Index

ΙΛΙΑΔΟΣ Τ


1 Ἠὼς μὲν κροκόπεπλος ἀπ᾽ Ὠκεανοῖο ῥοάων
    2 ὄρνυθ᾽ ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν
      3 ἣ δ᾽ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα
        4 εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν
          5 κλαίοντα λιγέως πολέες δ᾽ἀμφ᾽ αὐτὸν ἑταῖροι
            6 μύρονθ᾽ ἣ δ᾽ἐν τοῖσι παρίστατο δῖα θεάων
              7 ἔν τ᾽ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ἔφατ᾽ ἔκ τ᾽ὀνόμαζε
                8 τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
                  9 κεῖσθαι ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη
                    10 τύνη δ᾽Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο
                      11 καλὰ μάλ᾽ οἷ᾽ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν
                        12 ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε᾽ ἔθηκε
                          13 πρόσθεν Ἀχιλλῆος τὰ δ᾽ἀνέβραχε δαίδαλα πάντα
                            14 Μυρμιδόνας δ᾽ἄρα πάντας ἕλε τρόμος οὐδέ τις ἔτλη
                              15 ἄντην εἰσιδέειν ἀλλ᾽ ἔτρεσαν αὐτὰρ Ἀχιλλεὺς
                                16 ὡς εἶδ᾽ ὥς μιν μᾶλλον ἔδυ χόλος ἐν δέ οἱ ὄσσε
                                  17 δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν
                                    18 τέρπετο δ᾽ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα
                                      19 αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων
                                        20 αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα
                                          21 μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ᾽ ἐπιεικὲς
                                            22 ἔργ᾽ ἔμεν ἀθανάτων μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι
                                              23 νῦν δ᾽ἤτοι μὲν ἐγὼ θωρήξομαι ἀλλὰ μάλ᾽ αἰνῶς
                                                24 δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
                                                  25 μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς
                                                    26 εὐλὰς ἐγγείνωνται ἀεικίσσωσι δὲ νεκρόν
                                                      27 ἐκ δ᾽αἰὼν πέφαται κατὰ δὲ χρόα πάντα σαπήῃ
                                                        28 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα
                                                          29 τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων
                                                            30 τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα
                                                              31 μυίας αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν
                                                                32 ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν
                                                                  33 αἰεὶ τῷ γ᾽ἔσται χρὼς ἔμπεδος ἢ καὶ ἀρείων
                                                                    34 ἀλλὰ σύ γ᾽εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
                                                                      35 μῆνιν ἀπο‿ειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
                                                                        μῆνιν ἀπο‿ειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
                                                                          α´β´
                                                                          36 αἶψα μάλ᾽ ἐς πόλεμον θωρήσσεο δύσεο δ᾽ἀλκήν
                                                                            37 ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε
                                                                              38 Πατρόκλῳ δ᾽αὖτ᾽ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
                                                                                39 στάξε κατὰ ῥινῶν ἵνα οἱ χρὼς ἔμπεδος εἴη
                                                                                  στάξε κατὰ ῥινῶν ἵνα οἱ χρὼς ἔμπεδος εἴη
                                                                                    α´β´
                                                                                    40 αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
                                                                                      41 σμερδαλέα ἰάχων ὦρσεν δ᾽ἥρωας Ἀχαιούς
                                                                                        42 καί ῥ᾽οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον
                                                                                          43 οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
                                                                                            οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
                                                                                              α´β´
                                                                                              44 καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες
                                                                                                45 καὶ μὴν οἳ τότε γ᾽εἰς ἀγορὴν ἴσαν οὕνεκ᾽ Ἀχιλλεὺς
                                                                                                  46 ἐξεφάνη δηρὸν δὲ μάχης ἐπέπαυτ᾽ ἀλεγεινῆς
                                                                                                    47 τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε
                                                                                                      48 Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς
                                                                                                        49 ἔγχει ἐρειδομένω ἔτι γὰρ ἔχον ἕλκεα λυγρά
                                                                                                          50 κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες
                                                                                                            51 αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                              52 ἕλκος ἔχων καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ
                                                                                                                53 οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί
                                                                                                                  54 αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί
                                                                                                                    55 τοῖσι δ᾽ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                      56 Ἀτρεΐδη ἦ ἄρ τι τόδ᾽ ἀμφοτέροισιν ἄρειον
                                                                                                                        57 ἔπλετο σοὶ καὶ ἐμοί ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ
                                                                                                                          58 θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης
                                                                                                                            59 τὴν ὄφελ᾽ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ
                                                                                                                              60 ἤματι τῷ ὅτ᾽ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας
                                                                                                                                61 τώ κ᾽οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
                                                                                                                                  62 δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος
                                                                                                                                    63 Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον αὐτὰρ Ἀχαιοὺς
                                                                                                                                      64 δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω
                                                                                                                                        65 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ
                                                                                                                                          66 θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ
                                                                                                                                            67 νῦν δ᾽ἤτοι μὲν ἐγὼ παύω χόλον οὐδέ τί με χρὴ
                                                                                                                                              68 ἀσκελέως αἰεὶ μενεαινέμεν ἀλλ᾽ ἄγε θᾶσσον
                                                                                                                                                69 ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς
                                                                                                                                                  70 ὄφρ᾽ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν
                                                                                                                                                    71 αἴ κ᾽ἐθέλωσ᾽ ἐπὶ νηυσὶν ἰαύειν ἀλλά τιν᾽ οἴω
                                                                                                                                                      72 ἀσπασίως αὐτῶν γόνυ κάμψειν ὅς κε φύγῃσι
                                                                                                                                                        73 δηΐου ἐκ πολέμοιο ὑπ᾽ ἔγχεος ἡμετέροιο
                                                                                                                                                          74 ὣς ἔφαθ᾽ οἳ δ᾽ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ
                                                                                                                                                            75 μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος
                                                                                                                                                              76 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                77 αὐτόθεν ἐξ ἕδρης οὐδ᾽ ἐν μέσσοισιν ἀναστάς
                                                                                                                                                                  78 ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
                                                                                                                                                                    79 ἑσταότος μὲν καλὸν ἀκούειν οὐδὲ ἔοικεν
                                                                                                                                                                      80 ὑββάλλειν χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι
                                                                                                                                                                        81 ἀνδρῶν δ᾽ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι
                                                                                                                                                                          82 ἢ εἴποι βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής
                                                                                                                                                                            83 Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι αὐτὰρ οἱ ἄλλοι
                                                                                                                                                                              84 σύνθεσθ᾽ Ἀργεῖοι μῦθόν τ᾽εὖ γνῶτε ἕκαστος
                                                                                                                                                                                85 πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον
                                                                                                                                                                                  86 καί τέ με νεικείεσκον ἐγὼ δ᾽οὐκ αἴτιός εἰμι
                                                                                                                                                                                    87 ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς
                                                                                                                                                                                      88 οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην
                                                                                                                                                                                        89 ἤματι τῷ ὅτ᾽ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων
                                                                                                                                                                                          90 ἀλλὰ τί κεν ῥέξαιμι θεὸς διὰ πάντα τελευτᾷ
                                                                                                                                                                                            91 πρέσβα Διὸς θυγάτηρ Ἄτη ἣ πάντας ἀᾶται
                                                                                                                                                                                              πρέσβα Διὸς θυγάτηρ Ἄτη ἣ πάντας ἀᾶται
                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                92 οὐλομένη τῇ μέν θ᾽ἁπαλοὶ πόδες οὐ γὰρ ἐπ᾽ οὔδει
                                                                                                                                                                                                  93 πίλναται ἀλλ᾽ ἄρα ἥ γε κατ᾽ ἀνδρῶν κράατα βαίνει
                                                                                                                                                                                                    94 βλάπτουσ᾽ ἀνθρώπους κατὰ δ᾽οὖν ἕτερόν γε πέδησε
                                                                                                                                                                                                      95 καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο τόν περ ἄριστον
                                                                                                                                                                                                        96 ἀνδρῶν ἠδὲ θεῶν φασ᾽ ἔμμεναι ἀλλ᾽ ἄρα καὶ τὸν
                                                                                                                                                                                                          97 Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν
                                                                                                                                                                                                            98 ἤματι τῷ ὅτ᾽ ἔμελλε βίην Ἡρακληείην
                                                                                                                                                                                                              99 Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ
                                                                                                                                                                                                                100 ἤτοι ὅ γ᾽εὐχόμενος μετέφη πάντεσσι θεοῖσι
                                                                                                                                                                                                                  101 κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι
                                                                                                                                                                                                                    102 ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει
                                                                                                                                                                                                                      103 σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια
                                                                                                                                                                                                                        104 ἐκφανεῖ ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει
                                                                                                                                                                                                                          105 τῶν ἀνδρῶν γενεῆς οἵ θ᾽αἵματος ἐξ ἐμεῦ εἰσί
                                                                                                                                                                                                                            106 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη
                                                                                                                                                                                                                              107 ψευστήσεις οὐδ᾽ αὖτε τέλος μύθῳ ἐπιθήσεις
                                                                                                                                                                                                                                108 εἰ δ᾽ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον
                                                                                                                                                                                                                                  109 ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν
                                                                                                                                                                                                                                    110 ὅς κεν ἐπ᾽ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
                                                                                                                                                                                                                                      111 τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης
                                                                                                                                                                                                                                        112 ὣς ἔφατο Ζεὺς δ᾽οὔ τι δολοφροσύνην ἐνόησεν
                                                                                                                                                                                                                                          113 ἀλλ᾽ ὄμοσεν μέγαν ὅρκον ἔπειτα δὲ πολλὸν ἀάσθη
                                                                                                                                                                                                                                            114 Ἥρη δ᾽ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο
                                                                                                                                                                                                                                              115 καρπαλίμως δ᾽ἵκετ᾽ Ἄργος Ἀχαιικόν ἔνθ᾽ ἄρα ᾔδη
                                                                                                                                                                                                                                                116 ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο
                                                                                                                                                                                                                                                  117 ἣ δ᾽ἐκύει φίλον υἱόν ὃ δ᾽ἕβδομος ἑστήκει μείς
                                                                                                                                                                                                                                                    118 ἐκ δ᾽ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα
                                                                                                                                                                                                                                                      119 Ἀλκμήνης δ᾽ἀπέπαυσε τόκον σχέθε δ᾽Εἰλειθυίας
                                                                                                                                                                                                                                                        120 αὐτὴ δ᾽ἀγγελέουσα Δία Κρονίωνα προσηύδα
                                                                                                                                                                                                                                                          121 Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω
                                                                                                                                                                                                                                                            122 ἤδη ἀνὴρ γέγον᾽ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει
                                                                                                                                                                                                                                                              123 Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο
                                                                                                                                                                                                                                                                124 σὸν γένος οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν
                                                                                                                                                                                                                                                                  125 ὣς φάτο τὸν δ᾽ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν
                                                                                                                                                                                                                                                                    126 αὐτίκα δ᾽εἷλ᾽ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο
                                                                                                                                                                                                                                                                      127 χωόμενος φρεσὶν ᾗσι καὶ ὤμοσε καρτερὸν ὅρκον
                                                                                                                                                                                                                                                                        128 μή ποτ᾽ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
                                                                                                                                                                                                                                                                          129 αὖτις ἐλεύσεσθαι Ἄτην ἣ πάντας ἀᾶται
                                                                                                                                                                                                                                                                            130 ὣς εἰπὼν ἔρριψεν ἀπ᾽ οὐρανοῦ ἀστερόεντος
                                                                                                                                                                                                                                                                              131 χειρὶ περιστρέψας τάχα δ᾽ἵκετο ἔργ᾽ ἀνθρώπων
                                                                                                                                                                                                                                                                                132 τὴν αἰεὶ στενάχεσχ᾽ ὅθ᾽ ἑὸν φίλον υἱὸν ὁρῷτο
                                                                                                                                                                                                                                                                                  133 ἔργον ἀεικὲς ἔχοντα ὑπ᾽ Εὐρυσθῆος ἀέθλων
                                                                                                                                                                                                                                                                                    134 ὣς καὶ ἐγών ὅτε δ᾽αὖτε μέγας κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                      135 Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν
                                                                                                                                                                                                                                                                                        136 οὐ δυνάμην λελαθέσθ᾽ Ἄτης ᾗ πρῶτον ἀάσθην
                                                                                                                                                                                                                                                                                          137 ἀλλ᾽ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς
                                                                                                                                                                                                                                                                                            138 ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ᾽ἀπερείσι᾽ ἄποινα
                                                                                                                                                                                                                                                                                              139 ἀλλ᾽ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς
                                                                                                                                                                                                                                                                                                140 δῶρα δ᾽ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν
                                                                                                                                                                                                                                                                                                  141 χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                    142 εἰ δ᾽ἐθέλεις ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος
                                                                                                                                                                                                                                                                                                      143 δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
                                                                                                                                                                                                                                                                                                        144 οἴσουσ᾽ ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω
                                                                                                                                                                                                                                                                                                          145 τὸν δ᾽ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                            146 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
                                                                                                                                                                                                                                                                                                              147 δῶρα μὲν αἴ κ᾽ἐθέλῃσθα παρασχέμεν ὡς ἐπιεικές
                                                                                                                                                                                                                                                                                                                148 ἤ τ᾽ἐχέμεν παρὰ σοί νῦν δὲ μνησώμεθα χάρμης
                                                                                                                                                                                                                                                                                                                  149 αἶψα μάλ᾽ οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ᾽ ἐόντας
                                                                                                                                                                                                                                                                                                                    150 οὐδὲ διατρίβειν ἔτι γὰρ μέγα ἔργον ἄρεκτον
                                                                                                                                                                                                                                                                                                                      151 ὥς κέ τις αὖτ᾽ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται
                                                                                                                                                                                                                                                                                                                        152 ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας
                                                                                                                                                                                                                                                                                                                          153 ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω
                                                                                                                                                                                                                                                                                                                            ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω
                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                              154 τὸν δ᾽ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                155 μὴ δ᾽οὕτως ἀγαθός περ ἐών θεοείκελ᾽ Ἀχιλλεῦ
                                                                                                                                                                                                                                                                                                                                  156 νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                    νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                      157 Τρωσὶ μαχησομένους ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
                                                                                                                                                                                                                                                                                                                                        158 φύλοπις εὖτ᾽ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
                                                                                                                                                                                                                                                                                                                                          159 ἀνδρῶν ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν
                                                                                                                                                                                                                                                                                                                                            160 ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                                                                                              161 σίτου καὶ οἴνοιο τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή
                                                                                                                                                                                                                                                                                                                                                162 οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
                                                                                                                                                                                                                                                                                                                                                  163 ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                    ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                      164 εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν
                                                                                                                                                                                                                                                                                                                                                        165 ἀλλά τε λάθρῃ γυῖα βαρύνεται ἠδὲ κιχάνει
                                                                                                                                                                                                                                                                                                                                                          166 δίψά τε καὶ λιμός βλάβεται δέ τε γούνατ᾽ ἰόντι
                                                                                                                                                                                                                                                                                                                                                            167 ὃς δέ κ᾽ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς
                                                                                                                                                                                                                                                                                                                                                              168 ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ
                                                                                                                                                                                                                                                                                                                                                                169 θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν οὐδέ τι γυῖα
                                                                                                                                                                                                                                                                                                                                                                  170 πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                    171 ἀλλ᾽ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
                                                                                                                                                                                                                                                                                                                                                                      172 ὅπλεσθαι τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                        173 οἰσέτω ἐς μέσσην ἀγορήν ἵνα πάντες Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                          174 ὀφθαλμοῖσιν ἴδωσι σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς
                                                                                                                                                                                                                                                                                                                                                                            175 ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς
                                                                                                                                                                                                                                                                                                                                                                              176 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                177 ἣ θέμις ἐστὶν ἄναξ ἤ τ᾽ἀνδρῶν ἤ τε γυναικῶν
                                                                                                                                                                                                                                                                                                                                                                                  178 καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω
                                                                                                                                                                                                                                                                                                                                                                                    179 αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
                                                                                                                                                                                                                                                                                                                                                                                      180 πιείρῃ ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα
                                                                                                                                                                                                                                                                                                                                                                                        181 Ἀτρεΐδη σὺ δ᾽ἔπειτα δικαιότερος καὶ ἐπ᾽ ἄλλῳ
                                                                                                                                                                                                                                                                                                                                                                                          182 ἔσσεαι οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
                                                                                                                                                                                                                                                                                                                                                                                            183 ἄνδρ᾽ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                              184 τὸν δ᾽αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                185 χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                  186 ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας
                                                                                                                                                                                                                                                                                                                                                                                                    187 ταῦτα δ᾽ἐγὼν ἐθέλω ὀμόσαι κέλεται δέ με θυμός
                                                                                                                                                                                                                                                                                                                                                                                                      188 οὐδ᾽ ἐπιορκήσω πρὸς δαίμονος αὐτὰρ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                        189 μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος
                                                                                                                                                                                                                                                                                                                                                                                                          190 μίμνετε δ᾽ἄλλοι πάντες ἀολλέες ὄφρά κε δῶρα
                                                                                                                                                                                                                                                                                                                                                                                                            191 ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                              192 σοὶ δ᾽αὐτῷ τόδ᾽ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω
                                                                                                                                                                                                                                                                                                                                                                                                                193 κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                  194 δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν ὅσσ᾽ Ἀχιλῆϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                    195 χθιζὸν ὑπέστημεν δώσειν ἀγέμεν τε γυναῖκας
                                                                                                                                                                                                                                                                                                                                                                                                                      196 Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                        197 κάπρον ἑτοιμασάτω ταμέειν Διί τ᾽Ἠελίῳ τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                          198 τὸν δ᾽ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                            199 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
                                                                                                                                                                                                                                                                                                                                                                                                                              200 ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                201 ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  202 καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    203 νῦν δ᾽οἳ μὲν κέαται δεδαϊγμένοι οὓς ἐδάμασσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      204 Ἕκτωρ Πριαμίδης ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        205 ὑμεῖς δ᾽ἐς βρωτὺν ὀτρύνετον ἦ τ᾽ἂν ἔγωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          206 νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            207 νήστιας ἀκμήνους ἅμα δ᾽ἠελίῳ καταδύντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              208 τεύξεσθαι μέγα δόρπον ἐπὴν τεισαίμεθα λώβην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                209 πρὶν δ᾽οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  210 οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    211 ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      212 κεῖται ἀνὰ πρόθυρον τετραμμένος ἀμφὶ δ᾽ἑταῖροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        213 μύρονται τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          214 ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            215 τὸν δ᾽ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              216 ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ᾽ Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                217 κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  218 ἔγχει ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    219 πολλόν ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      220 τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        221 αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          222 ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            223 ἄμητος δ᾽ὀλίγιστος ἐπὴν κλίνῃσι τάλαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              224 Ζεύς ὅς τ᾽ἀνθρώπων ταμίης πολέμοιο τέτυκται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                225 γαστέρι δ᾽οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  226 λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    227 πίπτουσιν πότε κέν τις ἀναπνεύσειε πόνοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      228 ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        229 νηλέα θυμὸν ἔχοντας ἐπ᾽ ἤματι δακρύσαντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          230 ὅσσοι δ᾽ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            231 μεμνῆσθαι πόσιος καὶ ἐδητύος ὄφρ᾽ ἔτι μᾶλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              232 ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                233 ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα μηδέ τις ἄλλην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  234 λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    235 ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      236 νηυσὶν ἐπ᾽ Ἀργείων ἀλλ᾽ ἀθρόοι ὁρμηθέντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        237 Τρωσὶν ἐφ᾽ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          238 ἦ καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            239 Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              240 καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                241 βὰν δ᾽ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  242 αὐτίκ᾽ ἔπειθ᾽ ἅμα μῦθος ἔην τετέλεστο δὲ ἔργον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    243 ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον οὕς οἱ ὑπέστη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      244 αἴθωνας δὲ λέβητας ἐείκοσι δώδεκα δ᾽ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        245 ἐκ δ᾽ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          246 ἕπτ᾽ ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            ἕπτ᾽ ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              247 χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                248 ἦρχ᾽ ἅμα δ᾽ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  249 καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν ἂν δ᾽Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    250 ἵστατο Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      251 κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        252 Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          253 ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            254 κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              255 εὔχετο τοὶ δ᾽ἄρα πάντες ἐπ᾽ αὐτόφιν εἵατο σιγῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                256 Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  257 εὐξάμενος δ᾽ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    258 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      259 Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες αἵ θ᾽ὑπὸ γαῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        260 ἀνθρώπους τίνυνται ὅτις κ᾽ἐπίορκον ὀμόσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          261 μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ᾽ ἐπένεικα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ᾽ ἐπένεικα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              262 οὔτ᾽ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                263 ἀλλ᾽ ἔμεν᾽ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  264 εἰ δέ τι τῶνδ᾽ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    265 πολλὰ μάλ᾽ ὅσσα διδοῦσιν ὅτίς σφ᾽ἀλίτηται ὀμόσσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      266 ἦ καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        267 τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          268 ῥῖψ᾽ ἐπιδινήσας βόσιν ἰχθύσιν αὐτὰρ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            269 ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              270 Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  271 οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    272 Ἀτρεΐδης ὤρινε διαμπερές οὐδέ κε κούρην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      273 ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος ἀλλά ποθι Ζεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        274 ἤθελ᾽ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          275 νῦν δ᾽ἔρχεσθ᾽ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            276 ὣς ἄρ᾽ ἐφώνησεν λῦσεν δ᾽ἀγορὴν αἰψηρήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              277 οἳ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                278 δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  279 βὰν δ᾽ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    280 καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν κάθισαν δὲ γυναῖκας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      281 ἵππους δ᾽εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        282 Βρισηῒς δ᾽ἄρ᾽ ἔπειτ᾽ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          283 ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            284 ἀμφ᾽ αὐτῷ χυμένη λίγ᾽ ἐκώκυε χερσὶ δ᾽ἄμυσσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              285 στήθεά τ᾽ἠδ᾽ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                286 εἶπε δ᾽ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  287 Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    288 ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      289 νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          290 ἂψ ἀνιοῦσ᾽ ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            291 ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              292 εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                293 τρεῖς τε κασιγνήτους τούς μοι μία γείνατο μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  294 κηδείους οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    295 οὐδὲ μὲν οὐδέ μ᾽ἔασκες ὅτ᾽ ἄνδρ᾽ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      296 ἔκτεινεν πέρσεν δὲ πόλιν θείοιο Μύνητος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        ἔκτεινεν πέρσεν δὲ πόλιν θείοιο Μύνητος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          297 κλαίειν ἀλλά μ᾽ἔφασκες Ἀχιλλῆος θείοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            298 κουριδίην ἄλοχον θήσειν ἄξειν τ᾽ἐνὶ νηυσὶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              299 ἐς Φθίην δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                300 τώ σ᾽ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  301 ὣς ἔφατο κλαίουσ᾽ ἐπὶ δὲ στενάχοντο γυναῖκες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    302 Πάτροκλον πρόφασιν σφῶν δ᾽αὐτῶν κήδε᾽ ἑκάστη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      303 αὐτὸν δ᾽ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        304 λισσόμενοι δειπνῆσαι ὃ δ᾽ἠρνεῖτο στεναχίζων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          305 λίσσομαι εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ᾽ ἑταίρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            306 μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              307 ἄσασθαι φίλον ἦτορ ἐπεί μ᾽ἄχος αἰνὸν ἱκάνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                308 δύντα δ᾽ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  309 ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    310 δοιὼ δ᾽Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      311 Νέστωρ Ἰδομενεύς τε γέρων θ᾽ἱππηλάτα Φοῖνιξ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        312 τέρποντες πυκινῶς ἀκαχήμενον οὐδέ τι θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          313 τέρπετο πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            314 μνησάμενος δ᾽ἁδινῶς ἀνενείκατο φώνησέν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              315 ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ᾽ ἑταίρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                316 αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  317 αἶψα καὶ ὀτραλέως ὁπότε σπερχοίατ᾽ Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    318 Τρωσὶν ἐφ᾽ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      319 νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος αὐτὰρ ἐμὸν κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        320 ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          321 σῇ ποθῇ οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            322 οὐδ᾽ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              323 ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                324 χήτεϊ τοιοῦδ᾽ υἷος ὃ δ᾽ἀλλοδαπῷ ἐνὶ δήμῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  325 εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    326 ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      327 εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        328 πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          329 οἶον ἐμὲ φθίσεσθαι ἀπ᾽ Ἄργεος ἱπποβότοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            330 αὐτοῦ ἐνὶ Τροίῃ σὲ δέ τε Φθίην δὲ νέεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              331 ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                332 Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  333 κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    334 ἤδη γὰρ Πηλῆά γ᾽ὀΐομαι ἢ κατὰ πάμπαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      335 τεθνάμεν ἤ που τυτθὸν ἔτι ζώοντ᾽ ἀκάχησθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        336 γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          337 λυγρὴν ἀγγελίην ὅτ᾽ ἀποφθιμένοιο πύθηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            338 ὣς ἔφατο κλαίων ἐπὶ δὲ στενάχοντο γέροντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              339 μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                340 μυρομένους δ᾽ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  341 αἶψα δ᾽Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    342 τέκνον ἐμόν δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      343 ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ᾽ Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        344 κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          345 ἧσται ὀδυρόμενος ἕταρον φίλον οἳ δὲ δὴ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            346 οἴχονται μετὰ δεῖπνον ὃ δ᾽ἄκμηνος καὶ ἄπαστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              347 ἀλλ᾽ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                348 στάξον ἐνὶ στήθεσσ᾽ ἵνα μή μιν λιμὸς ἵκηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  349 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    350 ἣ δ᾽ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      351 οὐρανοῦ ἐκκατεπᾶλτο δι᾽ αἰθέρος αὐτὰρ Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        352 αὐτίκα θωρήσσοντο κατὰ στρατόν ἣ δ᾽Ἀχιλῆϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          353 νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            354 στάξ᾽ ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ᾽ ἵκοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              355 αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                356 ᾤχετο τοὶ δ᾽ἀπάνευθε νεῶν ἐχέοντο θοάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  357 ὡς δ᾽ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    358 ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        359 ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          360 νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            361 θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              362 αἴγλη δ᾽οὐρανὸν ἷκε γέλασσε δὲ πᾶσα περὶ χθὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                363 χαλκοῦ ὑπὸ στεροπῆς ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  364 ἀνδρῶν ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    365 τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε τὼ δέ οἱ ὄσσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      366 λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας ἐν δέ οἱ ἦτορ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        367 δῦν᾽ ἄχος ἄτλητον ὃ δ᾽ἄρα Τρωσὶν μενεαίνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          368 δύσετο δῶρα θεοῦ τά οἱ Ἥφαιστος κάμε τεύχων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            369 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              370 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                371 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  372 ἀμφὶ δ᾽ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    373 χάλκεον αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      374 εἵλετο τοῦ δ᾽ἀπάνευθε σέλας γένετ᾽ ἠΰτε μήνης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        375 ὡς δ᾽ὅτ᾽ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          376 καιομένοιο πυρός τό τε καίεται ὑψόθ᾽ ὄρεσφι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            377 σταθμῷ ἐν οἰοπόλῳ τοὺς δ᾽οὐκ ἐθέλοντας ἄελλαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              378 πόντον ἐπ᾽ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                379 ὣς ἀπ᾽ Ἀχιλλῆος σάκεος σέλας αἰθέρ᾽ ἵκανε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  380 καλοῦ δαιδαλέου περὶ δὲ τρυφάλειαν ἀείρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    381 κρατὶ θέτο βριαρήν ἣ δ᾽ἀστὴρ ὣς ἀπέλαμπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      382 ἵππουρις τρυφάλεια περισσείοντο δ᾽ἔθειραι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        383 χρύσεαι ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          384 πειρήθη δ᾽ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            385 εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              386 τῷ δ᾽εὖτε πτερὰ γίγνετ᾽ ἄειρε δὲ ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                387 ἐκ δ᾽ἄρα σύριγγος πατρώϊον ἐσπάσατ᾽ ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  388 βριθὺ μέγα στιβαρόν τὸ μὲν οὐ δύνατ᾽ ἄλλος Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    389 πάλλειν ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      390 Πηλιάδα μελίην τὴν πατρὶ φίλῳ πόρε Χείρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        391 Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          392 ἵππους δ᾽Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            393 ζεύγνυον ἀμφὶ δὲ καλὰ λέπαδν᾽ ἕσαν ἐν δὲ χαλινοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              394 γαμφηλῇς ἔβαλον κατὰ δ᾽ἡνία τεῖναν ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                395 κολλητὸν ποτὶ δίφρον ὃ δὲ μάστιγα φαεινὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  396 χειρὶ λαβὼν ἀραρυῖαν ἐφ᾽ ἵπποιιν ἀνόρουσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    397 Αὐτομέδων ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      398 τεύχεσι παμφαίνων ὥς τ᾽ἠλέκτωρ Ὑπερίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        399 σμερδαλέον δ᾽ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          400 Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            401 ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              402 ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ᾽ἕ‿ωμεν πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                403 μηδ᾽ ὡς Πάτροκλον λίπετ᾽ αὐτόθι τεθνηῶτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  404 τὸν δ᾽ἄρ᾽ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    405 Ξάνθος ἄφαρ δ᾽ἤμυσε καρήατι πᾶσα δὲ χαίτη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      406 ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        407 αὐδήεντα δ᾽ἔθηκε θεὰ λευκώλενος Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          408 καὶ λίην σ᾽ἔτι νῦν γε σαώσομεν ὄβριμ᾽ Ἀχιλλεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            409 ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον οὐδέ τοι ἡμεῖς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              410 αἴτιοι ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                411 οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  412 Τρῶες ἀπ᾽ ὤμοιιν Πατρόκλου τεύχε᾽ ἕλοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    413 ἀλλὰ θεῶν ὤριστος ὃν ἠΰκομος τέκε Λητώ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      414 ἔκταν᾽ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        415 νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          416 ἥν περ ἐλαφροτάτην φάσ᾽ ἔμμεναι ἀλλὰ σοὶ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            417 μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              418 ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                419 τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  420 Ξάνθε τί μοι θάνατον μαντεύεαι οὐδέ τί σε χρή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    421 εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδ᾽ ὀλέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      422 νόσφι φίλου πατρὸς καὶ μητέρος ἀλλὰ καὶ ἔμπης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        423 οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          424 ἦ ῥα καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους