Index

ΙΛΙΑΔΟΣ Ω


1 λῦτο δ᾽ἀγών λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
    2 ἐσκίδναντ᾽ ἰέναι τοὶ μὲν δόρποιο μέδοντο
      3 ὕπνου τε γλυκεροῦ ταρπήμεναι αὐτὰρ Ἀχιλλεὺς
        4 κλαῖε φίλου ἑτάρου μεμνημένος οὐδέ μιν ὕπνος
          5 ᾕρει πανδαμάτωρ ἀλλ᾽ ἐστρέφετ᾽ ἔνθα καὶ ἔνθα
            6 Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ ☹︎No derivations.
            7 ἠδ᾽ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγε‿α
              8 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων
                9 τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν
                  10 ἄλλοτ᾽ ἐπὶ πλευρὰς κατακείμενος ἄλλοτε δ᾽αὖτε
                    11 ὕπτιος ἄλλοτε δὲ πρηνής τοτὲ δ᾽ὀρθὸς ἀναστὰς
                      12 δινεύεσκ᾽ ἀλύων παρὰ θῖν᾽ ἁλός οὐδέ μιν ἠὼς
                        13 φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ᾽ἠϊόνας τε
                          14 ἀλλ᾽ ὅ γ᾽ἐπεὶ ζεύξειεν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους
                            15 Ἕκτορα δ᾽ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν
                              16 τρὶς δ᾽ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
                                17 αὖτις ἐνὶ κλισίῃ παυέσκετο τὸν δέ τ᾽ἔασκεν
                                  18 ἐν κόνι ἐκτανύσας προπρηνέα τοῖο δ᾽Ἀπόλλων
                                    19 πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ᾽ ἐλεαίρων
                                      20 καὶ τεθνηότα περ περὶ δ᾽αἰγίδι πάντα κάλυπτε
                                        21 χρυσείῃ ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων
                                          χρυσείῃ ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων
                                            α´β´
                                            22 ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων
                                              23 τὸν δ᾽ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες
                                                24 κλέψαι δ᾽ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην
                                                  25 ἔνθ᾽ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν οὐδέ ποθ᾽ Ἥρῃ
                                                    26 οὐδὲ Ποσειδάων᾽ οὐδὲ γλαυκώπιδι κούρῃ
                                                      27 ἀλλ᾽ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
                                                        28 καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης
                                                          29 ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο
                                                            30 τὴν δ᾽ᾔνησ᾽ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν
                                                              31 ἀλλ᾽ ὅτε δή ῥ᾽ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς
                                                                32 καὶ τότ᾽ ἄρ᾽ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων
                                                                  33 σχέτλιοί ἐστε θεοί δηλήμονες οὔ νύ ποθ᾽ ὑμῖν
                                                                    34 Ἕκτωρ μηρί᾽ ἔκηε βοῶν αἰγῶν τε τελείων
                                                                      35 τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι
                                                                        36 ᾗ τ᾽ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ
                                                                          37 καὶ πατέρι Πριάμῳ λαοῖσί τε τοί κέ μιν ὦκα
                                                                            38 ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν
                                                                              ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν
                                                                                α´β´
                                                                                39 ἀλλ᾽ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ᾽ ἐπαρήγειν
                                                                                  40 ᾧ οὔτ᾽ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
                                                                                    41 γναμπτὸν ἐνὶ στήθεσσι λέων δ᾽ὣς ἄγρια οἶδεν
                                                                                      42 ὅς τ᾽ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
                                                                                        43 εἴξας εἶσ᾽ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν
                                                                                          44 ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν οὐδέ οἱ αἰδὼς
                                                                                            45 γίγνεται ἥ τ᾽ἄνδρας μέγα σίνεται ἠδ᾽ ὀνίνησι
                                                                                              46 μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
                                                                                                47 ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν
                                                                                                  48 ἀλλ᾽ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε
                                                                                                    49 τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν
                                                                                                      50 αὐτὰρ ὅ γ᾽Ἕκτορα δῖον ἐπεὶ φίλον ἦτορ ἀπηύρα
                                                                                                        51 ἵππων ἐξάπτων περὶ σῆμ᾽ ἑτάροιο φίλοιο
                                                                                                          52 ἕλκει οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ᾽ἄμεινον
                                                                                                            53 μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέ‿ωμέν οἱ ἡμεῖς
                                                                                                              54 κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων
                                                                                                                55 τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη
                                                                                                                  56 εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε
                                                                                                                    57 εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν
                                                                                                                      58 Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν
                                                                                                                        59 αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος ἣν ἐγὼ αὐτὴ
                                                                                                                          60 θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν
                                                                                                                            61 Πηλέϊ ὃς περὶ κῆρι φίλος γένετ᾽ ἀθανάτοισι
                                                                                                                              62 πάντες δ᾽ἀντιάασθε θεοὶ γάμου ἐν δὲ σὺ τοῖσι
                                                                                                                                63 δαίνυ᾽ ἔχων φόρμιγγα κακῶν ἕταρ᾽ αἰὲν ἄπιστε
                                                                                                                                  64 τὴν δ᾽ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
                                                                                                                                    65 Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν
                                                                                                                                      66 οὐ μὲν γὰρ τιμή γε μί᾽ ἔσσεται ἀλλὰ καὶ Ἕκτωρ
                                                                                                                                        67 φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν
                                                                                                                                          68 ὣς γὰρ ἔμοιγ᾽ ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων
                                                                                                                                            69 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
                                                                                                                                              70 λοιβῆς τε κνίσης τε τὸ γὰρ λάχομεν γέρας ἡμεῖς
                                                                                                                                                71 ἀλλ᾽ ἤτοι κλέψαι μὲν ἐάσομεν οὐδέ πῃ ἔστι
                                                                                                                                                  72 λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα ἦ γάρ οἱ αἰεὶ
                                                                                                                                                    73 μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ
                                                                                                                                                      74 ἀλλ᾽ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο
                                                                                                                                                        75 ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος ὥς κεν Ἀχιλλεὺς
                                                                                                                                                          76 δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ᾽Ἕκτορα λύσῃ
                                                                                                                                                            77 ὣς ἔφατ᾽ ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα
                                                                                                                                                              78 μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
                                                                                                                                                                79 ἔνθορε μείλανι πόντῳ ἐπεστονάχησε δὲ λίμνη
                                                                                                                                                                  80 ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν
                                                                                                                                                                    81 ἥ τε κατ᾽ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
                                                                                                                                                                      82 ἔρχεται ὠμηστῇσιν ἐπ᾽ ἰχθύσι κῆρα φέρουσα
                                                                                                                                                                        83 εὗρε δ᾽ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν ἀμφὶ δ᾽ἄρ᾽ ἄλλαι
                                                                                                                                                                          εὗρε δ᾽ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν ἀμφὶ δ᾽ἄρ᾽ ἄλλαι
                                                                                                                                                                            α´β´
                                                                                                                                                                            84 εἵαθ᾽ ὁμηγερέες ἅλιαι θεαί ἣ δ᾽ἐνὶ μέσσῃς
                                                                                                                                                                              85 κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος ὅς οἱ ἔμελλε
