δ᾽αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        818 ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          819 θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            820 οἵ σε πόλιν δ᾽οἴσουσι κονίοντες πεδίοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              821 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                822 αἰετὸς ὑψιπέτης ἐπὶ δ᾽ἴαχε λαὸς Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  823 θάρσυνος οἰωνῷ ὃ δ᾽ἀμείβετο φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    824 Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      825 εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        826 εἴην ἤματα πάντα τέκοι δέ με πότνια Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          827 τιοίμην δ᾽ὡς τίετ᾽ Ἀθηναίη καὶ Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            828 ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              829 πᾶσι μάλ᾽ ἐν δὲ σὺ τοῖσι πεφήσεαι αἴ κε ταλάσσῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                830 μεῖναι ἐμὸν δόρυ μακρόν ὅ τοι χρόα λειριόεντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  831 δάψει ἀτὰρ Τρώων κορέεις κύνας ἠδ᾽ οἰωνοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    832 δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      833 ὣς ἄρα φωνήσας ἡγήσατο τοὶ δ᾽ἅμ᾽ ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        834 ἠχῇ θεσπεσίῃ ἐπὶ δ᾽ἴαχε λαὸς ὄπισθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          835 Ἀργεῖοι δ᾽ἑτέρωθεν ἐπίαχον οὐδὲ λάθοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            836 ἀλκῆς ἀλλ᾽ ἔμενον Τρώων ἐπιόντας ἀρίστους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              837 ἠχὴ δ᾽ἀμφοτέρων ἵκετ᾽ αἰθέρα καὶ Διὸς αὐγάς