Index

ΙΛΙΑΔΟΣ Μ


1 ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
    2 ἰᾶτ᾽ Εὐρύπυλον βεβλημένον οἳ δὲ μάχοντο
      3 Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν οὐδ᾽ ἄρ᾽ ἔμελλε
        4 τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
          5 εὐρύ τὸ ποιήσαντο νεῶν ὕπερ ἀμφὶ δὲ τάφρον
            6 ἤλασαν οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας
              7 ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
                8 ἐντὸς ἔχον ῥύοιτο θεῶν δ᾽ἀέκητι τέτυκτο
                  9 ἀθανάτων τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν
                    10 ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι᾽ Ἀχιλλεὺς
                      11 καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν
                        12 τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν
                          13 αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι
                            14 πολλοὶ δ᾽Ἀργείων οἳ μὲν δάμεν οἳ δὲ λίποντο
                              15 πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ
                                16 Ἀργεῖοι δ᾽ἐν νηυσὶ φίλην ἐς πατρίδ᾽ ἔβησαν
                                  17 δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
                                    18 τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες
                                      19 ὅσσοι ἀπ᾽ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι
                                        ὅσσοι ἀπ᾽ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι
                                          α´β´
                                          20 Ῥῆσός θ᾽Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
                                            21 Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
                                              22 καὶ Σιμόεις ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
                                                23 κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν
                                                  24 τῶν πάντων ὁμόσε στόματ᾽ ἔτραπε Φοῖβος Ἀπόλλων
                                                    25 ἐννῆμαρ δ᾽ἐς τεῖχος ἵει ῥόον ὗε δ᾽ἄρα Ζεὺς
                                                      26 συνεχές ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη
                                                        27 αὐτὸς δ᾽ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
                                                          28 ἡγεῖτ᾽ ἐκ δ᾽ἄρα πάντα θεμείλια κύμασι πέμπε
                                                            29 φιτρῶν καὶ λάων τὰ θέσαν μογέοντες Ἀχαιοί
                                                              30 λεῖα δ᾽ἐποίησεν παρ᾽ ἀγάρροον Ἑλλήσποντον
                                                                31 αὖτις δ᾽ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
                                                                  32 τεῖχος ἀμαλδύνας ποταμοὺς δ᾽ἔτρεψε νέεσθαι
                                                                    33 κὰρ ῥόον ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ
                                                                      34 ὣς ἄρ᾽ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
                                                                        35 θησέμεναι τότε δ᾽ἀμφὶ μάχη ἐνοπή τε δεδήει
                                                                          36 τεῖχος ἐΰδμητον κανάχιζε δὲ δούρατα πύργων
                                                                            37 βαλλόμεν᾽ Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
                                                                              38 νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
                                                                                39 Ἕκτορα δειδιότες κρατερὸν μήστωρα φόβοιο
                                                                                  40 αὐτὰρ ὅ γ᾽ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ
                                                                                    41 ὡς δ᾽ὅτ᾽ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
                                                                                      42 κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων
                                                                                        43 οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
                                                                                          44 ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
                                                                                            45 αἰχμὰς ἐκ χειρῶν τοῦ δ᾽οὔ ποτε κυδάλιμον κῆρ
                                                                                              46 ταρβεῖ οὐδὲ φοβεῖται ἀγηνορίη δέ μιν ἔκτα
                                                                                                47 ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων
                                                                                                  48 ὅππῃ τ᾽ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν
                                                                                                    49 ὣς Ἕκτωρ ἀν᾽ ὅμιλον ἰὼν ἐλλίσσεθ᾽ ἑταίρους
                                                                                                      50 τάφρον ἐποτρύνων διαβαινέμεν οὐδέ οἱ ἵπποι
                                                                                                        51 τόλμων ὠκύποδες μάλα δὲ χρεμέτιζον ἐπ᾽ ἄκρῳ
                                                                                                          52 χείλει ἐφεσταότες ἀπὸ γὰρ δειδίσσετο τάφρος
                                                                                                            53 εὐρεῖ᾽ οὔτ᾽ ἄρ᾽ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
                                                                                                              54 ῥηϊδίη κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
                                                                                                                55 ἕστασαν ἀμφοτέρωθεν ὕπερθεν δὲ σκολόπεσσιν
                                                                                                                  56 ὀξέσιν ἠρήρει τοὺς ἵστασαν υἷες Ἀχαιῶν
                                                                                                                    57 πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν
                                                                                                                      58 ἔνθ᾽ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
                                                                                                                        59 ἐσβαίη πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι
                                                                                                                          60 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς
                                                                                                                            61 Ἕκτορ τ᾽ἠδ᾽ ἄλλοι Τρώων ἀγοὶ ἠδ᾽ ἐπικούρων
                                                                                                                              62 ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους
                                                                                                                                63 ἣ δὲ μάλ᾽ ἀργαλέη περάαν σκόλοπες γὰρ ἐν αὐτῇ
                                                                                                                                  64 ὀξέες ἑστᾶσιν ποτὶ δ᾽αὐτοὺς τεῖχος Ἀχαιῶν
                                                                                                                                    65 ἔνθ᾽ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
                                                                                                                                      66 ἱππεῦσι στεῖνος γάρ ὅθι τρώσεσθαι ὀΐω
                                                                                                                                        67 εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
                                                                                                                                          68 Ζεὺς ὑψιβρεμέτης Τρώεσσι δὲ ἵετ᾽ ἀρήγειν
                                                                                                                                            69 ἦ τ᾽ἂν ἔγωγ᾽ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι
                                                                                                                                              70 νωνύμνους ἀπολέσθαι ἀπ᾽ Ἄργεος ἐνθάδ᾽ Ἀχαιούς
                                                                                                                                                71 εἰ δέ χ᾽ὑποστρέψωσι παλίωξις δὲ γένηται
                                                                                                                                                  72 ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ
                                                                                                                                                    73 οὐκέτ᾽ ἔπειτ᾽ ὀΐω οὐδ᾽ ἄγγελον ἀπονέεσθαι
                                                                                                                                                      74 ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ᾽ Ἀχαιῶν
                                                                                                                                                        75 ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες
                                                                                                                                                          76 ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ
                                                                                                                                                            77 αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
                                                                                                                                                              78 Ἕκτορι πάντες ἑπώμεθ᾽ ἀολλέες αὐτὰρ Ἀχαιοὶ
                                                                                                                                                                79 οὐ μενέουσ᾽ εἰ δή σφιν ὀλέθρου πείρατ᾽ ἐφῆπται
                                                                                                                                                                  80 ὣς φάτο Πουλυδάμας ἅδε δ᾽Ἕκτορι μῦθος ἀπήμων
                                                                                                                                                                    81 αὐτίκα δ᾽ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
                                                                                                                                                                      82 οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ᾽ ἵππων ἠγερέθοντο
                                                                                                                                                                        83 ἀλλ᾽ ἀπὸ πάντες ὄρουσαν ἐπεὶ ἴδον Ἕκτορα δῖον
                                                                                                                                                                          84 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
                                                                                                                                                                            85 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ᾽ ἐπὶ τάφρῳ
                                                                                                                                                                              86 οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
                                                                                                                                                                                87 πένταχα κοσμηθέντες ἅμ᾽ ἡγεμόνεσσιν ἕποντο
                                                                                                                                                                                  88 οἳ μὲν ἅμ᾽ Ἕκτορ᾽ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι
                                                                                                                                                                                    89 οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν μέμασαν δὲ μάλιστα
                                                                                                                                                                                      90 τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι
                                                                                                                                                                                        91 καί σφιν Κεβριόνης τρίτος εἵπετο πὰρ δ᾽ἄρ᾽ ὄχεσφιν
                                                                                                                                                                                          92 ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ
                                                                                                                                                                                            93 τῶν δ᾽ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ
                                                                                                                                                                                              94 τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
                                                                                                                                                                                                95 υἷε δύω Πριάμοιο τρίτος δ᾽ἦν Ἄσιος ἥρως
                                                                                                                                                                                                  96 Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
                                                                                                                                                                                                    97 αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος
                                                                                                                                                                                                      98 τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
                                                                                                                                                                                                        99 Αἰνείας ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
                                                                                                                                                                                                          100 Ἀρχέλοχός τ᾽Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης
                                                                                                                                                                                                            101 Σαρπηδὼν δ᾽ἡγήσατ᾽ ἀγακλειτῶν ἐπικούρων
                                                                                                                                                                                                              102 πρὸς δ᾽ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον
                                                                                                                                                                                                                103 οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
                                                                                                                                                                                                                  οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                    104 τῶν ἄλλων μετά γ᾽αὐτόν ὃ δ᾽ἔπρεπε καὶ διὰ πάντων
                                                                                                                                                                                                                      105 οἳ δ᾽ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
                                                                                                                                                                                                                        106 βάν ῥ᾽ἰθὺς Δαναῶν λελιημένοι οὐδ᾽ ἔτ᾽ ἔφαντο
                                                                                                                                                                                                                          107 σχήσεσθ᾽ ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
                                                                                                                                                                                                                            108 ἔνθ᾽ ἄλλοι Τρῶες τηλεκλειτοί τ᾽ἐπίκουροι
                                                                                                                                                                                                                              109 βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο
                                                                                                                                                                                                                                110 ἀλλ᾽ οὐχ Ὑρτακίδης ἔθελ᾽ Ἄσιος ὄρχαμος ἀνδρῶν
                                                                                                                                                                                                                                  111 αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα
                                                                                                                                                                                                                                    112 ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
                                                                                                                                                                                                                                      113 νήπιος οὐδ᾽ ἄρ᾽ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
                                                                                                                                                                                                                                        114 ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
                                                                                                                                                                                                                                          115 ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν
                                                                                                                                                                                                                                            116 πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
                                                                                                                                                                                                                                              117 ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο
                                                                                                                                                                                                                                                118 εἴσατο γὰρ νηῶν ἐπ᾽ ἀριστερά τῇ περ Ἀχαιοὶ
                                                                                                                                                                                                                                                  119 ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι
                                                                                                                                                                                                                                                    120 τῇ ῥ᾽ἵππους τε καὶ ἅρμα διήλασεν οὐδὲ πύλῃσιν
                                                                                                                                                                                                                                                      121 εὗρ᾽ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα
                                                                                                                                                                                                                                                        122 ἀλλ᾽ ἀναπεπταμένας ἔχον ἀνέρες εἴ τιν᾽ ἑταίρων
                                                                                                                                                                                                                                                          123 ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας
                                                                                                                                                                                                                                                            124 τῇ ῥ᾽ἰθὺς φρονέων ἵππους ἔχε τοὶ δ᾽ἅμ᾽ ἕποντο
                                                                                                                                                                                                                                                              125 ὀξέα κεκλήγοντες ἔφαντο γὰρ οὐκ ἔτ᾽ Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                126 σχήσεσθ᾽ ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
                                                                                                                                                                                                                                                                  127 νήπιοι ἐν δὲ πύλῃσι δύ᾽ ἀνέρας εὗρον ἀρίστους
                                                                                                                                                                                                                                                                    128 υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων
                                                                                                                                                                                                                                                                      129 τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην
                                                                                                                                                                                                                                                                        130 τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ
                                                                                                                                                                                                                                                                          131 τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
                                                                                                                                                                                                                                                                            132 ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι
                                                                                                                                                                                                                                                                              133 αἵ τ᾽ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
                                                                                                                                                                                                                                                                                134 ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ᾽ ἀραρυῖαι
                                                                                                                                                                                                                                                                                  135 ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
                                                                                                                                                                                                                                                                                    136 μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο
                                                                                                                                                                                                                                                                                      137 οἳ δ᾽ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
                                                                                                                                                                                                                                                                                        138 ὑψόσ᾽ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
                                                                                                                                                                                                                                                                                          139 Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
                                                                                                                                                                                                                                                                                            140 Ἀσιάδην τ᾽Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε
                                                                                                                                                                                                                                                                                              141 οἳ δ᾽ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                                                142 ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν
                                                                                                                                                                                                                                                                                                  143 αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
                                                                                                                                                                                                                                                                                                    144 Τρῶας ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε
                                                                                                                                                                                                                                                                                                      145 ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
                                                                                                                                                                                                                                                                                                        146 ἀγροτέροισι σύεσσιν ἐοικότε τώ τ᾽ἐν ὄρεσσιν
                                                                                                                                                                                                                                                                                                          147 ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα
                                                                                                                                                                                                                                                                                                            148 δοχμώ τ᾽ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
                                                                                                                                                                                                                                                                                                              149 πρυμνὴν ἐκτάμνοντες ὑπαὶ δέ τε κόμπος ὀδόντων
                                                                                                                                                                                                                                                                                                                150 γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται
                                                                                                                                                                                                                                                                                                                  151 ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
                                                                                                                                                                                                                                                                                                                    152 ἄντην βαλλομένων μάλα γὰρ κρατερῶς ἐμάχοντο
                                                                                                                                                                                                                                                                                                                      153 λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν
                                                                                                                                                                                                                                                                                                                        154 οἳ δ᾽ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
                                                                                                                                                                                                                                                                                                                          155 βάλλον ἀμυνόμενοι σφῶν τ᾽αὐτῶν καὶ κλισιάων
                                                                                                                                                                                                                                                                                                                            156 νηῶν τ᾽ὠκυπόρων νιφάδες δ᾽ὡς πῖπτον ἔραζε
                                                                                                                                                                                                                                                                                                                              157 ἅς τ᾽ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
                                                                                                                                                                                                                                                                                                                                158 ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ
                                                                                                                                                                                                                                                                                                                                  159 ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                    160 ἠδὲ καὶ ἐκ Τρώων κόρυθες δ᾽ἀμφ᾽ αὖον ἀΰτευν
                                                                                                                                                                                                                                                                                                                                      161 βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι
                                                                                                                                                                                                                                                                                                                                        162 δή ῥα τότ᾽ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
                                                                                                                                                                                                                                                                                                                                          163 Ἄσιος Ὑρτακίδης καὶ ἀλαστήσας ἔπος ηὔδα
                                                                                                                                                                                                                                                                                                                                            164 Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
                                                                                                                                                                                                                                                                                                                                              165 πάγχυ μάλ᾽ οὐ γὰρ ἔγωγ᾽ ἐφάμην ἥρωας Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                                                                                                166 σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους
                                                                                                                                                                                                                                                                                                                                                  167 οἳ δ᾽ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
                                                                                                                                                                                                                                                                                                                                                    168 οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                      169 οὐδ᾽ ἀπολείπουσιν κοῖλον δόμον ἀλλὰ μένοντες
                                                                                                                                                                                                                                                                                                                                                        170 ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων
                                                                                                                                                                                                                                                                                                                                                          171 ὣς οἵ γ᾽οὐκ ἐθέλουσι πυλάων καὶ δύ᾽ ἐόντε
                                                                                                                                                                                                                                                                                                                                                            172 χάσσασθαι πρίν γ᾽ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι
                                                                                                                                                                                                                                                                                                                                                              173 ὣς ἔφατ᾽ οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ᾽ ἀγορεύων
                                                                                                                                                                                                                                                                                                                                                                174 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
                                                                                                                                                                                                                                                                                                                                                                  175 ἄλλοι δ᾽ἀμφ᾽ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν
                                                                                                                                                                                                                                                                                                                                                                    176 ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ᾽ ἀγορεῦσαι
                                                                                                                                                                                                                                                                                                                                                                      177 πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
                                                                                                                                                                                                                                                                                                                                                                        178 λάϊνον Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
                                                                                                                                                                                                                                                                                                                                                                          179 νηῶν ἠμύνοντο θεοὶ δ᾽ἀκαχήατο θυμὸν
                                                                                                                                                                                                                                                                                                                                                                            180 πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν
                                                                                                                                                                                                                                                                                                                                                                              181 σὺν δ᾽ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα
                                                                                                                                                                                                                                                                                                                                                                                182 ἔνθ᾽ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
                                                                                                                                                                                                                                                                                                                                                                                  183 δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου
                                                                                                                                                                                                                                                                                                                                                                                    184 οὐδ᾽ ἄρα χαλκείη κόρυς ἔσχεθεν ἀλλὰ διὰ πρὸ
                                                                                                                                                                                                                                                                                                                                                                                      185 αἰχμὴ χαλκείη ῥῆξ᾽ ὀστέον ἐγκέφαλος δὲ
                                                                                                                                                                                                                                                                                                                                                                                        186 ἔνδον ἅπας πεπάλακτο δάμασσε δέ μιν μεμαῶτα
                                                                                                                                                                                                                                                                                                                                                                                          187 αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν
                                                                                                                                                                                                                                                                                                                                                                                            188 υἱὸν δ᾽Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
                                                                                                                                                                                                                                                                                                                                                                                              189 Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας
                                                                                                                                                                                                                                                                                                                                                                                                190 αὖτις δ᾽ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ
                                                                                                                                                                                                                                                                                                                                                                                                  191 Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι᾽ ὁμίλου
                                                                                                                                                                                                                                                                                                                                                                                                    192 πλῆξ᾽ αὐτοσχεδίην ὃ δ᾽ἄρ᾽ ὕπτιος οὔδει ἐρείσθη
                                                                                                                                                                                                                                                                                                                                                                                                      193 αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
                                                                                                                                                                                                                                                                                                                                                                                                        194 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                          195 ὄφρ᾽ οἳ τοὺς ἐνάριζον ἀπ᾽ ἔντεα μαρμαίροντα
                                                                                                                                                                                                                                                                                                                                                                                                            196 τόφρ᾽ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                              197 οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν μέμασαν δὲ μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                198 τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας
                                                                                                                                                                                                                                                                                                                                                                                                                  199 οἵ ῥ᾽ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                    200 ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                      201 αἰετὸς ὑψιπέτης ἐπ᾽ ἀριστερὰ λαὸν ἐέργων
                                                                                                                                                                                                                                                                                                                                                                                                                        202 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                          203 ζωὸν ἔτ᾽ ἀσπαίροντα καὶ οὔ πω λήθετο χάρμης
                                                                                                                                                                                                                                                                                                                                                                                                                            204 κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                              205 ἰδνωθεὶς ὀπίσω ὃ δ᾽ἀπὸ ἕθεν ἧκε χαμᾶζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                206 ἀλγήσας ὀδύνῃσι μέσῳ δ᾽ἐνὶ κάββαλ᾽ ὁμίλῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  207 αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    208 Τρῶες δ᾽ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄπφιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      209 κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        210 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          211 Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            212 ἐσθλὰ φραζομένῳ ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              213 δῆμον ἐόντα παρὲξ ἀγορευέμεν οὔτ᾽ ἐνὶ βουλῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                214 οὔτέ ποτ᾽ ἐν πολέμῳ σὸν δὲ κράτος αἰὲν ἀέξειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  215 νῦν αὖτ᾽ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    216 μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      217 ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι εἰ ἐτεόν γε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        218 Τρωσὶν ὅδ᾽ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          219 αἰετὸς ὑψιπέτης ἐπ᾽ ἀριστερὰ λαὸν ἐέργων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            220 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              221 ζωόν ἄφαρ δ᾽ἀφέηκε πάρος φίλα οἰκί᾽ ἱκέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                222 οὐδ᾽ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  223 ὣς ἡμεῖς εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    224 ῥηξόμεθα σθένεϊ μεγάλῳ εἴξωσι δ᾽Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      225 οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ᾽ αὐτὰ κέλευθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        226 πολλοὺς γὰρ Τρώων καταλείψομεν οὕς κεν Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          227 χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            228 ὧδέ χ᾽ὑποκρίναιτο θεοπρόπος ὃς σάφα θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              ὧδέ χ᾽ὑποκρίναιτο θεοπρόπος ὃς σάφα θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                229 εἰδείη τεράων καί οἱ πειθοίατο λαοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  230 τὸν δ᾽ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    231 Πουλυδάμα σὺ μὲν οὐκ ἔτ᾽ ἐμοὶ φίλα ταῦτ᾽ ἀγορεύεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      232 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        233 εἰ δ᾽ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          234 ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            235 ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              236 βουλέ‿ων ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                237 τύνη δ᾽οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  238 πείθεσθαι τῶν οὔ τι μετατρέπομ᾽ οὐδ᾽ ἀλεγίζω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    239 εἴτ᾽ ἐπὶ δεξί᾽ ἴωσι πρὸς ἠῶ τ᾽ἠέλιόν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      240 εἴτ᾽ ἐπ᾽ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        241 ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          242 ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            243 εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              244 τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                245 εἴ περ γάρ τ᾽ἄλλοι γε περὶ κτεινώμεθα πάντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  246 νηυσὶν ἐπ᾽ Ἀργείων σοὶ δ᾽οὐ δέος ἔστ᾽ ἀπολέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    247 οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      248 εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι ἠέ τιν᾽ ἄλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        249 παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          250 αὐτίκ᾽ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            251 ὣς ἄρα φωνήσας ἡγήσατο τοὶ δ᾽ἅμ᾽ ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              252 ἠχῇ θεσπεσίῃ ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                253 ὦρσεν ἀπ᾽ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  ὦρσεν ἀπ᾽ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    254 ἥ ῥ᾽ἰθὺς νηῶν κονίην φέρεν αὐτὰρ Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      255 θέλγε νόον Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        256 τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          257 ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            258 κρόσσας μὲν πύργων ἔρυον καὶ ἔρειπον ἐπάλξεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              259 στήλας τε προβλῆτας ἐμόχλεον ἃς ἄρ᾽ Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                260 πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  261 τὰς οἵ γ᾽αὐέρυον ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    262 ῥήξειν οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      263 ἀλλ᾽ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        264 βάλλον ἀπ᾽ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          265 ἀμφοτέρω δ᾽Αἴαντε κελευτιόωντ᾽ ἐπὶ πύργων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            266 πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              267 ἄλλον μειλιχίοις ἄλλον στερεοῖς ἐπέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                268 νείκεον ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  269 ὦ φίλοι Ἀργείων ὅς τ᾽ἔξοχος ὅς τε μεσήεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    270 ὅς τε χερειότερος ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      271 ἀνέρες ἐν πολέμῳ νῦν ἔπλετο ἔργον ἅπασι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        272 καὶ δ᾽αὐτοὶ τόδε που γιγνώσκετε μή τις ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          273 τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            274 ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              275 αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                276 νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  277 ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      278 τῶν δ᾽ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        279 ἤματι χειμερίῳ ὅτε τ᾽ὤρετο μητίετα Ζεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          280 νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            281 κοιμήσας δ᾽ἀνέμους χέει ἔμπεδον ὄφρα καλύψῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              282 ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                283 καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  284 καί τ᾽ἐφ᾽ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    285 κῦμα δέ μιν προσπλάζον ἐρύκεται ἄλλά τε πάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      286 εἴλυται καθύπερθ᾽ ὅτ᾽ ἐπιβρίσῃ Διὸς ὄμβρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        287 ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          288 αἱ μὲν ἄρ᾽ ἐς Τρῶας αἱ δ᾽ἐκ Τρώων ἐς Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            αἱ μὲν ἄρ᾽ ἐς Τρῶας αἱ δ᾽ἐκ Τρώων ἐς Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              289 βαλλομένων τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                290 οὐδ᾽ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  291 τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    292 εἰ μὴ ἄρ᾽ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      293 ὦρσεν ἐπ᾽ Ἀργείοισι λέονθ᾽ ὣς βουσὶν ἕλιξιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        294 αὐτίκα δ᾽ἀσπίδα μὲν πρόσθ᾽ ἔσχετο πάντοσ᾽ ἐΐσην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          295 καλὴν χαλκείην ἐξήλατον ἣν ἄρα χαλκεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            296 ἤλασεν ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              297 χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                298 τὴν ἄρ᾽ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  299 βῆ ῥ᾽ἴμεν ὥς τε λέων ὀρεσίτροφος ὅς τ᾽ἐπιδευὴς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    300 δηρὸν ἔῃ κρειῶν κέλεται δέ ἑ θυμὸς ἀγήνωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      301 μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        302 εἴ περ γάρ χ᾽εὕρῃσι παρ᾽ αὐτόφι βώτορας ἄνδρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          303 σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            304 οὔ ῥά τ᾽ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              305 ἀλλ᾽ ὅ γ᾽ἄρ᾽ ἢ ἥρπαξε μετάλμενος ἠὲ καὶ αὐτὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                306 ἔβλητ᾽ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  307 ὥς ῥα τότ᾽ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    308 τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      309 αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδ᾽ Ἱππολόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        310 Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          311 ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              312 ἐν Λυκίῃ πάντες δὲ θεοὺς ὣς εἰσορόωσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                313 καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ᾽ ὄχθας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  314 καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    315 τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      316 ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        317 ὄφρά τις ὧδ᾽ εἴπῃ Λυκίων πύκα θωρηκτάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          318 οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            319 ἡμέτεροι βασιλῆες ἔδουσί τε πίονα μῆλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              320 οἶνόν τ᾽ἔξαιτον μελιηδέα ἀλλ᾽ ἄρα καὶ ἲς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                321 ἐσθλή ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  322 ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    323 αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ᾽ἀθανάτω τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      324 ἔσσεσθ᾽ οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        325 οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          326 νῦν δ᾽ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            327 μυρίαι ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ᾽ ὑπαλύξαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              328 ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                329 ὣς ἔφατ᾽ οὐδὲ Γλαῦκος ἀπετράπετ᾽ οὐδ᾽ ἀπίθησε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  330 τὼ δ᾽ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    331 τοὺς δὲ ἰδὼν ῥίγησ᾽ υἱὸς Πετεῶο Μενεσθεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      332 τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        333 πάπτηνεν δ᾽ἀνὰ πύργον Ἀχαιῶν εἴ τιν᾽ ἴδοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          334 ἡγεμόνων ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            335 ἐς δ᾽ἐνόησ᾽ Αἴαντε δύω πολέμου ἀκορήτω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              336 ἑσταότας Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                337 ἐγγύθεν ἀλλ᾽ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  338 τόσσος γὰρ κτύπος ἦεν ἀϋτὴ δ᾽οὐρανὸν ἷκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    339 βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      340 καὶ πυλέων πᾶσαι γὰρ ἐπώχατο τοὶ δὲ κατ᾽ αὐτὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        341 ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          342 αἶψα δ᾽ἐπ᾽ Αἴαντα προΐει κήρυκα Θοώτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            343 ἔρχεο δῖε Θοῶτα θέων Αἴαντα κάλεσσον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              344 ἀμφοτέρω μὲν μᾶλλον ὃ γάρ κ᾽ὄχ᾽ ἄριστον ἁπάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                345 εἴη ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  346 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί οἳ τὸ πάρος περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί οἳ τὸ πάρος περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      347 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        348 εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          349 ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            350 καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              351 ὣς ἔφατ᾽ οὐδ᾽ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                352 βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  353 στῆ δὲ παρ᾽ Αἰάντεσσι κιών εἶθαρ δὲ προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    354 Αἴαντ᾽ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      355 ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        356 κεῖσ᾽ ἴμεν ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          357 ἀμφοτέρω μὲν μᾶλλον ὃ γάρ κ᾽ὄχ᾽ ἄριστον ἁπάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            358 εἴη ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              359 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί οἳ τὸ πάρος περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί οἳ τὸ πάρος περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  360 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    361 εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      362 ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        363 καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          364 ὣς ἔφατ᾽ οὐδ᾽ ἀπίθησε μέγας Τελαμώνιος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            365 αὐτίκ᾽ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              366 Αἶαν σφῶϊ μὲν αὖθι σὺ καὶ κρατερὸς Λυκομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                367 ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  368 αὐτὰρ ἐγὼ κεῖσ᾽ εἶμι καὶ ἀντιόω πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    369 αἶψα δ᾽ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπαμύνω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      370 ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        371 καί οἱ Τεῦκρος ἅμ᾽ ᾖε κασίγνητος καὶ ὄπατρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          372 τοῖς δ᾽ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            373 εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              374 τείχεος ἐντὸς ἰόντες ἐπειγομένοισι δ᾽ἵκοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                375 οἳ δ᾽ἐπ᾽ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  376 ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    377 σὺν δ᾽ἐβάλοντο μάχεσθαι ἐναντίον ὦρτο δ᾽ἀϋτή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      378 Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        379 Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          380 μαρμάρῳ ὀκριόεντι βαλών ὅ ῥα τείχεος ἐντὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            381 κεῖτο μέγας παρ᾽ ἔπαλξιν ὑπέρτατος οὐδέ κέ μιν ῥέ‿α
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              382 χείρεσσ᾽ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ᾽ ἡβῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                383 οἷοι νῦν βροτοί εἰσ᾽ ὃ δ᾽ἄρ᾽ ὑψόθεν ἔμβαλ᾽ ἀείρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  384 θλάσσε δὲ τετράφαλον κυνέην σὺν δ᾽ὀστέ᾽ ἄραξε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    385 πάντ᾽ ἄμυδις κεφαλῆς ὃ δ᾽ἄρ᾽ ἀρνευτῆρι ἐοικὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      386 κάππεσ᾽ ἀφ᾽ ὑψηλοῦ πύργου λίπε δ᾽ὀστέα θυμός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        387 Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ᾽ Ἱππολόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          388 ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            389 ᾗ ῥ᾽ἴδε γυμνωθέντα βραχίονα παῦσε δὲ χάρμης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              390 ἂψ δ᾽ἀπὸ τείχεος ἆλτο λαθών ἵνα μή τις Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                391 βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ᾽ ἐπέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  392 Σαρπήδοντι δ᾽ἄχος γένετο Γλαύκου ἀπιόντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    393 αὐτίκ᾽ ἐπεί τ᾽ἐνόησεν ὅμως δ᾽οὐ λήθετο χάρμης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      394 ἀλλ᾽ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        395 νύξ᾽ ἐκ δ᾽ἔσπασεν ἔγχος ὃ δ᾽ἑσπόμενος πέσε δουρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          396 πρηνής ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            397 Σαρπηδὼν δ᾽ἄρ᾽ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              398 ἕλχ᾽ ἣ δ᾽ἕσπετο πᾶσα διαμπερές αὐτὰρ ὕπερθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                399 τεῖχος ἐγυμνώθη πολέεσσι δὲ θῆκε κέλευθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  400 τὸν δ᾽Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ᾽ ὃ μὲν ἰῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    401 βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      402 ἀσπίδος ἀμφιβρότης ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        403 παιδὸς ἑοῦ μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          404 Αἴας δ᾽ἀσπίδα νύξεν ἐπάλμενος οὐδὲ διὰ πρὸ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            405 ἤλυθεν ἐγχείη στυφέλιξε δέ μιν μεμαῶτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              406 χώρησεν δ᾽ἄρα τυτθὸν ἐπάλξιος οὐδ᾽ ὅ γε πάμπαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                407 χάζετ᾽ ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  408 κέκλετο δ᾽ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    409 ὦ Λύκιοι τί τ᾽ἄρ᾽ ὧδε μεθίετε θούριδος ἀλκῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      410 ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        411 μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          412 ἀλλ᾽ ἐφομαρτεῖτε πλεόνων δέ τι ἔργον ἄμεινον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            413 ὣς ἔφαθ᾽ οἳ δὲ ἄνακτος ὑποδϝείσαντες ὁμοκλὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              414 μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                415 Ἀργεῖοι δ᾽ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  416 τείχεος ἔντοσθεν μέγα δέ σφισι φαίνετο ἔργον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    417 οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      418 τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        419 οὔτέ ποτ᾽ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          420 τείχεος ἂψ ὤσασθαι ἐπεὶ τὰ πρῶτα πέλασθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            421 ἀλλ᾽ ὥς τ᾽ἀμφ᾽ οὔροισι δύ᾽ ἀνέρε δηριάασθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              422 μέτρ᾽ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                μέτρ᾽ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  423 ὥ τ᾽ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    424 ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες οἳ δ᾽ὑπὲρ αὐτέ‿ων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      425 δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        426 ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          427 πολλοὶ δ᾽οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            428 ἠμὲν ὅτε‿ῳ στρεφθέντι μετάφρενα γυμνωθείη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              429 μαρναμένων πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                430 πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  431 ἐρράδατ᾽ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ἐρράδατ᾽ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      432 ἀλλ᾽ οὐδ᾽ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        433 ἀλλ᾽ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          434 ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            435 ἰσάζουσ᾽ ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              436 ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                437 πρίν γ᾽ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  438 Πριαμίδῃ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    439 ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      440 ὄρνυσθ᾽ ἱππόδαμοι Τρῶες ῥήγνυσθε δὲ τεῖχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        441 Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          442 ὣς φάτ᾽ ἐποτρύνων οἳ δ᾽οὔασι πάντες ἄκουον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            443 ἴθυσαν δ᾽ἐπὶ τεῖχος ἀολλέες οἳ μὲν ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              444 κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ᾽ ἔχοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                445 Ἕκτωρ δ᾽ἁρπάξας λᾶαν φέρεν ὅς ῥα πυλάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  446 ἑστήκει πρόσθε πρυμνὸς παχύς αὐτὰρ ὕπερθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    447 ὀξὺς ἔην τὸν δ᾽οὔ κε δύ᾽ ἀνέρε δήμου ἀρίστω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      448 ῥηϊδίως ἐπ᾽ ἄμαξαν ἀπ᾽ οὔδεος ὀχλίσσειαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        449 οἷοι νῦν βροτοί εἰσ᾽ ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          450 τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτε‿ω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            451 ὡς δ᾽ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              452 χειρὶ λαβὼν ἑτέρῃ ὀλίγον τέ μιν ἄχθος ἐπείγει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                453 ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  454 αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    455 δικλίδας ὑψηλάς δοιοὶ δ᾽ἔντοσθεν ὀχῆες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      456 εἶχον ἐπημοιβοί μία δὲ κληῒς ἐπαρήρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        εἶχον ἐπημοιβοί μία δὲ κληῒς ἐπαρήρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          457 στῆ δὲ μάλ᾽ ἐγγὺς ἰών καὶ ἐρεισάμενος βάλε μέσσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            458 εὖ διαβάς ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              459 ῥῆξε δ᾽ἀπ᾽ ἀμφοτέρους θαιρούς πέσε δὲ λίθος εἴσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                460 βριθοσύνῃ μέγα δ᾽ἀμφὶ πύλαι μύκον οὐδ᾽ ἄρ᾽ ὀχῆες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  461 ἐσχεθέτην σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    462 λᾶος ὑπὸ ῥιπῆς ὃ δ᾽ἄρ᾽ ἔσθορε φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      λᾶος ὑπὸ ῥιπῆς ὃ δ᾽ἄρ᾽ ἔσθορε φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        463 νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια λάμπε δὲ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          464 σμερδαλέῳ τὸν ἕεστο περὶ χροΐ δοιὰ δὲ χερσὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            465 δοῦρ᾽ ἔχεν οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              466 νόσφι θεῶν ὅτ᾽ ἐσᾶλτο πύλας πυρὶ δ᾽ὄσσε δεδήει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                467 κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ᾽ ὅμιλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  468 τεῖχος ὑπερβαίνειν τοὶ δ᾽ὀτρύνοντι πίθοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    τεῖχος ὑπερβαίνειν τοὶ δ᾽ὀτρύνοντι πίθοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      469 αὐτίκα δ᾽οἳ μὲν τεῖχος ὑπέρβασαν οἳ δὲ κατ᾽ αὐτὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        470 ποιητὰς ἐσέχυντο πύλας Δαναοὶ δὲ φόβηθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          471 νῆας ἀνὰ γλαφυράς ὅμαδος δ᾽ἀλίαστος ἐτύχθη