                                                                                                                                                                                86 φθίσεσθ᾽ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης
                                                                                                                                                                                  87 ἀγχοῦ δ᾽ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις
                                                                                                                                                                                    88 ὄρσο Θέτι καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς
                                                                                                                                                                                      89 τὴν δ᾽ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα
                                                                                                                                                                                        90 τίπτέ με κεῖνος ἄνωγε μέγας θεός αἰδέομαι δὲ
                                                                                                                                                                                          91 μίσγεσθ᾽ ἀθανάτοισιν ἔχω δ᾽ἄχε᾽ ἄκριτα θυμῷ
                                                                                                                                                                                            92 εἶμι μέν οὐδ᾽ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ
                                                                                                                                                                                              93 ὣς ἄρα φωνήσασα κάλυμμ᾽ ἕλε δῖα θεάων
                                                                                                                                                                                                94 κυάνεον τοῦ δ᾽οὔ τι μελάντερον ἔπλετο ἔσθος
                                                                                                                                                                                                  95 βῆ δ᾽ἰέναι πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
                                                                                                                                                                                                    96 ἡγεῖτ᾽ ἀμφὶ δ᾽ἄρα σφι λιάζετο κῦμα θαλάσσης
                                                                                                                                                                                                      97 ἀκτὴν δ᾽ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην
                                                                                                                                                                                                        98 εὗρον δ᾽εὐρύοπα Κρονίδην περὶ δ᾽ἄλλοι ἅπαντες
                                                                                                                                                                                                          99 εἵαθ᾽ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες
                                                                                                                                                                                                            100 ἣ δ᾽ἄρα πὰρ Διὶ πατρὶ καθέζετο εἶξε δ᾽Ἀθήνη
                                                                                                                                                                                                              101 Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε
                                                                                                                                                                                                                102 καί ῥ᾽εὔφρην᾽ ἐπέεσσι Θέτις δ᾽ὤρεξε πιοῦσα
                                                                                                                                                                                                                  103 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε
                                                                                                                                                                                                                    104 ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ
                                                                                                                                                                                                                      105 πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν οἶδα καὶ αὐτός
                                                                                                                                                                                                                        106 ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ᾽εἵνεκα δεῦρο κάλεσσα
                                                                                                                                                                                                                          107 ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν
                                                                                                                                                                                                                            108 Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ
                                                                                                                                                                                                                              109 κλέψαι δ᾽ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην
                                                                                                                                                                                                                                110 αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω
                                                                                                                                                                                                                                  111 αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων
                                                                                                                                                                                                                                    112 αἶψα μάλ᾽ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον
                                                                                                                                                                                                                                      113 σκύζεσθαί οἱ εἰπὲ θεούς ἐμὲ δ᾽ἔξοχα πάντων
                                                                                                                                                                                                                                        114 ἀθανάτων κεχολῶσθαι ὅτι φρεσὶ μαινομένῃσιν
                                                                                                                                                                                                                                          115 Ἕκτορ᾽ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ᾽ ἀπέλυσεν
                                                                                                                                                                                                                                            116 αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ᾽Ἕκτορα λύσῃ
                                                                                                                                                                                                                                              117 αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω
                                                                                                                                                                                                                                                118 λύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                  119 δῶρα δ᾽Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
                                                                                                                                                                                                                                                    120 ὣς ἔφατ᾽ οὐδ᾽ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα
                                                                                                                                                                                                                                                      121 βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα
                                                                                                                                                                                                                                                        122 ἷξεν δ᾽ἐς κλισίην οὗ υἱέος ἔνθ᾽ ἄρα τόν γε
                                                                                                                                                                                                                                                          123 εὗρ᾽ ἁδινὰ στενάχοντα φίλοι δ᾽ἀμφ᾽ αὐτὸν ἑταῖροι
                                                                                                                                                                                                                                                            124 ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον
                                                                                                                                                                                                                                                              125 τοῖσι δ᾽ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο
                                                                                                                                                                                                                                                                126 ἣ δὲ μάλ᾽ ἄγχ᾽ αὐτοῖο καθέζετο πότνια μήτηρ
                                                                                                                                                                                                                                                                  127 χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ἔφατ᾽ ἔκ τ᾽ὀνόμαζε
                                                                                                                                                                                                                                                                    128 τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
                                                                                                                                                                                                                                                                      129 σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου
                                                                                                                                                                                                                                                                        130 οὔτ᾽ εὐνῆς ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
                                                                                                                                                                                                                                                                          131 μίσγεσθ᾽ οὐ γάρ μοι δηρὸν βέῃ ἀλλά τοι ἤδη
                                                                                                                                                                                                                                                                            132 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή
                                                                                                                                                                                                                                                                              133 ἀλλ᾽ ἐμέθεν ξύνες ὦκα Διὸς δέ τοι ἄγγελός εἰμι
                                                                                                                                                                                                                                                                                134 σκύζεσθαι σοί φησι θεούς ἑὲ δ᾽ἔξοχα πάντων
                                                                                                                                                                                                                                                                                  135 ἀθανάτων κεχολῶσθαι ὅτι φρεσὶ μαινομένῃσιν
                                                                                                                                                                                                                                                                                    136 Ἕκτορ᾽ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ᾽ ἀπέλυσας
                                                                                                                                                                                                                                                                                      137 ἀλλ᾽ ἄγε δὴ λῦσον νεκροῖο δὲ δέξαι ἄποινα
                                                                                                                                                                                                                                                                                        ἀλλ᾽ ἄγε δὴ λῦσον νεκροῖο δὲ δέξαι ἄποινα
                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                          138 τὴν δ᾽ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                            139 τῇδ᾽ εἴη ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο
                                                                                                                                                                                                                                                                                              τῇδ᾽ εἴη ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο
                                                                                                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                                                                                                140 εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει
                                                                                                                                                                                                                                                                                                  141 ὣς οἵ γ᾽ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς
                                                                                                                                                                                                                                                                                                    142 πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον
                                                                                                                                                                                                                                                                                                      143 Ἶριν δ᾽ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν
                                                                                                                                                                                                                                                                                                        144 βάσκ᾽ ἴθι Ἶρι ταχεῖα λιποῦσ᾽ ἕδος Οὐλύμποιο
                                                                                                                                                                                                                                                                                                          145 ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω
                                                                                                                                                                                                                                                                                                            146 λύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                              147 δῶρα δ᾽Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
                                                                                                                                                                                                                                                                                                                148 οἶον μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ
                                                                                                                                                                                                                                                                                                                  149 κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος ὅς κ᾽ἰθύνοι
                                                                                                                                                                                                                                                                                                                    150 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον ἠδὲ καὶ αὖτις
                                                                                                                                                                                                                                                                                                                      151 νεκρὸν ἄγοι προτὶ ἄστυ τὸν ἔκτανε δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                        152 μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος
                                                                                                                                                                                                                                                                                                                          153 τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην
                                                                                                                                                                                                                                                                                                                            154 ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ
                                                                                                                                                                                                                                                                                                                              155 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος
                                                                                                                                                                                                                                                                                                                                156 οὔτ᾽ αὐτὸς κτενέει ἀπό τ᾽ἄλλους πάντας ἐρύξει
                                                                                                                                                                                                                                                                                                                                  157 οὔτε γάρ ἐστ᾽ ἄφρων οὔτ᾽ ἄσκοπος οὔτ᾽ ἀλιτήμων
                                                                                                                                                                                                                                                                                                                                    158 ἀλλὰ μάλ᾽ ἐνδυκέως ἱκέτε‿ω πεφιδήσεται ἀνδρός
                                                                                                                                                                                                                                                                                                                                      159 ὣς ἔφατ᾽ ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα
                                                                                                                                                                                                                                                                                                                                        160 ἷξεν δ᾽ἐς Πριάμοιο κίχεν δ᾽ἐνοπήν τε γόον τε
                                                                                                                                                                                                                                                                                                                                          161 παῖδες μὲν πατέρ᾽ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς
                                                                                                                                                                                                                                                                                                                                            162 δάκρυσιν εἵματ᾽ ἔφυρον ὃ δ᾽ἐν μέσσοισι γεραιὸς
                                                                                                                                                                                                                                                                                                                                              163 ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος ἀμφὶ δὲ πολλὴ
                                                                                                                                                                                                                                                                                                                                                164 κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος
                                                                                                                                                                                                                                                                                                                                                  165 τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι
                                                                                                                                                                                                                                                                                                                                                    166 θυγατέρες δ᾽ἀνὰ δώματ᾽ ἰδὲ νυοὶ ὠδύροντο
                                                                                                                                                                                                                                                                                                                                                      167 τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
                                                                                                                                                                                                                                                                                                                                                        168 χερσὶν ὑπ᾽ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες
                                                                                                                                                                                                                                                                                                                                                          169 στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος ἠδὲ προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                            170 τυτθὸν φθεγξαμένη τὸν δὲ τρόμος ἔλλαβε γυῖα
                                                                                                                                                                                                                                                                                                                                                              171 θάρσει Δαρδανίδη Πρίαμε φρεσί μὴ δέ τι τάρβει
                                                                                                                                                                                                                                                                                                                                                                172 οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ᾽ ἱκάνω
                                                                                                                                                                                                                                                                                                                                                                  173 ἀλλ᾽ ἀγαθὰ φρονέουσα Διὸς δέ τοι ἄγγελός εἰμι
                                                                                                                                                                                                                                                                                                                                                                    174 ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ᾽ ἐλεαίρει
                                                                                                                                                                                                                                                                                                                                                                      175 λύσασθαί σ᾽ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                        176 δῶρα δ᾽Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
                                                                                                                                                                                                                                                                                                                                                                          177 οἶον μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ
                                                                                                                                                                                                                                                                                                                                                                            178 κῆρύξ τίς τοι ἕποιτο γεραίτερος ὅς κ᾽ἰθύνοι
                                                                                                                                                                                                                                                                                                                                                                              179 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον ἠδὲ καὶ αὖτις
                                                                                                                                                                                                                                                                                                                                                                                180 νεκρὸν ἄγοι προτὶ ἄστυ τὸν ἔκτανε δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                  181 μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος
                                                                                                                                                                                                                                                                                                                                                                                    182 τοῖος γάρ τοι πομπὸς ἅμ᾽ ἕψεται ἀργεϊφόντης
                                                                                                                                                                                                                                                                                                                                                                                      183 ὅς σ᾽ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                        184 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος
                                                                                                                                                                                                                                                                                                                                                                                          185 οὔτ᾽ αὐτὸς κτενέει ἀπό τ᾽ἄλλους πάντας ἐρύξει
                                                                                                                                                                                                                                                                                                                                                                                            186 οὔτε γάρ ἔστ᾽ ἄφρων οὔτ᾽ ἄσκοπος οὔτ᾽ ἀλιτήμων
                                                                                                                                                                                                                                                                                                                                                                                              187 ἀλλὰ μάλ᾽ ἐνδυκέως ἱκέτε‿ω πεφιδήσεται ἀνδρός
                                                                                                                                                                                                                                                                                                                                                                                                188 ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις
                                                                                                                                                                                                                                                                                                                                                                                                  189 αὐτὰρ ὅ γ᾽υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην
                                                                                                                                                                                                                                                                                                                                                                                                    190 ὁπλίσαι ἠνώγει πείρινθα δὲ δῆσαι ἐπ᾽ αὐτῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                      191 αὐτὸς δ᾽ἐς θάλαμον κατεβήσετο κηώεντα
                                                                                                                                                                                                                                                                                                                                                                                                        192 κέδρινον ὑψόροφον ὃς γλήνεα πολλὰ κεχάνδει
                                                                                                                                                                                                                                                                                                                                                                                                          193 ἐς δ᾽ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                            194 δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε
                                                                                                                                                                                                                                                                                                                                                                                                              195 λύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                196 δῶρα δ᾽Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                  197 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                    198 αἰνῶς γάρ μ᾽αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                      199 κεῖσ᾽ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                        200 ὣς φάτο κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                          201 ὤ μοι πῇ δή τοι φρένες οἴχονθ᾽ ᾗς τὸ πάρος περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                            202 ἔκλε᾽ ἐπ᾽ ἀνθρώπους ξείνους ἠδ᾽ οἷσιν ἀνάσσεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                              203 πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                204 ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  205 υἱέας ἐξενάριξε σιδήρειόν νύ τοι ἦτορ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    206 εἰ γάρ σ᾽αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      207 ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σ᾽ἐλεήσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        208 οὐδέ τί σ᾽αἰδέσεται νῦν δὲ κλαίωμεν ἄνευθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          209 ἥμενοι ἐν μεγάρῳ τῷ δ᾽ὥς ποθι Μοῖρα κραταιὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            210 γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκον αὐτή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              211 ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                212 ἀνδρὶ πάρα κρατερῷ τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  213 ἐσθέμεναι προσφῦσα τότ᾽ ἄντιτα ἔργα γένοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    214 παιδὸς ἐμοῦ ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      215 ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´γ´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            216 ἑσταότ᾽ οὔτε φόβου μεμνημένον οὔτ᾽ ἀλεωρῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              217 τὴν δ᾽αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                218 μή μ᾽ἐθέλοντ᾽ ἰέναι κατερύκανε μὴ δέ μοι αὐτὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  219 ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ οὐδέ με πείσεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    220 εἰ μὲν γάρ τίς μ᾽ἄλλος ἐπιχθονίων ἐκέλευεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      221 ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        222 ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          223 νῦν δ᾽αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            224 εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται εἰ δέ μοι αἶσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              225 τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                226 βούλομαι αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  227 ἀγκὰς ἑλόντ᾽ ἐμὸν υἱόν ἐπὴν γόου ἐξ ἔρον εἵην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    228 ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλ᾽ ἀνέῳγεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      229 ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        230 δώδεκα δ᾽ἁπλοΐδας χλαίνας τόσσους δὲ τάπητας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          231 τόσσα δὲ φάρεα λευκά τόσους δ᾽ἐπὶ τοῖσι χιτῶνας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            232 χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              233 ἐκ δὲ δύ᾽ αἴθωνας τρίποδας πίσυρας δὲ λέβητας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                234 ἐκ δὲ δέπας περικαλλές ὅ οἱ Θρῇκες πόρον ἄνδρες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  235 ἐξεσίην ἐλθόντι μέγα κτέρας οὐδέ νυ τοῦ περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    236 φείσατ᾽ ἐνὶ μεγάροις ὃ γέρων περὶ δ᾽ἤθελε θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      237 λύσασθαι φίλον υἱόν ὃ δὲ Τρῶας μὲν ἅπαντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        λύσασθαι φίλον υἱόν ὃ δὲ Τρῶας μὲν ἅπαντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          238 αἰθούσης ἀπέεργεν ἔπεσσ᾽ αἰσχροῖσιν ἐνίσσων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            239 ἔρρετε λωβητῆρες ἐλεγχέες οὔ νυ καὶ ὑμῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              240 οἴκοι ἔνεστι γόος ὅτι μ᾽ἤλθετε κηδήσοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                241 ἦ ὀνόσασθ᾽ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  242 παῖδ᾽ ὀλέσαι τὸν ἄριστον ἀτὰρ γνώσεσθε καὶ ὔμμες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    243 ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      244 κείνου τεθνηῶτος ἐναιρέμεν αὐτὰρ ἔγωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        245 πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          246 ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            247 ἦ καὶ σκηπανίῳ δίεπ᾽ ἀνέρας οἳ δ᾽ἴσαν ἔξω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              248 σπερχομένοιο γέροντος ὃ δ᾽υἱάσιν οἷσιν ὁμόκλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                249 νεικείων Ἕλενόν τε Πάριν τ᾽Ἀγάθωνά τε δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  250 Πάμμονά τ᾽Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    251 Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      252 ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        253 σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες αἴθ᾽ ἅμα πάντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          254 Ἕκτορος ὠφέλετ᾽ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            255 ὤ μοι ἐγὼ πανάποτμος ἐπεὶ τέκον υἷας ἀρίστους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              256 Τροίῃ ἐν εὐρείῃ τῶν δ᾽οὔ τινά φημι λελεῖφθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                257 Μήστορά τ᾽ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  258 Ἕκτορά θ᾽ὃς θεὸς ἔσκε μετ᾽ ἀνδράσιν οὐδὲ ἐῴκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    259 ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      260 τοὺς μὲν ἀπώλεσ᾽ Ἄρης τὰ δ᾽ἐλέγχεα πάντα λέλειπται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        261 ψεῦσταί τ᾽ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          262 ἀρνῶν ἠδ᾽ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            263 οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              264 ταῦτά τε πάντ᾽ ἐπιθεῖτε ἵνα πρήσσωμεν ὁδοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                265 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα πατρὸς ὑποδϝείσαντες ὁμοκλὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  266 ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    267 καλὴν πρωτοπαγέ‿α πείρινθα δὲ δῆσαν ἐπ᾽ αὐτῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      268 κὰδ δ᾽ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        269 πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            270 ἐκ δ᾽ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              271 καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                272 πέζῃ ἔπι πρώτῃ ἐπὶ δὲ κρίκον ἕστορι βάλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  273 τρὶς δ᾽ἑκάτερθεν ἔδησαν ἐπ᾽ ὀμφαλόν αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    274 ἑξείης κατέδησαν ὑπὸ γλωχῖνα δ᾽ἔκαμψαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      275 ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ᾽ ἀπήνης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        276 νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          277 ζεῦξαν δ᾽ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            278 τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              279 ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν οὓς ὃ γεραιὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                280 αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  281 τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    282 κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε᾽ ἔχοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      283 ἀγχίμολον δέ σφ᾽ἦλθ᾽ Ἑκάβη τετιηότι θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        284 οἶνον ἔχουσ᾽ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          285 χρυσέῳ ἐν δέπαϊ ὄφρα λείψαντε κιοίτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            χρυσέῳ ἐν δέπαϊ ὄφρα λείψαντε κιοίτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              286 στῆ δ᾽ἵππων προπάροιθεν ἔπος τ᾽ἔφατ᾽ ἔκ τ᾽ὀνόμαζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                287 τῆ σπεῖσον Διὶ πατρί καὶ εὔχεο οἴκαδ᾽ ἱκέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  288 ἂψ ἐκ δυσμενέων ἀνδρῶν ἐπεὶ ἂρ σέ γε θυμὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    289 ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      290 ἀλλ᾽ εὔχε‿ο σύ γ᾽ἔπειτα κελαινεφέϊ Κρονίωνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        291 Ἰδαίῳ ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          Ἰδαίῳ ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            292 αἴτει δ᾽οἰωνὸν ταχὺν ἄγγελον ὅς τέ οἱ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              293 φίλτατος οἰωνῶν καί εὑ κράτος ἐστὶ μέγιστον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                294 δεξιόν ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  295 τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    296 εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      297 οὐκ ἂν ἔγωγέ σ᾽ἔπειτα ἐποτρύνουσα κελοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        298 νῆας ἐπ᾽ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          299 τὴν δ᾽ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            300 ὦ γύναι οὐ μέν τοι τόδ᾽ ἐφιεμένῃ ἀπιθήσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              301 ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ᾽ἐλεήσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                302 ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν᾽ ὃ γεραιὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  303 χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον ἣ δὲ παρέστη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    304 χέρνιβον ἀμφίπολος πρόχοόν θ᾽ἅμα χερσὶν ἔχουσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      305 νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        306 εὔχετ᾽ ἔπειτα στὰς μέσῳ ἕρκεϊ λεῖβε δὲ οἶνον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          307 οὐρανὸν εἰσανιδών καὶ φωνήσας ἔπος ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            308 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              309 δός μ᾽ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ᾽ ἐλεεινόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                310 πέμψον δ᾽οἰωνὸν ταχὺν ἄγγελον ὅς τε σοὶ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  311 φίλτατος οἰωνῶν καί εὑ κράτος ἐστὶ μέγιστον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    312 δεξιόν ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      313 τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        314 ὣς ἔφατ᾽ εὐχόμενος τοῦ δ᾽ἔκλυε μητίετα Ζεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          315 αὐτίκα δ᾽αἰετὸν ἧκε τελειότατον πετεηνῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            316 μόρφνον θηρητῆρ᾽ ὃν καὶ περκνὸν καλέουσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              317 ὅσση δ᾽ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                318 ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσ᾽ ἀραρυῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  319 τόσσ᾽ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά εἴσατο δέ σφι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    320 δεξιὸς ἀΐξας διὰ ἄστεος οἳ δὲ ἰδόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      321 γήθησαν καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        322 σπερχόμενος δ᾽ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          323 ἐκ δ᾽ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            324 πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              325 τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων αὐτὰρ ὄπισθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                326 ἵπποι τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  327 καρπαλίμως κατὰ ἄστυ φίλοι δ᾽ἅμα πάντες ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    328 πόλλ᾽ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      329 οἳ δ᾽ἐπεὶ οὖν πόλιος κατέβαν πεδίον δ᾽ἀφίκοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        330 οἳ μὲν ἄρ᾽ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          331 παῖδες καὶ γαμβροί τὼ δ᾽οὐ λάθον εὐρύοπα Ζῆν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            332 ἐς πεδίον προφανέντε ἰδὼν δ᾽ἐλέησε γέροντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              333 αἶψα δ᾽ἄρ᾽ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                334 Ἑρμεία σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  335 ἀνδρὶ ἑταιρίσσαι καί τ᾽ἔκλυες ᾧ κ᾽ἐθέλῃσθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    336 βάσκ᾽ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      337 ὣς ἄγαγ᾽ ὡς μήτ᾽ ἄρ τις ἴδῃ μήτ᾽ ἄρ τε νοήσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        338 τῶν ἄλλων Δαναῶν πρὶν Πηλεΐωνα δ᾽ἱκέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          339 ὣς ἔφατ᾽ οὐδ᾽ ἀπίθησε διάκτορος ἀργεϊφόντης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            340 αὐτίκ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              341 ἀμβρόσια χρύσεια τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                ἀμβρόσια χρύσεια τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  342 ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    343 εἵλετο δὲ ῥάβδον τῇ τ᾽ἀνδρῶν ὄμματα θέλγει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      344 ὧν ἐθέλει τοὺς δ᾽αὖτε καὶ ὑπνώοντας ἐγείρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        345 τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          346 αἶψα δ᾽ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            347 βῆ δ᾽ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              348 πρῶτον ὑπηνήτῃ τοῦ περ χαριεστάτη ἥβη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                349 οἳ δ᾽ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  350 στῆσαν ἄρ᾽ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    351 ἐν ποταμῷ δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      352 τὸν δ᾽ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        353 Ἑρμείαν ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          354 φράζεο Δαρδανίδη φραδέος νόου ἔργα τέτυκται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            355 ἄνδρ᾽ ὁρόω τάχα δ᾽ἄμμε διαρραίσεσθαι ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              356 ἀλλ᾽ ἄγε δὴ φεύγωμεν ἐφ᾽ ἵππων ἤ μιν ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                357 γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ᾽ἐλεήσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  358 ὣς φάτο σὺν δὲ γέροντι νόος χύτο δείδιε δ᾽αἰνῶς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    359 ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      360 στῆ δὲ ταφών αὐτὸς δ᾽ἐριούνιος ἐγγύθεν ἐλθὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        361 χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          362 πῇ πάτερ ὧδ᾽ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            363 νύκτα δι᾽ ἀμβροσίην ὅτε θ᾽εὕδουσι βροτοὶ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              364 οὐδὲ σύ γ᾽ἔδϝεισας μένεα πνείοντας Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                365 οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  366 τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    367 τοσσάδ᾽ ὀνείατ᾽ ἄγοντα τίς ἂν δή τοι νόος εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      368 οὔτ᾽ αὐτὸς νέος ἐσσί γέρων δέ τοι οὗτος ὀπηδεῖ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        369 ἄνδρ᾽ ἀπαμύνασθαι ὅτε τις πρότερος χαλεπήνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          370 ἀλλ᾽ ἐγὼ οὐδέν σε ῥέξω κακά καὶ δέ κεν ἄλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            371 σεῦ ἀπαλεξήσαιμι φίλῳ δέ σε πατρὶ ἐΐσκω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              372 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                373 οὕτω πῃ τάδε γ᾽ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  374 ἀλλ᾽ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    375 ὅς μοι τοιόνδ᾽ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      376 αἴσιον οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        377 πέπνυσαί τε νόῳ μακάρων δ᾽ἔξεσσι τοκήων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          378 τὸν δ᾽αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            379 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              380 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                381 ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  382 ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    383 ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      384 δειδιότες τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        385 σὸς πάϊς οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ᾽ Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          386 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            387 τίς δὲ σύ ἐσσι φέριστε τέων δ᾽ἔξεσσι τοκήων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              388 ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                389 τὸν δ᾽αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  390 πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    391 τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      392 ὀφθαλμοῖσιν ὄπωπα καὶ εὖτ᾽ ἐπὶ νηυσὶν ἐλάσσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        393 Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          394 ἡμεῖς δ᾽ἑσταότες θαυμάζομεν οὐ γὰρ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            395 εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              396 τοῦ γὰρ ἐγὼ θεράπων μία δ᾽ἤγαγε νηῦς εὐεργής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                397 Μυρμιδόνων δ᾽ἔξειμι πατὴρ δέ μοί ἐστι Πολύκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  398 ἀφνειὸς μὲν ὅ γ᾽ἐστί γέρων δὲ δὴ ὡς σύ περ ὧδε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    399 ἓξ δέ οἱ υἷες ἔασιν ἐγὼ δέ οἱ ἕβδομός εἰμι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      400 τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ᾽ ἕπεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        401 νῦν δ᾽ἦλθον πεδίον δ᾽ἀπὸ νηῶν ἠῶθεν γὰρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          402 θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            403 ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι οὐδὲ δύνανται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              404 ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                405 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  406 εἰ μὲν δὴ θεράπων Πηληϊάδε‿ω Ἀχιλῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    407 εἴς ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      408 ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς ἦέ μιν ἤδη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        409 ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          410 τὸν δ᾽αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            411 ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδ᾽ οἰωνοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              412 ἀλλ᾽ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                413 αὔτως ἐν κλισίῃσι δυωδεκάτη δέ οἱ ἠὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  414 κειμένῳ οὐδέ τί οἱ χρὼς σήπεται οὐδέ μιν εὐλαὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    415 ἔσθουσ᾽ αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      416 ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        417 ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          418 οὐδέ μιν αἰσχύνει θηοῖό κεν αὐτὸς ἐπελθὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            οὐδέ μιν αἰσχύνει θηοῖό κεν αὐτὸς ἐπελθὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              419 οἷον ἐερσήεις κεῖται περὶ δ᾽αἷμα νένιπται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                420 οὐδέ ποθι μιαρός σὺν δ᾽ἕλκεα πάντα μέμυκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  421 ὅσσ᾽ ἐτύπη πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    422 ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      423 καὶ νέκυός περ ἐόντος ἐπεί σφι φίλος περὶ κῆρι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        424 ὣς φάτο γήθησεν δ᾽ὃ γέρων καὶ ἀμείβετο μύθῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          425 ὦ τέκος ἦ ῥ᾽ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            426 ἀθανάτοις ἐπεὶ οὔ ποτ᾽ ἐμὸς πάϊς εἴ ποτ᾽ ἔην γε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              427 λήθετ᾽ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                428 τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  429 ἀλλ᾽ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    430 αὐτόν τε ῥῦσαι πέμψον δέ με σύν γε θεοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      431 ὄφρά κεν ἐς κλισίην Πηληϊάδε‿ω ἀφίκωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        432 τὸν δ᾽αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          433 πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου οὐδέ με πείσεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            434 ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              435 τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                436 συλεύειν μή μοί τι κακὸν μετόπισθε γένηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  437 σοὶ δ᾽ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    438 ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέ‿ων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      439 οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        440 ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          441 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            442 ἐν δ᾽ἔπνευσ᾽ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              443 ἀλλ᾽ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                444 οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  445 τοῖσι δ᾽ἐφ᾽ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    446 πᾶσιν ἄφαρ δ᾽ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      447 ἐς δ᾽ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ᾽ ἐπ᾽ ἀπήνης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        448 ἀλλ᾽ ὅτε δὴ κλισίην Πηληϊάδε‿ω ἀφίκοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          449 ὑψηλήν τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            450 δοῦρ᾽ ἐλάτης κέρσαντες ἀτὰρ καθύπερθεν ἔρεψαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              451 λαχνήεντ᾽ ὄροφον λειμωνόθεν ἀμήσαντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                452 ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  453 σταυροῖσιν πυκινοῖσι θύρην δ᾽ἔχε μοῦνος ἐπιβλὴς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    454 εἰλάτινος τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      455 τρεῖς δ᾽ἀναοίγεσκον μεγάλην κληῗδα θυράων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        456 τῶν ἄλλων Ἀχιλεὺς δ᾽ἄρ᾽ ἐπιρρήσσεσκε καὶ οἶος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          457 δή ῥα τόθ᾽ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            458 ἐς δ᾽ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              459 ἐξ ἵππων δ᾽ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                460 ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  461 Ἑρμείας σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    462 ἀλλ᾽ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι οὐδ᾽ Ἀχιλῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      463 ὀφθαλμοὺς εἴσειμι νεμεσσητὸν δέ κεν εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        464 ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          465 τύνη δ᾽εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            466 καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              467 λίσσεο καὶ τέκεος ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                468 ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  469 Ἑρμείας Πρίαμος δ᾽ἐξ ἵππων ἆλτο χαμᾶζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    470 Ἰδαῖον δὲ κατ᾽ αὖθι λίπεν ὃ δὲ μίμνεν ἐρύκων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      471 ἵππους ἡμιόνους τε γέρων δ᾽ἰθὺς κίεν οἴκου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        472 τῇ ῥ᾽Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος ἐν δέ μιν αὐτὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          473 εὗρ᾽ ἕταροι δ᾽ἀπάνευθε καθήατο τὼ δὲ δύ᾽ οἴω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            474 ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              475 ποίπνυον παρεόντε νέον δ᾽ἀπέληγεν ἐδωδῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                476 ἔσθων καὶ πίνων ἔτι καὶ παρέκειτο τράπεζα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  477 τοὺς δ᾽ἔλαθ᾽ εἰσελθὼν Πρίαμος μέγας ἄγχι δ᾽ἄρα στὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    478 χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      479 δεινὰς ἀνδροφόνους αἵ οἱ πολέας κτάνον υἷας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        480 ὡς δ᾽ὅτ᾽ ἂν ἄνδρ᾽ ἄτη πυκινὴ λάβῃ ὅς τ᾽ἐνὶ πάτρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          481 φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            482 ἀνδρὸς ἐς ἀφνειοῦ θάμβος δ᾽ἔχει εἰσορόωντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              483 ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέ‿α
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                484 θάμβησαν δὲ καὶ ἄλλοι ἐς ἀλλήλους δὲ ἴδοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  485 τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    486 μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      487 τηλίκου ὥς περ ἐγών ὀλοῷ ἐπὶ γήραος οὐδῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        488 καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          489 τείρουσ᾽ οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            490 ἀλλ᾽ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              491 χαίρει τ᾽ἐν θυμῷ ἐπί τ᾽ἔλπεται ἤματα πάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                492 ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    493 αὐτὰρ ἐγὼ πανάποτμος ἐπεὶ τέκον υἷας ἀρίστους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      494 Τροίῃ ἐν εὐρείῃ τῶν δ᾽οὔ τινά φημι λελεῖφθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        495 πεντήκοντά μοι ἦσαν ὅτ᾽ ἤλυθον υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          496 ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            497 τοὺς δ᾽ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              498 τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ᾽ ἔλυσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                499 ὃς δέ μοι οἶος ἔην εἴρυτο δὲ ἄστυ καὶ αὐτούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  500 τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    501 Ἕκτορα τοῦ νῦν εἵνεχ᾽ ἱκάνω νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      502 λυσόμενος παρὰ σεῖο φέρω δ᾽ἀπερείσι᾽ ἄποινα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        503 ἀλλ᾽ αἰδεῖο θεοὺς Ἀχιλεῦ αὐτόν τ᾽ἐλέησον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          504 μνησάμενος σοῦ πατρός ἐγὼ δ᾽ἐλεεινότερός περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            505 ἔτλην δ᾽οἷ᾽ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              506 ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ᾽ ὀρέγεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                507 ὣς φάτο τῷ δ᾽ἄρα πατρὸς ὑφ᾽ ἵμερον ὦρσε γόοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  508 ἁψάμενος δ᾽ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    509 τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      510 κλαῖ᾽ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        511 αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ᾽ ἄλλοτε δ᾽αὖτε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          512 Πάτροκλον τῶν δὲ στοναχὴ κατὰ δώματ᾽ ὀρώρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            513 αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              514 καί οἱ ἀπὸ πραπίδων ἦλθ᾽ ἵμερος ἠδ᾽ ἀπὸ γυίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                515 αὐτίκ᾽ ἀπὸ θρόνου ὦρτο γέροντα δὲ χειρὸς ἀνίστη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  516 οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    517 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      518 ἆ δείλ᾽ ἦ δὴ πολλὰ κάκ᾽ ἄνσχεο σὸν κατὰ θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        519 πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          520 ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            521 υἱέας ἐξενάριξα σιδήρειόν νύ τοι ἦτορ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              522 ἀλλ᾽ ἄγε δὴ κατ᾽ ἄρ᾽ ἕζευ ἐπὶ θρόνου ἄλγεα δ᾽ἔμπης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                523 ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  524 οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    525 ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      526 ζώειν ἀχνυμένοις αὐτοὶ δέ τ᾽ἀκηδέες εἰσί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        527 δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          528 δώρων οἷα δίδωσι κακῶν ἕτερος δὲ ἑάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            529 ᾧ μέν κ᾽ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              530 ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται ἄλλοτε δ᾽ἐσθλῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                531 ᾧ δέ κε τῶν λυγρῶν δώῃ λωβητὸν ἔθηκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  532 καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    533 φοιτᾷ δ᾽οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      534 ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        535 ἐκ γενετῆς πάντας γὰρ ἐπ᾽ ἀνθρώπους ἐκέκαστο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          536 ὄλβῳ τε πλούτῳ τε ἄνασσε δὲ Μυρμιδόνεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            537 καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              538 ἀλλ᾽ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν ὅττί οἱ οὔ τι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                539 παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  540 ἀλλ᾽ ἕνα παῖδα τέκεν παναώριον οὐδέ νυ τόν γε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    541 γηράσκοντα κομίζω ἐπεὶ μάλα τηλόθι πάτρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      542 ἧμαι ἐνὶ Τροίῃ σέ τε κήδων ἠδὲ σὰ τέκνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        543 καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          544 ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            545 καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              546 τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                547 αὐτὰρ ἐπεί τοι πῆμα τόδ᾽ ἤγαγον Οὐρανίωνες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  548 αἰεί τοι περὶ ἄστυ μάχαι τ᾽ἀνδροκτασίαι τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    549 ἄνσχεο μὴ δ᾽ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      550 οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        551 οὐδέ μιν ἀνστήσεις πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          552 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            553 μή πω μ᾽ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              554 κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής ἀλλὰ τάχιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                555 λῦσον ἵν᾽ ὀφθαλμοῖσιν ἴδω σὺ δὲ δέξαι ἄποινα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  556 πολλά τά τοι φέρομεν σὺ δὲ τῶνδ᾽ ἀπόναιο καὶ ἔλθοις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    557 σὴν ἐς πατρίδα γαῖαν ἐπεί με πρῶτον ἔασας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      558 αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        559 τὸν δ᾽ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          560 μηκέτι νῦν μ᾽ἐρέθιζε γέρον νοέω δὲ καὶ αὐτὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            561 Ἕκτορά τοι λῦσαι Διόθεν δέ μοι ἄγγελος ἦλθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              562 μήτηρ ἥ μ᾽ἔτεκεν θυγάτηρ ἁλίοιο γέροντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                563 καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν οὐδέ με λήθεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  564 ὅττι θεῶν τίς σ᾽ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    565 οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν οὐδὲ μάλ᾽ ἡβῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      566 ἐς στρατόν οὐδὲ γὰρ ἂν φυλάκους λάθοι οὐδέ κ᾽ὀχῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        567 ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          568 τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            569 μή σε γέρον οὐδ᾽ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              570 καὶ ἱκέτην περ ἐόντα Διὸς δ᾽ἀλίτωμαι ἐφετμάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                571 ὣς ἔφατ᾽ ἔδϝεισεν δ᾽ὃ γέρων καὶ ἐπείθετο μύθῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  572 Πηλεΐδης δ᾽οἴκοιο λέων ὣς ἆλτο θύραζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    573 οὐκ οἶος ἅμα τῷ γε δύω θεράποντες ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      οὐκ οἶος ἅμα τῷ γε δύω θεράποντες ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        574 ἥρως Αὐτομέδων ἠδ᾽ Ἄλκιμος οὕς ῥα μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          575 τῖ᾽ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            576 οἳ τόθ᾽ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              577 ἐς δ᾽ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                578 κὰδ δ᾽ἐπὶ δίφρου εἷσαν ἐϋξέστου δ᾽ἀπ᾽ ἀπήνης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  579 ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    580 κὰδ δ᾽ἔλιπον δύο φάρε᾽ ἐΰννητόν τε χιτῶνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      581 ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        582 δμῳὰς δ᾽ἐκκαλέσας λοῦσαι κέλετ᾽ ἀμφί τ᾽ἀλεῖψαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          583 νόσφιν ἀειράσας ὡς μὴ Πρίαμος ἴδοι υἱόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            νόσφιν ἀειράσας ὡς μὴ Πρίαμος ἴδοι υἱόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              νόσφιν ἀειράσας ὡς μὴ Πρίαμος ἴδοι υἱόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´γ´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                584 μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  585 παῖδα ἰδών Ἀχιλῆϊ δ᾽ὀρινθείη φίλον ἦτορ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    586 καί ἑ κατακτείνειε Διὸς δ᾽ἀλίτηται ἐφετμάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      587 τὸν δ᾽ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        588 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          589 αὐτὸς τόν γ᾽Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            590 σὺν δ᾽ἕταροι ἤειραν ἐϋξέστην ἐπ᾽ ἀπήνην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              591 ᾤμωξέν τ᾽ἄρ᾽ ἔπειτα φίλον δ᾽ὀνόμηνεν ἑταῖρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                592 μή μοι Πάτροκλε σκυδμαινέμεν αἴ κε πύθηαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  593 εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    594 πατρὶ φίλῳ ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      595 σοὶ δ᾽αὖ ἐγὼ καὶ τῶνδ᾽ ἀποδάσσομαι ὅσσ᾽ ἐπέοικεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        596 ἦ ῥα καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          597 ἕζετο δ᾽ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            598 τοίχου τοῦ ἑτέρου ποτὶ δὲ Πρίαμον φάτο μῦθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              599 υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                600 κεῖται δ᾽ἐν λεχέεσσ᾽ ἅμα δ᾽ἠοῖ φαινομένηφιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  601 ὄψεαι αὐτὸς ἄγων νῦν δὲ μνησώμεθα δόρπου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    602 καὶ γάρ τ᾽ἠΰκομος Νιόβη ἐμνήσατο σίτου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      603 τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        604 ἓξ μὲν θυγατέρες ἓξ δ᾽υἱέες ἡβώοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          605 τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ᾽ ἀργυρέοιο βιοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            606 χωόμενος Νιόβῃ τὰς δ᾽Ἄρτεμις ἰοχέαιρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              607 οὕνεκ᾽ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                οὕνεκ᾽ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  608 φῆ δοιὼ τεκέειν ἣ δ᾽αὐτὴ γείνατο πολλούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    609 τὼ δ᾽ἄρα καὶ δοιώ περ ἐόντ᾽ ἀπὸ πάντας ὄλεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      610 οἳ μὲν ἄρ᾽ ἐννῆμαρ κέατ᾽ ἐν φόνῳ οὐδέ τις ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        611 κατθάψαι λαοὺς δὲ λίθους ποίησε Κρονίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          612 τοὺς δ᾽ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            613 ἣ δ᾽ἄρα σίτου μνήσατ᾽ ἐπεὶ κάμε δάκρυ χέουσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              614 νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                615 ἐν Σιπύλῳ ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  616 νυμφάων αἵ τ᾽ἀμφ᾽ Ἀχελώϊον ἐρρώσαντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    617 ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      618 ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        619 σίτου ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          620 Ἴλιον εἰσαγαγών πολυδάκρυτος δέ τοι ἔσται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            621 ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              622 σφάξ᾽ ἕταροι δ᾽ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                623 μίστυλλόν τ᾽ἄρ᾽ ἐπισταμένως πεῖράν τ᾽ὀβελοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  624 ὄπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    625 Αὐτομέδων δ᾽ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      626 καλοῖς ἐν κανέοισιν ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        627 οἳ δ᾽ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          628 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            629 ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ᾽ Ἀχιλῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              630 ὅσσος ἔην οἷός τε θεοῖσι γὰρ ἄντα ἐῴκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                631 αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  632 εἰσορόων ὄψίν τ᾽ἀγαθὴν καὶ μῦθον ἀκούων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    633 αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      634 τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        635 λέξον νῦν με τάχιστα διοτρεφές ὄφρα καὶ ἤδη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          636 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            637 οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              638 ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                639 ἀλλ᾽ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  640 αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    641 νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      642 λαυκανίης καθέηκα πάρος γε μὲν οὔ τι πεπάσμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        643 ἦ ῥ᾽Ἀχιλεὺς δ᾽ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          ἦ ῥ᾽Ἀχιλεὺς δ᾽ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            644 δέμνι᾽ ὑπ᾽ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              645 πορφύρε᾽ ἐμβαλέειν στορέσαι τ᾽ἐφύπερθε τάπητας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                646 χλαίνας τ᾽ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  647 αἳ δ᾽ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    648 αἶψα δ᾽ἄρα στόρεσαν δοιὼ λέχε᾽ ἐγκονέουσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      649 τὸν δ᾽ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        650 ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε μή τις Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          651 ἐνθάδ᾽ ἐπέλθῃσιν βουληφόρος οἵ τέ μοι αἰεὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            652 βουλὰς βουλεύουσι παρήμενοι ἣ θέμις ἐστί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              653 τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                654 αὐτίκ᾽ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  655 καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    656 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      657 ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        658 ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          659 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            660 εἰ μὲν δή μ᾽ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              661 ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                662 οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα τηλόθι δ᾽ὕλη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  663 ἀξέμεν ἐξ ὄρεος μάλα δὲ Τρῶες δεδίασιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ἀξέμεν ἐξ ὄρεος μάλα δὲ Τρῶες δεδίασιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      664 ἐννῆμαρ μέν κ᾽αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        665 τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          666 ἑνδεκάτῃ δέ κε τύμβον ἐπ᾽ αὐτῷ ποιήσαιμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            667 τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              668 τὸν δ᾽αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                669 ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ᾽ ὡς σὺ κελεύεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  670 σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    671 ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      672 ἔλλαβε δεξιτερήν μή πως δείσει᾽ ἐνὶ θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        673 οἳ μὲν ἄρ᾽ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          674 κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε᾽ ἔχοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            675 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              676 τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                677 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  678 εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    679 ἀλλ᾽ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      680 ὁρμαίνοντ᾽ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        681 νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          682 στῆ δ᾽ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            683 ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν οἷον ἔθ᾽ εὕδεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              684 ἀνδράσιν ἐν δηΐοισιν ἐπεί σ᾽εἴασεν Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                ἀνδράσιν ἐν δηΐοισιν ἐπεί σ᾽εἴασεν Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  685 καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο πολλὰ δ᾽ἔδωκας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    686 σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      687 παῖδες τοὶ μετόπισθε λελειμμένοι αἴ κ᾽Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        688 γνώῃ σ᾽Ἀτρεΐδης γνώωσι δὲ πάντες Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          689 ὣς ἔφατ᾽ ἔδϝεισεν δ᾽ὃ γέρων κήρυκα δ᾽ἀνίστη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            690 τοῖσιν δ᾽Ἑρμείας ζεῦξ᾽ ἵππους ἡμιόνους τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              691 ῥίμφα δ᾽ἄρ᾽ αὐτὸς ἔλαυνε κατὰ στρατόν οὐδέ τις ἔγνω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                692 ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  693 Ξάνθου δινήεντος ὃν ἀθάνατος τέκετο Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    694 Ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      695 Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        696 οἳ δ᾽εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          697 ἵππους ἡμίονοι δὲ νέκυν φέρον οὐδέ τις ἄλλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            698 ἔγνω πρόσθ᾽ ἀνδρῶν καλλιζώνων τε γυναικῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              699 ἀλλ᾽ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                700 Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ᾽ εἰσενόησεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  701 ἑσταότ᾽ ἐν δίφρῳ κήρυκά τε ἀστυβοώτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    702 τὸν δ᾽ἄρ᾽ ἐφ᾽ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      703 κώκυσέν τ᾽ἄρ᾽ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        704 ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ᾽ ἰόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          705 εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            706 χαίρετ᾽ ἐπεὶ μέγα χάρμα πόλει τ᾽ἦν παντί τε δήμῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              707 ὣς ἔφατ᾽ οὐδέ τις αὐτόθ᾽ ἐνὶ πτόλεϊ λίπετ᾽ ἀνὴρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                708 οὐδὲ γυνή πάντας γὰρ ἀάσχετον ἵκετο πένθος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  709 ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    710 πρῶται τόν γ᾽ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      711 τιλλέσθην ἐπ᾽ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        712 ἁπτόμεναι κεφαλῆς κλαίων δ᾽ἀμφίσταθ᾽ ὅμιλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          713 καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            714 Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              715 εἰ μὴ ἄρ᾽ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                716 εἴξατέ μοι οὐρεῦσι διελθέμεν αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  717 ἄσεσθε κλαυθμοῖο ἐπὴν ἀγάγωμι δόμον δέ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    718 ὣς ἔφαθ᾽ οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      719 οἳ δ᾽ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα τὸν μὲν ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        720 τρητοῖς ἐν λεχέεσσι θέσαν παρὰ δ᾽εἷσαν ἀοιδοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          721 θρήνων ἐξάρχους οἵ τε στονόεσσαν ἀοιδὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            722 οἳ μὲν ἄρ᾽ ἐθρήνε‿ον ἐπὶ δὲ στενάχοντο γυναῖκες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              723 τῇσιν δ᾽Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                724 Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  725 ἆνερ ἀπ᾽ αἰῶνος νέος ὤλεο κὰδ δέ με χήρην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    726 λείπεις ἐν μεγάροισι πάϊς δ᾽ἔτι νήπιος αὔτως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      727 ὃν τέκομεν σύ τ᾽ἐγώ τε δυσάμμοροι οὐδέ μιν οἴω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        728 ἥβην ἵξεσθαι πρὶν γὰρ πόλις ἥδε κατ᾽ ἄκρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          729 πέρσεται ἦ γὰρ ὄλωλας ἐπίσκοπος ὅς τέ μιν αὐτὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            730 ῥύσκευ ἔχες δ᾽ἀλόχους κεδνὰς καὶ νήπια τέκνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              731 αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                732 καὶ μὲν ἐγὼ μετὰ τῇσι σὺ δ᾽αὖ τέκος ἢ ἐμοὶ αὐτῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  733 ἕψεαι ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    734 ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου ἤ τις Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      735 ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        736 χωόμενος ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          737 ἢ πατέρ᾽ ἠὲ καὶ υἱόν ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            738 Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              739 οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                740 τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  741 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    742 Ἕκτορ ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      743 οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        744 οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος οὗ τέ κεν αἰεὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          745 μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            746 ὣς ἔφατο κλαίουσ᾽ ἐπὶ δὲ στενάχοντο γυναῖκες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              747 τῇσιν δ᾽αὖθ᾽ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                748 Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  749 ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    750 οἳ δ᾽ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      751 ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        752 πέρνασχ᾽ ὅν τιν᾽ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          753 ἐς Σάμον ἔς τ᾽Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            754 σεῦ δ᾽ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              755 πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ᾽ ἑτάροιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                756 Πατρόκλου τὸν ἔπεφνες ἀνέστησεν δέ μιν οὐδ᾽ ὧς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  757 νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    758 κεῖσαι τῷ ἴκελος ὅν τ᾽ἀργυρότοξος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      759 οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        760 ὣς ἔφατο κλαίουσα γόον δ᾽ἀλίαστον ὄρινε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          761 τῇσι δ᾽ἔπειθ᾽ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            762 Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              763 ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                764 ὅς μ᾽ἄγαγε Τροίηνδ᾽ ὡς πρὶν ὤφελλον ὀλέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  ὅς μ᾽ἄγαγε Τροίηνδ᾽ ὡς πρὶν ὤφελλον ὀλέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    765 ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      766 ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        767 ἀλλ᾽ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ᾽ ἀσύφηλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          768 ἀλλ᾽ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            769 δα‿έρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              770 ἢ ἑκυρή ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                771 ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  772 σῇ τ᾽ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    773 τὼ σέ θ᾽ἅμα κλαίω καὶ ἔμ᾽ ἄμμορον ἀχνυμένη κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      774 οὐ γάρ τίς μοι ἔτ᾽ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        775 ἤπιος οὐδὲ φίλος πάντες δέ με πεφρίκασιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          ἤπιος οὐδὲ φίλος πάντες δέ με πεφρίκασιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            776 ὣς ἔφατο κλαίουσ᾽ ἐπὶ δ᾽ἔστενε δῆμος ἀπείρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              777 λαοῖσιν δ᾽ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                778 ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ μὴ δέ τι θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  779 δείσητ᾽ Ἀργείων πυκινὸν λόχον ἦ γὰρ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    780 πέμπων μ᾽ὧδ᾽ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      781 μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        782 ὣς ἔφαθ᾽ οἳ δ᾽ὑπ᾽ ἀμάξῃσιν βόας ἡμιόνους τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          783 ζεύγνυσαν αἶψα δ᾽ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            784 ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              785 ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                786 καὶ τότ᾽ ἄρ᾽ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  787 ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἐν δ᾽ἔβαλον πῦρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    788 ἦμος δ᾽ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      789 τῆμος ἄρ᾽ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        790 αὐτὰρ ἐπεί ῥ᾽ἤγερθεν ὁμηγερέες τ᾽ἐγένοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          791 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            792 πᾶσαν ὁπόσσον ἐπέσχε πυρὸς μένος αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              793 ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ᾽ἕταροί τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                794 μυρόμενοι θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  795 καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      796 πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        797 αἶψα δ᾽ἄρ᾽ ἐς κοίλην κάπετον θέσαν αὐτὰρ ὕπερθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          798 πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            799 ῥίμφα δὲ σῆμ᾽ ἔχεαν περὶ δὲ σκοποὶ ἥατο πάντῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              800 μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                801 χεύαντες δὲ τὸ σῆμα πάλιν κίον αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  802 εὖ συναγειρόμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    803 δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      804 ὣς οἵ γ᾽ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο