Index

ΙΛΙΑΔΟΣ Λ


1 Ἠὼς δ᾽ἐκ λεχέων παρ᾽ ἀγαυοῦ Τιθωνοῖο
    2 ὄρνυθ᾽ ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι
      3 Ζεὺς δ᾽Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
        4 ἀργαλέην πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν
          5 στῆ δ᾽ἐπ᾽ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ
            6 ἥ ῥ᾽ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε
              7 ἠμὲν ἐπ᾽ Αἴαντος κλισίας Τελαμωνιάδαο
                8 ἠδ᾽ ἐπ᾽ Ἀχιλλῆος τοί ῥ᾽ἔσχατα νῆας ἐΐσας
                  9 εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
                    10 ἔνθα στᾶσ᾽ ἤϋσε θεὰ μέγα τε δεινόν τε
                      11 ὄρθι᾽ Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ᾽ ἑκάστῳ
                        12 καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι
                          13 τοῖσι δ᾽ἄφαρ πόλεμος γλυκίων γένετ᾽ ἠὲ νέεσθαι
                            14 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν
                              15 Ἀτρεΐδης δ᾽ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
                                16 Ἀργείους ἐν δ᾽αὐτὸς ἐδύσετο νώροπα χαλκόν
                                  17 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
                                    18 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας
                                      19 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
                                        20 τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι
                                          21 πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ᾽ Ἀχαιοὶ
                                            22 ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον
                                              23 τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ
                                                24 τοῦ δ᾽ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο
                                                  25 δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο
                                                    δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο
                                                      α´β´
                                                      26 κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
                                                        27 τρεῖς ἑκάτερθ᾽ ἴρισσιν ἐοικότες ἅς τε Κρονίων
                                                          28 ἐν νέφεϊ στήριξε τέρας μερόπων ἀνθρώπων
                                                            29 ἀμφὶ δ᾽ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἐν δέ οἱ ἧλοι
                                                              30 χρύσειοι πάμφαινον ἀτὰρ περὶ κουλεὸν ἦεν
                                                                31 ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός
                                                                  32 ἂν δ᾽ἕλετ᾽ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
                                                                    33 καλήν ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν
                                                                      34 ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
                                                                        35 λευκοί ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο
                                                                          36 τῇ δ᾽ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
                                                                            37 δεινὸν δερκομένη περὶ δὲ Δεῖμός τε Φόβος τε
                                                                              38 τῆς δ᾽ἐξ ἀργύρεος τελαμὼν ἦν αὐτὰρ ἐπ᾽ αὐτοῦ
                                                                                39 κυάνεος ἐλέλικτο δράκων κεφαλαὶ δέ οἱ ἦσαν
                                                                                  40 τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι
                                                                                    41 κρατὶ δ᾽ἐπ᾽ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
                                                                                      42 ἵππουριν δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν
                                                                                        43 εἵλετο δ᾽ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
                                                                                          44 ὀξέα τῆλε δὲ χαλκὸς ἀπ᾽ αὐτόφιν οὐρανὸν εἴσω
                                                                                            45 λάμπ᾽ ἐπὶ δ᾽ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη
                                                                                              46 τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης
                                                                                                τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης
                                                                                                  α´β´
                                                                                                  47 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
                                                                                                    48 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ᾽ ἐπὶ τάφρῳ
                                                                                                      49 αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
                                                                                                        50 ῥώοντ᾽ ἄσβεστος δὲ βοὴ γένετ᾽ ἠῶθι πρό
                                                                                                          51 φθὰν δὲ μέγ᾽ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες
                                                                                                            52 ἱππῆες δ᾽ὀλίγον μετεκίαθον ἐν δὲ κυδοιμὸν
                                                                                                              53 ὦρσε κακὸν Κρονίδης κατὰ δ᾽ὑψόθεν ἧκεν ἐέρσας
                                                                                                                54 αἵματι μυδαλέας ἐξ αἰθέρος οὕνεκ᾽ ἔμελλε
                                                                                                                  55 πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν
                                                                                                                    56 Τρῶες δ᾽αὖθ᾽ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
                                                                                                                      57 Ἕκτορά τ᾽ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
                                                                                                                        58 Αἰνείαν θ᾽ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ
                                                                                                                          59 τρεῖς τ᾽Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
                                                                                                                            60 ἠΐθεόν τ᾽Ἀκάμαντ᾽ ἐπιείκελον ἀθανάτοισιν
                                                                                                                              61 Ἕκτωρ δ᾽ἐν πρώτοισι φέρ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην
                                                                                                                                62 οἷος δ᾽ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
                                                                                                                                  63 παμφαίνων τοτὲ δ᾽αὖτις ἔδυ νέφεα σκιόεντα
                                                                                                                                    64 ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν
                                                                                                                                      65 ἄλλοτε δ᾽ἐν πυμάτοισι κελεύων πᾶς δ᾽ἄρα χαλκῷ
                                                                                                                                        66 λάμφ᾽ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο
                                                                                                                                          67 οἳ δ᾽ὥς τ᾽ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
                                                                                                                                            68 ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ᾽ ἄρουραν
                                                                                                                                              69 πυρῶν ἢ κριθῶν τὰ δὲ δράγματα ταρφέα πίπτει
                                                                                                                                                70 ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ᾽ ἀλλήλοισι θορόντες
                                                                                                                                                  71 δῄουν οὐδ᾽ ἕτεροι μνώοντ᾽ ὀλοοῖο φόβοιο
                                                                                                                                                    72 ἴσας δ᾽ὑσμίνη κεφαλὰς ἔχεν οἳ δὲ λύκοι ὣς
                                                                                                                                                      73 θῦνον Ἔρις δ᾽ἄρ᾽ ἔχαιρε πολύστονος εἰσορόωσα
                                                                                                                                                        74 οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν
                                                                                                                                                          75 οἳ δ᾽ἄλλοι οὔ σφιν πάρεσαν θεοί ἀλλὰ ἕκηλοι
                                                                                                                                                            76 σφοῖσιν ἐνὶ μεγάροισι καθήατο ἧχι ἑκάστῳ
                                                                                                                                                              77 δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο
                                                                                                                                                                78 πάντες δ᾽ᾐτιόωντο κελαινεφέα Κρονίωνα
                                                                                                                                                                  79 οὕνεκ᾽ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι
                                                                                                                                                                    80 τῶν μὲν ἄρ᾽ οὐκ ἀλέγιζε πατήρ ὃ δὲ νόσφι λιασθεὶς
                                                                                                                                                                      81 τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
                                                                                                                                                                        82 εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
                                                                                                                                                                          83 χαλκοῦ τε στεροπήν ὀλλύντάς τ᾽ὀλλυμένους τε
                                                                                                                                                                            84 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ
                                                                                                                                                                              85 τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο πῖπτε δὲ λαός
                                                                                                                                                                                86 ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
                                                                                                                                                                                  87 οὔρεος ἐν βήσσῃσιν ἐπεί τ᾽ἐκορέσσατο χεῖρας
                                                                                                                                                                                    88 τάμνων δένδρεα μακρά ἅδος τέ μιν ἵκετο θυμόν
                                                                                                                                                                                      89 σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ
                                                                                                                                                                                        90 τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
                                                                                                                                                                                          91 κεκλόμενοι ἑτάροισι κατὰ στίχας ἐν δ᾽Ἀγαμέμνων
                                                                                                                                                                                            92 πρῶτος ὄρουσ᾽ ἕλε δ᾽ἄνδρα Βιάνορα ποιμένα λαῶν
                                                                                                                                                                                              93 αὐτόν ἔπειτα δ᾽ἑταῖρον Ὀϊλῆα πλήξιππον
                                                                                                                                                                                                94 ἤτοι ὅ γ᾽ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη
                                                                                                                                                                                                  95 τὸν δ᾽ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
                                                                                                                                                                                                    96 νύξ᾽ οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια
                                                                                                                                                                                                      97 ἀλλὰ δι᾽ αὐτῆς ἦλθε καὶ ὀστέου ἐγκέφαλος δὲ
                                                                                                                                                                                                        98 ἔνδον ἅπας πεπάλακτο δάμασσε δέ μιν μεμαῶτα
                                                                                                                                                                                                          99 καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                            100 στήθεσι παμφαίνοντας ἐπεὶ περίδυσε χιτῶνας
                                                                                                                                                                                                              101 αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
                                                                                                                                                                                                                102 υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
                                                                                                                                                                                                                  103 εἰν ἑνὶ δίφρῳ ἐόντας ὃ μὲν νόθος ἡνιόχευεν
                                                                                                                                                                                                                    104 Ἄντιφος αὖ παρέβασκε περικλυτός ὥ ποτ᾽ Ἀχιλλεὺς
                                                                                                                                                                                                                      105 Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι
                                                                                                                                                                                                                        106 ποιμαίνοντ᾽ ἐπ᾽ ὄεσσι λαβών καὶ ἔλυσεν ἀποίνων
                                                                                                                                                                                                                          107 δὴ τότε γ᾽Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                            108 τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί
                                                                                                                                                                                                                              109 Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει ἐκ δ᾽ἔβαλ᾽ ἵππων
                                                                                                                                                                                                                                110 σπερχόμενος δ᾽ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
                                                                                                                                                                                                                                  111 γιγνώσκων καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
                                                                                                                                                                                                                                    112 εἶδεν ὅτ᾽ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                      113 ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
                                                                                                                                                                                                                                        114 ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
                                                                                                                                                                                                                                          115 ἐλθὼν εἰς εὐνήν ἁπαλόν τέ σφ᾽ἦτορ ἀπηύρα
                                                                                                                                                                                                                                            116 ἣ δ᾽εἴ πέρ τε τύχῃσι μάλα σχεδόν οὐ δύναταί σφι
                                                                                                                                                                                                                                              117 χραισμεῖν αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει
                                                                                                                                                                                                                                                118 καρπαλίμως δ᾽ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
                                                                                                                                                                                                                                                  119 σπεύδουσ᾽ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ᾽ ὁρμῆς
                                                                                                                                                                                                                                                    120 ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
                                                                                                                                                                                                                                                      121 Τρώων ἀλλὰ καὶ αὐτοὶ ὑπ᾽ Ἀργείοισι φέβοντο
                                                                                                                                                                                                                                                        122 αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
                                                                                                                                                                                                                                                          123 υἱέας Ἀντιμάχοιο δαΐφρονος ὅς ῥα μάλιστα
                                                                                                                                                                                                                                                            124 χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
                                                                                                                                                                                                                                                              125 οὐκ εἴασχ᾽ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ
                                                                                                                                                                                                                                                                126 τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                  127 εἰν ἑνὶ δίφρῳ ἐόντας ὁμοῦ δ᾽ἔχον ὠκέας ἵππους
                                                                                                                                                                                                                                                                    128 ἐκ γάρ σφε‿ας χειρῶν φύγον ἡνία σιγαλόεντα
                                                                                                                                                                                                                                                                      129 τὼ δὲ κυκηθήτην ὃ δ᾽ἐναντίον ὦρτο λέων ὣς
                                                                                                                                                                                                                                                                        130 Ἀτρεΐδης τὼ δ᾽αὖτ᾽ ἐκ δίφρου γουναζέσθην
                                                                                                                                                                                                                                                                          131 ζώγρει Ἀτρέος υἱέ σὺ δ᾽ἄξια δέξαι ἄποινα
                                                                                                                                                                                                                                                                            132 πολλὰ δ᾽ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
                                                                                                                                                                                                                                                                              133 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος
                                                                                                                                                                                                                                                                                134 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα
                                                                                                                                                                                                                                                                                  135 εἰ νῶϊ ζωοὺς πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                    136 ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
                                                                                                                                                                                                                                                                                      137 μειλιχίοις ἐπέεσσιν ἀμείλικτον δ᾽ὄπ᾽ ἄκουσαν
                                                                                                                                                                                                                                                                                        138 εἰ μὲν δὴ‿Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν
                                                                                                                                                                                                                                                                                          139 ὅς ποτ᾽ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
                                                                                                                                                                                                                                                                                            140 ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
                                                                                                                                                                                                                                                                                              141 αὖθι κατακτεῖναι μηδ᾽ ἐξέμεν ἂψ ἐς Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                142 νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην
                                                                                                                                                                                                                                                                                                  143 ἦ καὶ Πείσανδρον μὲν ἀφ᾽ ἵππων ὦσε χαμᾶζε
                                                                                                                                                                                                                                                                                                    144 δουρὶ βαλὼν πρὸς στῆθος ὃ δ᾽ὕπτιος οὔδει ἐρείσθη
                                                                                                                                                                                                                                                                                                      145 Ἱππόλοχος δ᾽ἀπόρουσε τὸν αὖ χαμαὶ ἐξενάριξε
                                                                                                                                                                                                                                                                                                        146 χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ᾽αὐχένα κόψας
                                                                                                                                                                                                                                                                                                          147 ὅλμον δ᾽ὣς ἔσσευε κυλίνδεσθαι δι᾽ ὁμίλου
                                                                                                                                                                                                                                                                                                            148 τοὺς μὲν ἔασ᾽ ὃ δ᾽ὅθι πλεῖσται κλονέοντο φάλαγγες
                                                                                                                                                                                                                                                                                                              149 τῇ ῥ᾽ἐνόρουσ᾽ ἅμα δ᾽ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                150 πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ
                                                                                                                                                                                                                                                                                                                  151 ἱππεῖς δ᾽ἱππῆας ὑπὸ δέ σφισιν ὦρτο κονίη
                                                                                                                                                                                                                                                                                                                    ἱππεῖς δ᾽ἱππῆας ὑπὸ δέ σφισιν ὦρτο κονίη
                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                      152 ἐκ πεδίου τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
                                                                                                                                                                                                                                                                                                                        153 χαλκῷ δηϊόωντες ἀτὰρ κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                          154 αἰὲν ἀποκτείνων ἕπετ᾽ Ἀργείοισι κελεύων
                                                                                                                                                                                                                                                                                                                            155 ὡς δ᾽ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ
                                                                                                                                                                                                                                                                                                                              156 πάντῃ τ᾽εἰλυφόων ἄνεμος φέρει οἳ δέ τε θάμνοι
                                                                                                                                                                                                                                                                                                                                157 πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ
                                                                                                                                                                                                                                                                                                                                  158 ὣς ἄρ᾽ ὑπ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
                                                                                                                                                                                                                                                                                                                                    159 Τρώων φευγόντων πολλοὶ δ᾽ἐριαύχενες ἵπποι
                                                                                                                                                                                                                                                                                                                                      160 κείν᾽ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
                                                                                                                                                                                                                                                                                                                                        161 ἡνιόχους ποθέοντες ἀμύμονας οἳ δ᾽ἐπὶ γαίῃ
                                                                                                                                                                                                                                                                                                                                          162 κείατο γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν
                                                                                                                                                                                                                                                                                                                                            163 Ἕκτορα δ᾽ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
                                                                                                                                                                                                                                                                                                                                              164 ἔκ τ᾽ἀνδροκτασίης ἔκ θ᾽αἵματος ἔκ τε κυδοιμοῦ
                                                                                                                                                                                                                                                                                                                                                165 Ἀτρεΐδης δ᾽ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων
                                                                                                                                                                                                                                                                                                                                                  166 οἳ δὲ παρ᾽ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
                                                                                                                                                                                                                                                                                                                                                    167 μέσσον κὰπ πεδίον παρ᾽ ἐρινεὸν ἐσσεύοντο
                                                                                                                                                                                                                                                                                                                                                      168 ἱέμενοι πόλιος ὃ δὲ κεκλήγων ἕπετ᾽ αἰεὶ
                                                                                                                                                                                                                                                                                                                                                        169 Ἀτρεΐδης λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους
                                                                                                                                                                                                                                                                                                                                                          170 ἀλλ᾽ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο
                                                                                                                                                                                                                                                                                                                                                            171 ἔνθ᾽ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον
                                                                                                                                                                                                                                                                                                                                                              172 οἳ δ᾽ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς
                                                                                                                                                                                                                                                                                                                                                                173 ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
                                                                                                                                                                                                                                                                                                                                                                  174 πάσας τῇ δέ τ᾽ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος
                                                                                                                                                                                                                                                                                                                                                                    175 τῆς δ᾽ἐξ αὐχέν᾽ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
                                                                                                                                                                                                                                                                                                                                                                      176 πρῶτον ἔπειτα δέ θ᾽αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
                                                                                                                                                                                                                                                                                                                                                                        177 ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                          178 αἰὲν ἀποκτείνων τὸν ὀπίστατον οἳ δ᾽ἐφέβοντο
                                                                                                                                                                                                                                                                                                                                                                            179 πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
                                                                                                                                                                                                                                                                                                                                                                              180 Ἀτρεΐδε‿ω ὑπὸ χερσί περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν
                                                                                                                                                                                                                                                                                                                                                                                181 ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
                                                                                                                                                                                                                                                                                                                                                                                  182 ἵξεσθαι τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
                                                                                                                                                                                                                                                                                                                                                                                    183 Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
                                                                                                                                                                                                                                                                                                                                                                                      184 οὐρανόθεν καταβάς ἔχε δ᾽ἀστεροπὴν μετὰ χερσίν
                                                                                                                                                                                                                                                                                                                                                                                        185 Ἶριν δ᾽ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν
                                                                                                                                                                                                                                                                                                                                                                                          186 βάσκ᾽ ἴθι Ἶρι ταχεῖα τὸν Ἕκτορι μῦθον ἐνίσπες
                                                                                                                                                                                                                                                                                                                                                                                            187 ὄφρ᾽ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                              188 θύνοντ᾽ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                189 τόφρ᾽ ἀναχωρείτω τὸν δ᾽ἄλλον λαὸν ἀνώχθω
                                                                                                                                                                                                                                                                                                                                                                                                  190 μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην
                                                                                                                                                                                                                                                                                                                                                                                                    191 αὐτὰρ ἐπεί κ᾽ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                      192 εἰς ἵππους ἅλεται τότε οἱ κράτος ἐγγυαλίξω
                                                                                                                                                                                                                                                                                                                                                                                                        193 κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
                                                                                                                                                                                                                                                                                                                                                                                                          194 δύῃ τ᾽ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                            195 ὣς ἔφατ᾽ οὐδ᾽ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις
                                                                                                                                                                                                                                                                                                                                                                                                              196 βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                  197 εὗρ᾽ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                    198 ἑσταότ᾽ ἔν θ᾽ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                      199 ἀγχοῦ δ᾽ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις
                                                                                                                                                                                                                                                                                                                                                                                                                        200 Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                          201 Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                            202 ὄφρ᾽ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                              203 θύνοντ᾽ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                204 τόφρ᾽ ὑπόεικε μάχης τὸν δ᾽ἄλλον λαὸν ἄνωχθι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  205 μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    206 αὐτὰρ ἐπεί κ᾽ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      207 εἰς ἵππους ἅλεται τότε τοι κράτος ἐγγυαλίξει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        208 κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          209 δύῃ τ᾽ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            210 ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              211 Ἕκτωρ δ᾽ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                212 πάλλων δ᾽ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  213 ὀτρύνων μαχέσασθαι ἔγειρε δὲ φύλοπιν αἰνήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    214 οἳ δ᾽ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      215 Ἀργεῖοι δ᾽ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        216 ἀρτύνθη δὲ μάχη στὰν δ᾽ἀντίοι ἐν δ᾽Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          217 πρῶτος ὄρουσ᾽ ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            218 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              219 ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                220 ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  221 Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    222 ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      223 Κισσῆς τόν γ᾽ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        224 μητροπάτωρ ὃς τίκτε Θεανὼ καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          225 αὐτὰρ ἐπεί ῥ᾽ἥβης ἐρικυδέος ἵκετο μέτρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            226 αὐτοῦ μιν κατέρυκε δίδου δ᾽ὅ γε θυγατέρα ἥν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              227 γήμας δ᾽ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ᾽ Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                228 σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν αἵ οἱ ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  229 τὰς μὲν ἔπειτ᾽ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    230 αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        231 ὅς ῥα τότ᾽ Ἀτρεΐδε‿ω Ἀγαμέμνονος ἀντίον ἦλθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          232 οἳ δ᾽ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            233 Ἀτρεΐδης μὲν ἅμαρτε παραὶ δέ οἱ ἐτράπετ᾽ ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              234 Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                235 νύξ᾽ ἐπὶ δ᾽αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  236 οὐδ᾽ ἔτορε ζωστῆρα παναίολον ἀλλὰ πολὺ πρὶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    237 ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετ᾽ αἰχμή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      238 καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        239 ἕλκ᾽ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς ἐκ δ᾽ἄρα χειρὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          240 σπάσσατο τὸν δ᾽ἄορι πλῆξ᾽ αὐχένα λῦσε δὲ γυῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            241 ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              242 οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου ἀστοῖσιν ἀρήγων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                243 κουριδίης ἧς οὔ τι χάριν ἴδε πολλὰ δ᾽ἔδωκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  244 πρῶθ᾽ ἑκατὸν βοῦς δῶκεν ἔπειτα δὲ χίλι᾽ ὑπέστη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    245 αἶγας ὁμοῦ καὶ ὄϊς τά οἱ ἄσπετα ποιμαίνοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      246 δὴ τότε γ᾽Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        247 βῆ δὲ φέρων ἀν᾽ ὅμιλον Ἀχαιῶν τεύχεα καλά
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          248 τὸν δ᾽ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            249 πρεσβυγενὴς Ἀντηνορίδης κρατερόν ῥά ἑ πένθος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              250 ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                251 στῆ δ᾽εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  252 νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    253 ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      254 ῥίγησέν τ᾽ἄρ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        255 ἀλλ᾽ οὐδ᾽ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          256 ἀλλ᾽ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            257 ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              258 ἕλκε ποδὸς μεμαώς καὶ ἀΰτει πάντας ἀρίστους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                259 τὸν δ᾽ἕλκοντ᾽ ἀν᾽ ὅμιλον ὑπ᾽ ἀσπίδος ὀμφαλοέσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  260 οὔτησε ξυστῷ χαλκήρεϊ λῦσε δὲ γυῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    261 τοῖο δ᾽ἐπ᾽ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      262 ἔνθ᾽ Ἀντήνορος υἷες ὑπ᾽ Ἀτρεΐδῃ βασιλῆϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        263 πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          264 αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            265 ἔγχεΐ τ᾽ἄορί τε μεγάλοισί τε χερμαδίοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              266 ὄφρά οἱ αἷμ᾽ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                267 αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο παύσατο δ᾽αἷμα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  268 ὀξεῖαι δ᾽ὀδύναι δῦνον μένος Ἀτρεΐδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    269 ὡς δ᾽ὅτ᾽ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      270 δριμύ τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        271 Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          272 ὣς ὀξεῖ᾽ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            273 ἐς δίφρον δ᾽ἀνόρουσε καὶ ἡνιόχῳ ἐπέτελλε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              274 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ἤχθετο γὰρ κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                275 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  276 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    277 ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      278 φύλοπιν ἀργαλέην ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        279 εἴασε Τρώεσσι πανημέριον πολεμίζειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          εἴασε Τρώεσσι πανημέριον πολεμίζειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            280 ὣς ἔφαθ᾽ ἡνίοχος δ᾽ἵμασεν καλλίτριχας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              281 νῆας ἔπι γλαφυράς τὼ δ᾽οὐκ ἀέκοντε πετέσθην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                282 ἄφρε‿ον δὲ στήθε‿α ῥαίνοντο δὲ νέρθε κονίῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  283 τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    284 Ἕκτωρ δ᾽ὡς ἐνόησ᾽ Ἀγαμέμνονα νόσφι κιόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      285 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        286 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          287 ἀνέρες ἔστε φίλοι μνήσασθε δὲ θούριδος ἀλκῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            288 οἴχετ᾽ ἀνὴρ ὤριστος ἐμοὶ δὲ μέγ᾽ εὖχος ἔδωκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              289 Ζεὺς Κρονίδης ἀλλ᾽ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                290 ἰφθίμων Δαναῶν ἵν᾽ ὑπέρτερον εὖχος ἄρησθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  291 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    292 ὡς δ᾽ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      293 σεύῃ ἐπ᾽ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        294 ὣς ἐπ᾽ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          ὣς ἐπ᾽ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            295 Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              296 αὐτὸς δ᾽ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                297 ἐν δ᾽ἔπεσ᾽ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  298 ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    299 ἔνθα τίνα πρῶτον τίνα δ᾽ὕστατον ἐξενάριξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      300 Ἕκτωρ Πριαμίδης ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        301 Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          302 καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ᾽ Ἀγέλαον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            303 Αἴσυμνόν τ᾽Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              304 τοὺς ἄρ᾽ ὅ γ᾽ἡγεμόνας Δαναῶν ἕλεν αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                305 πληθύν ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  306 ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    307 πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται ὑψόσε δ᾽ἄχνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      308 σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        309 ὣς ἄρα πυκνὰ καρήαθ᾽ ὑφ᾽ Ἕκτορι δάμνατο λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          310 ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            311 καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              312 εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετ᾽ Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                313 Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  314 ἀλλ᾽ ἄγε δεῦρο πέπον παρ᾽ ἔμ᾽ ἵσταο δὴ γὰρ ἔλεγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    315 ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      316 τὸν δ᾽ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        317 ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι ἀλλὰ μίνυνθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          318 ἡμέ‿ων ἔσσεται ἦδος ἐπεὶ νεφεληγερέτα Ζεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            319 Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              320 ἦ καὶ Θυμβραῖον μὲν ἀφ᾽ ἵππων ὦσε χαμᾶζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                321 δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν αὐτὰρ Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  322 ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    323 τοὺς μὲν ἔπειτ᾽ εἴασαν ἐπεὶ πολέμου ἀπέπαυσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      324 τὼ δ᾽ἀν᾽ ὅμιλον ἰόντε κυδοίμεον ὡς ὅτε κάπρω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        325 ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          326 ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω αὐτὰρ Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            327 ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              328 ἔνθ᾽ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                329 υἷε δύω Μέροπος Περκωσίου ὃς περὶ πάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  330 ᾔδεε μαντοσύνας οὐδὲ οὓς παῖδας ἔασκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    331 στείχειν ἐς πόλεμον φθισήνορα τὼ δέ οἱ οὔ τι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      332 πειθέσθην κῆρες γὰρ ἄγον μέλανος θανάτοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        333 τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          334 θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχε᾽ ἀπηύρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            335 Ἱππόδαμον δ᾽Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              336 ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                337 ἐξ Ἴδης καθορῶν τοὶ δ᾽ἀλλήλους ἐνάριζον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  338 ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    339 Παιονίδην ἥρωα κατ᾽ ἰσχίον οὐ δέ οἱ ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      340 ἐγγὺς ἔσαν προφυγεῖν ἀάσατο δὲ μέγα θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        ἐγγὺς ἔσαν προφυγεῖν ἀάσατο δὲ μέγα θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          341 τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ᾽ ἔχεν αὐτὰρ ὃ πεζὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            342 θῦνε διὰ προμάχων εἷος φίλον ὤλεσε θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              343 Ἕκτωρ δ᾽ὀξὺ νόησε κατὰ στίχας ὦρτο δ᾽ἐπ᾽ αὐτοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                344 κεκλήγων ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  κεκλήγων ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    345 τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      346 αἶψα δ᾽Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        347 νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          348 ἀλλ᾽ ἄγε δὴ στέ‿ωμεν καὶ ἀλεξώμεσθα μένοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            349 ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              350 καὶ βάλεν οὐδ᾽ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                351 ἄκρην κὰκ κόρυθα πλάγχθη δ᾽ἀπὸ χαλκόφι χαλκός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  352 οὐδ᾽ ἵκετο χρόα καλόν ἐρύκακε γὰρ τρυφάλεια
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    353 τρίπτυχος αὐλῶπις τήν οἱ πόρε Φοῖβος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      354 Ἕκτωρ δ᾽ὦκ᾽ ἀπέλεθρον ἀνέδραμε μίκτο δ᾽ὁμίλῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        355 στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          356 γαίης ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            357 ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ᾽ ἐρωὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              358 τῆλε διὰ προμάχων ὅθι οἱ καταείσατο γαίης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                359 τόφρ᾽ Ἕκτωρ ἔμπνυτο καὶ ἂψ ἐς δίφρον ὀρούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  360 ἐξέλασ᾽ ἐς πληθύν καὶ ἀλεύατο κῆρα μέλαιναν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    361 δουρὶ δ᾽ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      362 ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον ἦ τέ τοι ἄγχι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        363 ἦλθε κακόν νῦν αὖτέ σ᾽ἐρύσατο Φοῖβος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          364 ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            365 ἦ θήν σ᾽ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              366 εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                367 νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι ὅν κε κιχείω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  368 ἦ καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    369 αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      370 Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        371 στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          372 Ἴλου Δαρδανίδαο παλαιοῦ δημογέροντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            373 ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              374 αἴνυτ᾽ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ᾽ὤμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                375 καὶ κόρυθα βριαρήν ὃ δὲ τόξου πῆχυν ἄνελκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  376 καὶ βάλεν οὐδ᾽ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    377 ταρσὸν δεξιτεροῖο ποδός διὰ δ᾽ἀμπερὲς ἰὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      378 ἐν γαίῃ κατέπηκτο ὃ δὲ μάλα ἡδὺ γελάσσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        379 ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          380 βέβληαι οὐδ᾽ ἅλιον βέλος ἔκφυγεν ὡς ὄφελόν τοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            381 νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              382 οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                383 οἵ τέ σε πεφρίκασι λέονθ᾽ ὡς μηκάδες αἶγες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  οἵ τέ σε πεφρίκασι λέονθ᾽ ὡς μηκάδες αἶγες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    384 τὸν δ᾽οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      385 τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        386 εἰ μὲν δὴ‿ἀντίβιον σὺν τεύχεσι πειρηθείης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          387 οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            388 νῦν δέ μ᾽ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              389 οὐκ ἀλέγω ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                390 κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  391 ἦ τ᾽ἄλλως ὑπ᾽ ἐμεῖο καὶ εἴ κ᾽ὀλίγον περ ἐπαύρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    392 ὀξὺ βέλος πέλεται καὶ ἀκήριον αἶψα τίθησι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      393 τοῦ δὲ γυναικὸς μέν τ᾽ἀμφίδρυφοί εἰσι παρειαί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        394 παῖδες δ᾽ὀρφανικοί ὃ δέ θ᾽αἵματι γαῖαν ἐρεύθων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          395 πύθεται οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            396 ὣς φάτο τοῦ δ᾽Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              397 ἔστη πρόσθ᾽ ὃ δ᾽ὄπισθε καθεζόμενος βέλος ὠκὺ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                398 ἐκ ποδὸς ἕλκ᾽ ὀδύνη δὲ διὰ χροὸς ἦλθ᾽ ἀλεγεινή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  399 ἐς δίφρον δ᾽ἀνόρουσε καὶ ἡνιόχῳ ἐπέτελλε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    400 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ἤχθετο γὰρ κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      401 οἰώθη δ᾽Ὀδυσεὺς δουρὶ κλυτός οὐδέ τις αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        402 Ἀργείων παρέμεινεν ἐπεὶ φόβος ἔλλαβε πάντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          403 ὀχθήσας δ᾽ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            404 ὤ μοι ἐγὼ τί πάθω μέγα μὲν κακὸν αἴ κε φέβωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              405 πληθὺν ταρβήσας τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                406 μοῦνος τοὺς δ᾽ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  407 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    408 οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      409 ὃς δέ κ᾽ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρε‿ὼ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        410 ἑστάμεναι κρατερῶς ἤ τ᾽ἔβλητ᾽ ἤ τ᾽ἔβαλ᾽ ἄλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          411 εἷος ὃ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            412 τόφρα δ᾽ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              413 ἔλσαν δ᾽ἐν μέσσοισι μετὰ σφίσι πῆμα τιθέντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                414 ὡς δ᾽ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ᾽αἰζηοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  415 σεύωνται ὃ δέ τ᾽εἶσι βαθείης ἐκ ξυλόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    416 θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      417 ἀμφὶ δέ τ᾽ἀΐσσονται ὑπαὶ δέ τε κόμπος ὀδόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        418 γίγνεται οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          419 ὥς ῥα τότ᾽ ἀμφ᾽ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            420 Τρῶες ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              421 οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                422 αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  423 Χερσιδάμαντα δ᾽ἔπειτα καθ᾽ ἵππων ἀΐξαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    424 δουρὶ κατὰ πρότμησιν ὑπ᾽ ἀσπίδος ὀμφαλοέσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      425 νύξεν ὃ δ᾽ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        426 τοὺς μὲν ἔασ᾽ ὃ δ᾽ἄρ᾽ Ἱππασίδην Χάροπ᾽ οὔτασε δουρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          427 αὐτοκασίγνητον εὐηφενέος Σώκοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            428 τῷ δ᾽ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              429 στῆ δὲ μάλ᾽ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                430 ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτ᾽ ἠδὲ πόνοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  431 σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    432 τοιώδ᾽ ἄνδρε κατακτείνας καὶ τεύχε᾽ ἀπούρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      433 ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        434 ὣς εἰπὼν οὔτησε κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          435 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            436 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              437 πάντα δ᾽ἀπὸ πλευρῶν χρόα ἔργαθεν οὐδ᾽ ἔτ᾽ ἔασε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                438 Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  439 γνῶ δ᾽Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    440 ἂψ δ᾽ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      441 ἆ δείλ᾽ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        442 ἤτοι μέν ῥ᾽ἔμ᾽ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          443 σοὶ δ᾽ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            444 ἤματι τῷδ᾽ ἔσσεσθαι ἐμῷ δ᾽ὑπὸ δουρὶ δαμέντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              445 εὖχος ἐμοὶ δώσειν ψυχὴν δ᾽Ἄϊδι κλυτοπώλῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                446 ἦ καὶ ὃ μὲν φύγαδ᾽ αὖτις ὑποστρέψας ἐβεβήκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  447 τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    448 ὤμων μεσσηγύς διὰ δὲ στήθεσφιν ἔλασσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      449 δούπησεν δὲ πεσών ὃ δ᾽ἐπεύξατο δῖος Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        450 ὦ Σῶχ᾽ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          451 φθῆ σε τέλος θανάτοιο κιχήμενον οὐδ᾽ ὑπάλυξας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            452 ἆ δείλ᾽ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              453 ὄσσε καθαιρήσουσι θανόντι περ ἀλλ᾽ οἰωνοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                454 ὠμησταὶ ἐρύουσι περὶ πτερὰ πυκνὰ βαλόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  455 αὐτὰρ ἔμ᾽ εἴ κε θάνω κτεριοῦσί γε δῖοι Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    456 ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      457 ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        458 αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο κῆδε δὲ θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          459 Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ᾽ Ὀδυσῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            460 κεκλόμενοι καθ᾽ ὅμιλον ἐπ᾽ αὐτῷ πάντες ἔβησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              461 αὐτὰρ ὅ γ᾽ἐξοπίσω ἀνεχάζετο αὖε δ᾽ἑταίρους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                462 τρὶς μὲν ἔπειτ᾽ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  463 τρὶς δ᾽ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    464 αἶψα δ᾽ἄρ᾽ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      465 Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        466 ἀμφί μ᾽Ὀδυσσῆος ταλασίφρονος ἵκετ᾽ ἀϋτὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          467 τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            468 Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              469 ἀλλ᾽ ἴομεν καθ᾽ ὅμιλον ἀλεξέμεναι γὰρ ἄμεινον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                470 δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  471 ἐσθλὸς ἐών μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    472 ὣς εἰπὼν ὃ μὲν ἦρχ᾽ ὃ δ᾽ἅμ᾽ ἕσπετο ἰσόθεος φώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      473 εὗρον ἔπειτ᾽ Ὀδυσῆα Διῒ φίλον ἀμφὶ δ᾽ἄρ᾽ αὐτὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        474 Τρῶες ἕπονθ᾽ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          475 ἀμφ᾽ ἔλαφον κεραὸν βεβλημένον ὅν τ᾽ἔβαλ᾽ ἀνὴρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            476 ἰῷ ἀπὸ νευρῆς τὸν μέν τ᾽ἤλυξε πόδεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              477 φεύγων ὄφρ᾽ αἷμα λιαρὸν καὶ γούνατ᾽ ὀρώρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                478 αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  479 ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    480 ἐν νέμεϊ σκιερῷ ἐπί τε λῖν ἤγαγε δαίμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      481 σίντην θῶες μέν τε διέτρεσαν αὐτὰρ ὃ δάπτει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        482 ὥς ῥα τότ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          483 Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι αὐτὰρ ὅ γ᾽ἥρως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            484 ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              485 Αἴας δ᾽ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                486 στῆ δὲ παρέξ Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  487 ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ᾽ ὁμίλου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    488 χειρὸς ἔχων εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      489 Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        490 Πριαμίδην νόθον υἱόν ἔπειτα δὲ Πάνδοκον οὖτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          491 οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            492 ὡς δ᾽ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              493 χειμάρρους κατ᾽ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                494 πολλὰς δὲ δρῦς ἀζαλέας πολλὰς δέ τε πεύκας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  495 ἐσφέρεται πολλὸν δέ τ᾽ἀφυσγετὸν εἰς ἅλα βάλλει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    496 ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      497 δαΐζων ἵππους τε καὶ ἀνέρας οὐδέ πω Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        498 πεύθετ᾽ ἐπεί ῥα μάχης ἐπ᾽ ἀριστερὰ μάρνατο πάσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          499 ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου τῇ ῥα μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            500 ἀνδρῶν πῖπτε κάρηνα βοὴ δ᾽ἄσβεστος ὀρώρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              501 Νέστορά τ᾽ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                502 Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  503 ἔγχεΐ θ᾽ἱπποσύνῃ τε νέων δ᾽ἀλάπαζε φάλαγγας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    504 οὐδ᾽ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      505 εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        506 παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          507 ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            508 τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              509 μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                510 αὐτίκα δ᾽Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  511 ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    512 ἄγρει σῶν ὀχέων ἐπιβήσεο πὰρ δὲ Μαχάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      513 βαινέτω ἐς νῆας δὲ τάχιστ᾽ ἔχε μώνυχας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        514 ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          515 ἰούς τ᾽ἐκτάμνειν ἐπί τ᾽ἤπια φάρμακα πάσσειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            516 ὣς ἔφατ᾽ οὐδ᾽ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              517 αὐτίκα δ᾽ὧν ὀχέων ἐπεβήσετο πὰρ δὲ Μαχάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                518 βαῖν᾽ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  519 μάστιξεν δ᾽ἵππους τὼ δ᾽οὐκ ἀέκοντε πετέσθην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    520 νῆας ἔπι γλαφυράς τῇ γὰρ φίλον ἔπλετο θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      521 Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        522 Ἕκτορι παρβεβαώς καί μιν πρὸς μῦθον ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          523 Ἕκτορ νῶϊ μὲν ἐνθάδ᾽ ὁμιλέομεν Δαναοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            524 ἐσχατιῇ πολέμοιο δυσηχέος οἳ δὲ δὴ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              525 Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                526 Αἴας δὲ κλονέει Τελαμώνιος εὖ δέ μιν ἔγνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  527 εὐρὺ γὰρ ἀμφ᾽ ὤμοισιν ἔχει σάκος ἀλλὰ καὶ ἡμεῖς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    528 κεῖσ᾽ ἵππους τε καὶ ἅρμ᾽ ἰθύνομεν ἔνθα μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      529 ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        530 ἀλλήλους ὀλέκουσι βοὴ δ᾽ἄσβεστος ὄρωρεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          531 ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            532 μάστιγι λιγυρῇ τοὶ δὲ πληγῆς ἀΐοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              μάστιγι λιγυρῇ τοὶ δὲ πληγῆς ἀΐοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                533 ῥίμφ᾽ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  534 στείβοντες νέκυάς τε καὶ ἀσπίδας αἵματι δ᾽ἄξων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    535 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      536 ἃς ἄρ᾽ ἀφ᾽ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        537 αἵ τ᾽ἀπ᾽ ἐπισσώτρων ὃ δὲ ἵετο δῦναι ὅμιλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          538 ἀνδρόμεον ῥῆξαί τε μετάλμενος ἐν δὲ κυδοιμὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            539 ἧκε κακὸν Δαναοῖσι μίνυνθα δὲ χάζετο δουρός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              540 αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                541 ἔγχεΐ τ᾽ἄορί τε μεγάλοισί τε χερμαδίοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  542 Αἴαντος δ᾽ἀλέεινε μάχην Τελαμωνιάδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    543 Ζεὺς δὲ πατὴρ Αἴανθ᾽ ὑψίζυγος ἐν φόβον ὦρσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      544 στῆ δὲ ταφών ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        545 τρέσσε δὲ παπτήνας ἐφ᾽ ὁμίλου θηρὶ ἐοικὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          546 ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            547 ὡς δ᾽αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              548 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                549 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  550 πάννυχοι ἐγρήσσοντες ὃ δὲ κρειῶν ἐρατίζων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    πάννυχοι ἐγρήσσοντες ὃ δὲ κρειῶν ἐρατίζων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      551 ἰθύει ἀλλ᾽ οὔ τι πρήσσει θαμέες γὰρ ἄκοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        552 ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            553 καιόμεναί τε δεταί τάς τε τρεῖ ἐσσύμενός περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              554 ἠῶθεν δ᾽ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                555 ὣς Αἴας τότ᾽ ἀπὸ Τρώων τετιημένος ἦτορ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  ὣς Αἴας τότ᾽ ἀπὸ Τρώων τετιημένος ἦτορ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    556 ἤϊε πόλλ᾽ ἀέκων περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      557 ὡς δ᾽ὅτ᾽ ὄνος παρ᾽ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        558 νωθής ᾧ δὴ πολλὰ περὶ ῥόπαλ᾽ ἀμφὶς ἐάγῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          559 κείρει τ᾽εἰσελθὼν βαθὺ λήϊον οἳ δέ τε παῖδες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            560 τύπτουσιν ῥοπάλοισι βίη δέ τε νηπίη αὐτῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              561 σπουδῇ τ᾽ἐξήλασσαν ἐπεί τ᾽ἐκορέσσατο φορβῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                562 ὣς τότ᾽ ἔπειτ᾽ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  563 Τρῶες ὑπέρθυμοι πολυηγερέες τ᾽ἐπίκουροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    564 νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      565 Αἴας δ᾽ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        566 αὖτις ὑποστρεφθείς καὶ ἐρητύσασκε φάλαγγας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          567 Τρώων ἱπποδάμων ὁτὲ δὲ τρωπάσκετο φεύγειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            568 πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              569 αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                570 ἱστάμενος τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  ἱστάμενος τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    571 ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      572 πολλὰ δὲ καὶ μεσσηγύ πάρος χρόα λευκὸν ἐπαυρεῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        573 ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            574 τὸν δ᾽ὡς οὖν ἐνόησ᾽ Εὐαίμονος ἀγλαὸς υἱὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              575 Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                576 στῆ ῥα παρ᾽ αὐτὸν ἰών καὶ ἀκόντισε δουρὶ φαεινῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  577 καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    578 ἧπαρ ὑπὸ πραπίδων εἶθαρ δ᾽ὑπὸ γούνατ᾽ ἔλυσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      579 Εὐρύπυλος δ᾽ἐπόρουσε καὶ αἴνυτο τεύχε᾽ ἀπ᾽ ὤμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        580 τὸν δ᾽ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          581 τεύχε᾽ ἀπαινύμενον Ἀπισάονος αὐτίκα τόξον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            582 ἕλκετ᾽ ἐπ᾽ Εὐρυπύλῳ καί μιν βάλε μηρὸν ὀϊστῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              583 δεξιόν ἐκλάσθη δὲ δόναξ ἐβάρυνε δὲ μηρόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                584 ἂψ δ᾽ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  585 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    586 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      587 στῆτ᾽ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        588 Αἴανθ᾽ ὃς βελέεσσι βιάζεται οὐδέ ἕ φημι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          589 φεύξεσθ᾽ ἐκ πολέμοιο δυσηχέος ἀλλὰ μάλ᾽ ἄντην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            590 ἵστασθ᾽ ἀμφ᾽ Αἴαντα μέγαν Τελαμώνιον υἱόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              591 ὣς ἔφατ᾽ Εὐρύπυλος βεβλημένος οἳ δὲ παρ᾽ αὐτὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                592 πλησίοι ἔστησαν σάκε᾽ ὤμοισι κλίναντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  πλησίοι ἔστησαν σάκε᾽ ὤμοισι κλίναντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    593 δούρατ᾽ ἀνασχόμενοι τῶν δ᾽ἀντίος ἤλυθεν Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      594 στῆ δὲ μεταστρεφθείς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        595 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          596 Νέστορα δ᾽ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            597 ἱδρῶσαι ἦγον δὲ Μαχάονα ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              598 τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                599 ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  600 εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    601 αἶψα δ᾽ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      602 φθεγξάμενος παρὰ νηός ὃ δὲ κλισίηθεν ἀκούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        603 ἔκμολεν ἶσος Ἄρηϊ κακοῦ δ᾽ἄρα οἱ πέλεν ἀρχή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          604 τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            605 τίπτέ με κικλήσκεις Ἀχιλεῦ τί δέ σε χρε‿ὼ ἐμεῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              606 τὸν δ᾽ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                607 δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  608 νῦν ὀΐω περὶ γούνατ᾽ ἐμὰ στήσεσθαι Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    609 λισσομένους χρειὼ γὰρ ἱκάνεται οὐκέτ᾽ ἀνεκτός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      610 ἀλλ᾽ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ᾽ ἔρειο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        611 ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          612 ἤτοι μὲν τά γ᾽ὄπισθε Μαχάονι πάντα ἔοικε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            613 τῷ Ἀσκληπιάδῃ ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              614 ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                615 ὣς φάτο Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾽ ἑταίρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  616 βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    617 οἳ δ᾽ὅτε δὴ κλισίην Νηληϊάδε‿ω ἀφίκοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      618 αὐτοὶ μέν ῥ᾽ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        619 ἵππους δ᾽Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          620 ἐξ ὀχέων τοὶ δ᾽ἱδρῶ ἀπεψύχοντο χιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            621 στάντε ποτὶ πνοιὴν παρὰ θῖν᾽ ἁλός αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              622 ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                623 τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  624 τὴν ἄρετ᾽ ἐκ Τενέδοιο γέρων ὅτε πέρσεν Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    625 θυγατέρ᾽ Ἀρσινόου μεγαλήτορος ἥν οἱ Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      626 ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        627 ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          628 καλὴν κυανόπεζαν ἐΰξοον αὐτὰρ ἐπ᾽ αὐτῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            629 χάλκειον κάνεον ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              630 ἠδὲ μέλι χλωρόν παρὰ δ᾽ἀλφίτου ἱεροῦ ἀκτήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                631 πὰρ δὲ δέπας περικαλλές ὃ οἴκοθεν ἦγ᾽ ὁ γεραιός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  632 χρυσείοις ἥλοισι πεπαρμένον οὔατα δ᾽αὐτοῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    633 τέσσαρ᾽ ἔσαν δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      634 χρύσειαι νεμέθοντο δύω δ᾽ὑπὸ πυθμένες ἦσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        635 ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          636 πλεῖον ἐόν Νέστωρ δ᾽ὁ γέρων ἀμογητὶ ἄειρεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            637 ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              638 οἴνῳ Πραμνείῳ ἐπὶ δ᾽αἴγειον κνῆ τυρὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                639 κνήστι χαλκείῃ ἐπὶ δ᾽ἄλφιτα λευκὰ πάλυνε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  640 πινέμεναι δ᾽ἐκέλευσεν ἐπεί ῥ᾽ὥπλισσε κυκειῶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    641 τὼ δ᾽ἐπεὶ οὖν πίνοντ᾽ ἀφέτην πολυκαγκέα δίψαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      642 μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        643 Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          644 τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            645 ἐς δ᾽ἄγε χειρὸς ἑλών κατὰ δ᾽ἑδριάασθαι ἄνωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              646 Πάτροκλος δ᾽ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                647 οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές οὐδέ με πείσεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  648 αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    649 ὅν τινα τοῦτον ἄγεις βεβλημένον ἀλλὰ καὶ αὐτὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      650 γιγνώσκω ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        651 νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ᾽ Ἀχιλῆϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          652 εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές οἷος ἐκεῖνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            653 δεινὸς ἀνήρ τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              654 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                655 τίπτε τὰρ ὧδ᾽ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  656 ὅσσοι δὴ βέλεσιν βεβλήαται οὐδέ τι οἶδε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ὅσσοι δὴ βέλεσιν βεβλήαται οὐδέ τι οἶδε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      657 πένθεος ὅσσον ὄρωρε κατὰ στρατόν οἳ γὰρ ἄριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        658 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          659 βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            660 οὔτασται δ᾽Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ᾽ Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              661 βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                662 τοῦτον δ᾽ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  663 ἰῷ ἀπὸ νευρῆς βεβλημένον αὐτὰρ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    664 ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ᾽ ἐλεαίρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      665 ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        666 Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          667 αὐτοί τε κτεινώμεθ᾽ ἐπισχερώ οὐ γὰρ ἐμὴ ἲς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            668 ἔσθ᾽ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              669 εἴθ᾽ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                670 ὡς ὁπότ᾽ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  671 ἀμφὶ βοηλασίῃ ὅτ᾽ ἐγὼ κτάνον Ἰτυμονῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    672 ἐσθλὸν Ὑπειροχίδην ὃς ἐν Ἤλιδι ναιετάασκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      673 ῥύσι᾽ ἐλαυνόμενος ὃ δ᾽ἀμύνων ᾗσι βόεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        674 ἔβλητ᾽ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          675 κὰδ δ᾽ἔπεσεν λαοὶ δὲ περίτρεσαν ἀγροιῶται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            676 ληΐδα δ᾽ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              677 πεντήκοντα βοῶν ἀγέλας τόσα πώεα οἰῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                678 τόσσα συῶν συβόσια τόσ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  679 ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    680 πάσας θηλείας πολλῇσι δὲ πῶλοι ὑπῆσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      681 καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        682 ἐννύχιοι προτὶ ἄστυ γεγήθει δὲ φρένα Νηλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          683 οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            684 κήρυκες δ᾽ἐλίγαινον ἅμ᾽ ἠοῖ φαινομένηφι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              685 τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ᾽ ἐν Ἤλιδι δίῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                686 οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  687 δαίτρευον πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    688 ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      689 ἐλθὼν γάρ ῥ᾽ἐκάκωσε βίη Ἡρακληείη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        690 τῶν προτέρων ἐτέων κατὰ δ᾽ἔκταθεν ὅσσοι ἄριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          691 δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            692 τῶν οἶος λιπόμην οἳ δ᾽ἄλλοι πάντες ὄλοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              693 ταῦθ᾽ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                694 ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  695 ἐκ δ᾽ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ᾽ οἰῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    696 εἵλετο κρινάμενος τριηκόσι᾽ ἠδὲ νομῆας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      697 καὶ γὰρ τῷ χρεῖος μέγ᾽ ὀφείλετ᾽ ἐν Ἤλιδι δίῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        698 τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          699 ἐλθόντες μετ᾽ ἄεθλα περὶ τρίποδος γὰρ ἔμελλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            700 θεύσεσθαι τοὺς δ᾽αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              701 κάσχεθε τὸν δ᾽ἐλατῆρ᾽ ἀφίει ἀκαχήμενον ἵππων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                702 τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  703 ἐξέλετ᾽ ἄσπετα πολλά τὰ δ᾽ἄλλ᾽ ἐς δῆμον ἔδωκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    704 δαιτρεύειν μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      705 ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν ἀμφί τε ἄστυ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        706 ἕρδομεν ἱρὰ θεοῖς οἳ δὲ τρίτῳ ἤματι πάντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          707 ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            708 πανσυδίῃ μετὰ δέ σφι Μολίονε θωρήσσοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              709 παῖδ᾽ ἔτ᾽ ἐόντ᾽ οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                710 ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  711 τηλοῦ ἐπ᾽ Ἀλφειῷ νεάτη Πύλου ἠμαθόεντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    712 τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      713 ἀλλ᾽ ὅτε πᾶν πεδίον μετεκίαθον ἄμμι δ᾽Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        714 ἄγγελος ἦλθε θέουσ᾽ ἀπ᾽ Ὀλύμπου θωρήσσεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          715 ἔννυχος οὐδ᾽ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            716 ἀλλὰ μάλ᾽ ἐσσυμένους πολεμίζειν οὐδέ με Νηλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              717 εἴα θωρήσσεσθαι ἀπέκρυψεν δέ μοι ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                718 οὐ γάρ πώ τί μ᾽ἔφη ἴδμεν πολεμήϊα ἔργα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  719 ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    720 καὶ πεζός περ ἐών ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      721 ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        722 ἐγγύθεν Ἀρήνης ὅθι μείναμεν Ἠῶ δῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          723 ἱππῆες Πυλίων τὰ δ᾽ἐπέρρεον ἔθνεα πεζῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            724 ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              725 ἔνδιοι ἱκόμεσθ᾽ ἱερὸν ῥόον Ἀλφειοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                726 ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  727 ταῦρον δ᾽Ἀλφειῷ ταῦρον δὲ Ποσειδάωνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    728 αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      729 δόρπον ἔπειθ᾽ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        730 καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          731 ἀμφὶ ῥοὰς ποταμοῖο ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            732 ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              733 ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                734 εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  735 συμφερόμεσθα μάχῃ Διί τ᾽εὐχόμενοι καὶ Ἀθήνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    736 ἀλλ᾽ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      737 πρῶτος ἐγὼν ἕλον ἄνδρα κόμισσα δὲ μώνυχας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        738 Μούλιον αἰχμητήν γαμβρὸς δ᾽ἦν Αὐγείαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          739 πρεσβυτάτην δὲ θύγατρ᾽ εἶχε ξανθὴν Ἀγαμήδην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            740 ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              741 τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                742 ἤριπε δ᾽ἐν κονίῃσιν ἐγὼ δ᾽ἐς δίφρον ὀρούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  743 στῆν ῥα μετὰ προμάχοισιν ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    744 ἔτρεσαν ἄλλυδις ἄλλος ἐπεὶ ἴδον ἄνδρα πεσόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      745 ἡγεμόν᾽ ἱππήων ὃς ἀριστεύεσκε μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        746 αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          747 πεντήκοντα δ᾽ἕλον δίφρους δύο δ᾽ἀμφὶς ἕκαστον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            748 φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              749 καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ᾽ ἀλάπαξα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                750 εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  751 ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    752 ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      753 τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        754 κτείνοντές τ᾽αὐτοὺς ἀνά τ᾽ἔντεα καλὰ λέγοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          755 ὄφρ᾽ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            756 πέτρης τ᾽Ὠλενίης καὶ Ἀλησίου ἔνθα κολώνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              757 κέκληται ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                758 ἔνθ᾽ ἄνδρα κτείνας πύματον λίπον αὐτὰρ Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  759 ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ᾽ ἔχον ὠκέας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    760 πάντες δ᾽εὐχετόωντο θεῶν Διὶ Νέστορί τ᾽ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      761 ὣς ἔον εἴ ποτ᾽ ἔον γε μετ᾽ ἀνδράσιν αὐτὰρ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        762 οἶος τῆς ἀρετῆς ἀπονήσεται ἦ τέ μιν οἴω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          763 πολλὰ μετακλαύσεσθαι ἐπεί κ᾽ἀπὸ λαὸς ὄληται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            764 ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδ᾽ ἐπέτελλεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              765 ἤματι τῷ ὅτε σ᾽ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                766 νῶϊ δέ τ᾽ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  767 πάντα μάλ᾽ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    768 Πηλῆος δ᾽ἱκόμεσθα δόμους εὖ ναιετάοντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      769 λαὸν ἀγείροντες κατ᾽ Ἀχαιΐδα πουλυβότειραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        770 ἔνθα δ᾽ἔπειθ᾽ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          771 ἠδὲ σέ πὰρ δ᾽Ἀχιλῆα γέρων δ᾽ἱππηλάτα Πηλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            772 πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              773 αὐλῆς ἐν χόρτῳ ἔχε δὲ χρύσειον ἄλεισον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                αὐλῆς ἐν χόρτῳ ἔχε δὲ χρύσειον ἄλεισον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  774 σπένδων αἴθοπα οἶνον ἐπ᾽ αἰθομένοις ἱεροῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    775 σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα νῶϊ δ᾽ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      776 στῆμεν ἐνὶ προθύροισι ταφὼν δ᾽ἀνόρουσεν Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        777 ἐς δ᾽ἄγε χειρὸς ἑλών κατὰ δ᾽ἑδριάασθαι ἄνωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          778 ξείνιά τ᾽εὖ παρέθηκεν ἅ τε ξείνοις θέμις ἐστίν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            779 αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              780 ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ᾽ ἅμ᾽ ἕπεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                781 σφὼ δὲ μάλ᾽ ἠθέλετον τὼ δ᾽ἄμφω πόλλ᾽ ἐπέτελλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  782 Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ᾽ Ἀχιλῆϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    783 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      784 σοὶ δ᾽αὖθ᾽ ὧδ᾽ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        785 τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          786 πρεσβύτερος δὲ σύ ἐσσι βίῃ δ᾽ὅ γε πολλὸν ἀμείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            787 ἀλλ᾽ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ᾽ ὑποθέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              788 καί οἱ σημαίνειν ὃ δὲ πείσεται εἰς ἀγαθόν περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                789 ὣς ἐπέτελλ᾽ ὃ γέρων σὺ δὲ λήθεαι ἀλλ᾽ ἔτι καὶ νῦν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  790 ταῦτ᾽ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    791 τίς δ᾽οἶδ᾽ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      792 παρειπών ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        793 εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          794 καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            795 ἀλλὰ σέ περ προέτω ἅμα δ᾽ἄλλος λαὸς ἑπέσθω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              796 Μυρμιδόνων αἴ κέν τι φόως Δαναοῖσι γένηαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                797 καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  798 αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    799 Τρῶες ἀναπνεύσωσι δ᾽ἀρήϊοι υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      800 τειρόμενοι ὀλίγη δέ τ᾽ἀνάπνευσις πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        801 ῥεῖα δέ κ᾽ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          802 ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            803 ὣς φάτο τῷ δ᾽ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              804 βῆ δὲ θέειν παρὰ νῆας ἐπ᾽ Αἰακίδην Ἀχιλῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                805 ἀλλ᾽ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  806 ἷξε θέων Πάτροκλος ἵνά σφ᾽ἀγορή τε θέμις τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    807 ἤην τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      808 ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        809 διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          810 σκάζων ἐκ πολέμου κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            811 ὤμων καὶ κεφαλῆς ἀπὸ δ᾽ἕλκεος ἀργαλέοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              812 αἷμα μέλαν κελάρυζε νόος γε μὲν ἔμπεδος ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                813 τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  814 καί ῥ᾽ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    815 ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      816 ὣς ἄρ᾽ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        817 ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          818 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ᾽ ἥρως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            819 ἤ ῥ᾽ἔτι που σχήσουσι πελώριον Ἕκτορ᾽ Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              820 ἦ ἤδη φθίσονται ὑπ᾽ αὐτοῦ δουρὶ δαμέντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                821 τὸν δ᾽αὖτ᾽ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  822 οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    823 ἔσσεται ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      824 οἳ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        825 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          826 χερσὶν ὕπο Τρώων τῶν δὲ σθένος ὄρνυται αἰέν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            827 ἀλλ᾽ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              828 μηροῦ δ᾽ἔκταμ᾽ ὀϊστόν ἀπ᾽ αὐτοῦ δ᾽αἷμα κελαινὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                829 νίζ᾽ ὕδατι λιαρῷ ἐπὶ δ᾽ἤπια φάρμακα πάσσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  830 ἐσθλά τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    831 ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      832 ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        833 τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          834 χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            835 κεῖσθαι ὃ δ᾽ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              836 τὸν δ᾽αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                837 πῶς τὰρ ἔοι τάδε ἔργα τί ῥέξομεν Εὐρύπυλ᾽ ἥρως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  838 ἔρχομαι ὄφρ᾽ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    839 ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      840 ἀλλ᾽ οὐδ᾽ ὧς περ σεῖο μεθήσω τειρομένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        841 ἦ καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          842 ἐς κλισίην θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            843 ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              844 ὀξὺ βέλος περιπευκές ἀπ᾽ αὐτοῦ δ᾽αἷμα κελαινὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                845 νίζ᾽ ὕδατι λιαρῷ ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  846 χερσὶ διατρίψας ὀδυνήφατον ἥ οἱ ἁπάσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    847 ἔσχ᾽ ὀδύνας τὸ μὲν ἕλκος ἐτέρσετο παύσατο δ᾽αἷμα