Index

ΙΛΙΑΔΟΣ Ξ


1 Νέστορα δ᾽οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης
    2 ἀλλ᾽ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα
      3 φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα
        4 μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν
          5 ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον
            6 εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
              7 θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα
                8 αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν
                  9 ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
                    10 κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
                      11 χαλκῷ παμφαῖνον ὃ δ᾽ἔχ᾽ ἀσπίδα πατρὸς ἑοῖο
                        12 εἵλετο δ᾽ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ
                          13 στῆ δ᾽ἐκτὸς κλισίης τάχα δ᾽εἴσιδεν ἔργον ἀεικὲς
                            14 τοὺς μὲν ὀρινομένους τοὺς δὲ κλονέοντας ὄπισθε
                              15 Τρῶας ὑπερθύμους ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν
                                16 ὡς δ᾽ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
                                  17 ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
                                    18 αὔτως οὐδ᾽ ἄρα τε προκυλίνδεται οὐδετέρωσε
                                      19 πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον
                                        20 ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
                                          21 διχθάδι᾽ ἢ μεθ᾽ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων
                                            22 ἦε μετ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
                                              23 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
                                                24 βῆναι ἐπ᾽ Ἀτρεΐδην οἳ δ᾽ἀλλήλους ἐνάριζον
                                                  25 μαρνάμενοι λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
                                                    26 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι
                                                      27 Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
                                                        28 πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
                                                          πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
                                                            α´β´
                                                            29 Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων
                                                              30 πολλὸν γάρ ῥ᾽ἀπάνευθε μάχης εἰρύατο νῆες
                                                                31 θῖν᾽ ἔφ᾽ ἁλὸς πολιῆς τὰς γὰρ πρώτας πεδίον δὲ
                                                                  32 εἴρυσαν αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν
                                                                    33 οὐδὲ γὰρ οὐδ᾽ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
                                                                      34 αἰγιαλὸς νῆας χαδέειν στείνοντο δὲ λαοί
                                                                        35 τώ ῥα προκρόσσας ἔρυσαν καὶ πλῆσαν ἁπάσης
                                                                          τώ ῥα προκρόσσας ἔρυσαν καὶ πλῆσαν ἁπάσης
                                                                            α´β´
                                                                            36 ἠϊόνος στόμα μακρόν ὅσον συνεέργαθον ἄκραι
                                                                              37 τώ ῥ᾽οἵ γ᾽ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο
                                                                                38 ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι ἄχνυτο δέ σφι
                                                                                  39 θυμὸς ἐνὶ στήθεσσιν ὃ δὲ ξύμβλητο γεραιὸς
                                                                                    40 Νέστωρ πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν
                                                                                      41 τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων
                                                                                        42 ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
                                                                                          43 τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ᾽ ἀφικάνεις
                                                                                            44 δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ
                                                                                              45 ὥς ποτ᾽ ἐπηπείλησεν ἐνὶ Τρώεσσ᾽ ἀγορεύων
                                                                                                46 μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι
                                                                                                  47 πρὶν πυρὶ νῆας ἐνιπρῆσαι κτεῖναι δὲ καὶ αὐτούς
                                                                                                    48 κεῖνος τὼς ἀγόρευε τὰ δὴ νῦν πάντα τελεῖται
                                                                                                      49 ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
                                                                                                        50 ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς
                                                                                                          51 οὐδ᾽ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι
                                                                                                            52 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ
                                                                                                              53 ἦ δὴ ταῦτά γ᾽ἑτοῖμα τετεύχαται οὐδέ κεν ἄλλως
                                                                                                                54 Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο
                                                                                                                  55 τεῖχος μὲν γὰρ δὴ κατερήριπεν ᾧ ἐπέπιθμεν
                                                                                                                    56 ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι
                                                                                                                      57 οἳ δ᾽ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
                                                                                                                        58 νωλεμές οὐδ᾽ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
                                                                                                                          59 ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται
                                                                                                                            60 ὡς ἐπιμὶξ κτείνονται ἀϋτὴ δ᾽οὐρανὸν ἵκει
                                                                                                                              61 ἡμεῖς δὲ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα
                                                                                                                                62 εἴ τι νόος ῥέξει πόλεμον δ᾽οὐκ ἄμμε κελεύω
                                                                                                                                  63 δύμεναι οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι
                                                                                                                                    64 τὸν δ᾽αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                      65 Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται
                                                                                                                                        66 τεῖχος δ᾽οὐκ ἔχραισμε τετυγμένον οὐδέ τι τάφρος
                                                                                                                                          67 ᾗ ἔπι πολλὰ πάθον Δαναοί ἔλποντο δὲ θυμῷ
                                                                                                                                            68 ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι
                                                                                                                                              69 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι
                                                                                                                                                70 νωνύμνους ἀπολέσθαι ἀπ᾽ Ἄργεος ἐνθάδ᾽ Ἀχαιούς
                                                                                                                                                  71 ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν
                                                                                                                                                    72 οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
                                                                                                                                                      73 κυδάνει ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν
                                                                                                                                                        74 ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες
                                                                                                                                                          75 νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης
                                                                                                                                                            76 ἕλκωμεν πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν
                                                                                                                                                              77 ὕψι δ᾽ἐπ᾽ εὐνάων ὁρμίσσομεν εἰς ὅ κεν ἔλθῃ
                                                                                                                                                                78 νὺξ ἀβρότη ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο
                                                                                                                                                                  79 Τρῶες ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας
                                                                                                                                                                    80 οὐ γάρ τις νέμεσις φυγέειν κακόν οὐδ᾽ ἀνὰ νύκτα
                                                                                                                                                                      81 βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ
                                                                                                                                                                        82 τὸν δ᾽ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς
                                                                                                                                                                          83 Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων
                                                                                                                                                                            84 οὐλόμεν᾽ αἴθ᾽ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
                                                                                                                                                                              85 σημαίνειν μὴ δ᾽ἄμμιν ἀνασσέμεν οἷσιν ἄρα Ζεὺς
                                                                                                                                                                                86 ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν
                                                                                                                                                                                  87 ἀργαλέους πολέμους ὄφρα φθιόμεσθα ἕκαστος
                                                                                                                                                                                    88 οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
                                                                                                                                                                                      89 καλλείψειν ἧς εἵνεκ᾽ ὀϊζύομεν κακὰ πολλά
                                                                                                                                                                                        90 σίγα μή τίς τ᾽ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
                                                                                                                                                                                          91 μῦθον ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
                                                                                                                                                                                            92 ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν
                                                                                                                                                                                              93 σκηπτοῦχός τ᾽εἴη καί οἱ πειθοίατο λαοὶ
                                                                                                                                                                                                94 τοσσοίδ᾽ ὅσσοισιν σὺ μετ᾽ Ἀργείοισιν ἀνάσσεις
                                                                                                                                                                                                  95 νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες
                                                                                                                                                                                                    96 ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς
                                                                                                                                                                                                      97 νῆας ἐϋσσέλμους ἅλαδ᾽ ἑλκέμεν ὄφρ᾽ ἔτι μᾶλλον
                                                                                                                                                                                                        98 Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης
                                                                                                                                                                                                          99 ἡμῖν δ᾽αἰπὺς ὄλεθρος ἐπιρρέπῃ οὐ γὰρ Ἀχαιοὶ
                                                                                                                                                                                                            100 σχήσουσιν πόλεμον νηῶν ἅλα δ᾽ἑλκομενάων
                                                                                                                                                                                                              101 ἀλλ᾽ ἀποπαπτανέουσιν ἐρωήσουσι δὲ χάρμης
                                                                                                                                                                                                                102 ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν
                                                                                                                                                                                                                  103 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                    104 ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
                                                                                                                                                                                                                      105 ἀργαλέῃ ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
                                                                                                                                                                                                                        106 νῆας ἐϋσσέλμους ἅλα δ᾽ἑλκέμεν υἷας Ἀχαιῶν
                                                                                                                                                                                                                          107 νῦν δ᾽εἴη ὃς τῆσδέ γ᾽ἀμείνονα μῆτιν ἐνίσποι
                                                                                                                                                                                                                            νῦν δ᾽εἴη ὃς τῆσδέ γ᾽ἀμείνονα μῆτιν ἐνίσποι
                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                              108 ἢ νέος ἠὲ παλαιός ἐμοὶ δέ κεν ἀσμένῳ εἴη
                                                                                                                                                                                                                                109 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης
                                                                                                                                                                                                                                  110 ἐγγὺς ἀνήρ οὐ δηθὰ ματεύσομεν αἴ κ᾽ἐθέλητε
                                                                                                                                                                                                                                    111 πείθεσθαι καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
                                                                                                                                                                                                                                      112 οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ᾽ ὑμῖν
                                                                                                                                                                                                                                        113 πατρὸς δ᾽ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
                                                                                                                                                                                                                                          114 Τυδέος ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει
                                                                                                                                                                                                                                            115 πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο
                                                                                                                                                                                                                                              116 οἴκε‿ον δ᾽ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
                                                                                                                                                                                                                                                117 Ἄγριος ἠδὲ Μέλας τρίτατος δ᾽ἦν ἱππότα Οἰνεὺς
                                                                                                                                                                                                                                                  118 πατρὸς ἐμοῖο πατήρ ἀρετῇ δ᾽ἦν ἔξοχος αὐτῶν
                                                                                                                                                                                                                                                    119 ἀλλ᾽ ὃ μὲν αὐτόθι μεῖνε πατὴρ δ᾽ἐμὸς Ἄργεϊ νάσθη
                                                                                                                                                                                                                                                      120 πλαγχθείς ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι
                                                                                                                                                                                                                                                        121 Ἀδρήστοιο δ᾽ἔγημε θυγατρῶν ναῖε δὲ δῶμα
                                                                                                                                                                                                                                                          122 ἀφνειὸν βιότοιο ἅλις δέ οἱ ἦσαν ἄρουραι
                                                                                                                                                                                                                                                            123 πυροφόροι πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς
                                                                                                                                                                                                                                                              124 πολλὰ δέ οἱ πρόβατ᾽ ἔσκε κέκαστο δὲ πάντας Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                125 ἐγχείῃ τὰ δὲ μέλλετ᾽ ἀκουέμεν εἰ ἐτεόν περ
                                                                                                                                                                                                                                                                  126 τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
                                                                                                                                                                                                                                                                    127 μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ᾽ἐῢ εἴπω
                                                                                                                                                                                                                                                                      128 δεῦτ᾽ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ
                                                                                                                                                                                                                                                                        129 ἔνθα δ᾽ἔπειτ᾽ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος
                                                                                                                                                                                                                                                                          130 ἐκ βελέων μή πού τις ἐφ᾽ ἕλκεϊ ἕλκος ἄρηται
                                                                                                                                                                                                                                                                            131 ἄλλους δ᾽ὀτρύνοντες ἐνήσομεν οἳ τὸ πάρος περ
                                                                                                                                                                                                                                                                              132 θυμῷ ἦρα φέροντες ἀφεστᾶσ᾽ οὐδὲ μάχονται
                                                                                                                                                                                                                                                                                133 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο
                                                                                                                                                                                                                                                                                  134 βὰν δ᾽ἴμεν ἦρχε δ᾽ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                    135 οὐδ᾽ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος
                                                                                                                                                                                                                                                                                      136 ἀλλὰ μετ᾽ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς
                                                                                                                                                                                                                                                                                        137 δεξιτερὴν δ᾽ἕλε χεῖρ᾽ Ἀγαμέμνονος Ἀτρεΐδαο
                                                                                                                                                                                                                                                                                          138 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                            139 Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
                                                                                                                                                                                                                                                                                              140 γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                141 δερκομένῳ ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ᾽ ἠβαιαί
                                                                                                                                                                                                                                                                                                  142 ἀλλ᾽ ὃ μὲν ὣς ἀπόλοιτο θεὸς δέ ἑ σιφλώσειε
                                                                                                                                                                                                                                                                                                    143 σοὶ δ᾽οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν
                                                                                                                                                                                                                                                                                                      144 ἀλλ᾽ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
                                                                                                                                                                                                                                                                                                        145 εὐρὺ κονίσουσιν πεδίον σὺ δ᾽ἐπόψεαι αὐτὸς
                                                                                                                                                                                                                                                                                                          146 φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων
                                                                                                                                                                                                                                                                                                            147 ὣς εἰπὼν μέγ᾽ ἄϋσεν ἐπεσσύμενος πεδίοιο
                                                                                                                                                                                                                                                                                                              148 ὅσσόν τ᾽ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
                                                                                                                                                                                                                                                                                                                149 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος
                                                                                                                                                                                                                                                                                                                  150 τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων
                                                                                                                                                                                                                                                                                                                    151 ἧκεν Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ᾽ ἑκάστῳ
                                                                                                                                                                                                                                                                                                                      152 καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                        153 Ἥρη δ᾽εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
                                                                                                                                                                                                                                                                                                                          154 στᾶσ᾽ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου αὐτίκα δ᾽ἔγνω
                                                                                                                                                                                                                                                                                                                            155 τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
                                                                                                                                                                                                                                                                                                                              156 αὐτοκασίγνητον καὶ δαέρα χαῖρε δὲ θυμῷ
                                                                                                                                                                                                                                                                                                                                157 Ζῆνα δ᾽ἐπ᾽ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
                                                                                                                                                                                                                                                                                                                                  158 ἥμενον εἰσεῖδε στυγερὸς δέ οἱ ἔπλετο θυμῷ
                                                                                                                                                                                                                                                                                                                                    159 μερμήριξε δ᾽ἔπειτα βοῶπις πότνια Ἥρη
                                                                                                                                                                                                                                                                                                                                      160 ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο
                                                                                                                                                                                                                                                                                                                                        161 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
                                                                                                                                                                                                                                                                                                                                          162 ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν
                                                                                                                                                                                                                                                                                                                                            ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν
                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                              163 εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
                                                                                                                                                                                                                                                                                                                                                164 ᾗ χροιῇ τῷ δ᾽ὕπνον ἀπήμονά τε λιαρόν τε
                                                                                                                                                                                                                                                                                                                                                  165 χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι
                                                                                                                                                                                                                                                                                                                                                    166 βῆ δ᾽ἴμεν ἐς θάλαμον τόν οἱ φίλος υἱὸς ἔτευξεν
                                                                                                                                                                                                                                                                                                                                                      167 Ἥφαιστος πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
                                                                                                                                                                                                                                                                                                                                                        168 κληῗδι κρυπτῇ τὴν δ᾽οὐ θεὸς ἄλλος ἀνῷγεν
                                                                                                                                                                                                                                                                                                                                                          169 ἔνθ᾽ ἥ γ᾽εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς
                                                                                                                                                                                                                                                                                                                                                            170 ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
                                                                                                                                                                                                                                                                                                                                                              171 λύματα πάντα κάθηρεν ἀλείψατο δὲ λίπ᾽ ἐλαίῳ
                                                                                                                                                                                                                                                                                                                                                                172 ἀμβροσίῳ ἑδανῷ τό ῥά οἱ τεθυωμένον ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                  173 τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
                                                                                                                                                                                                                                                                                                                                                                    174 ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ᾽ ἀϋτμή
                                                                                                                                                                                                                                                                                                                                                                      175 τῷ ῥ᾽ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
                                                                                                                                                                                                                                                                                                                                                                        176 πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
                                                                                                                                                                                                                                                                                                                                                                          177 καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο
                                                                                                                                                                                                                                                                                                                                                                            178 ἀμφὶ δ᾽ἄρ᾽ ἀμβρόσιον ἑανὸν ἕσαθ᾽ ὅν οἱ Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                              179 ἔξυσ᾽ ἀσκήσασα τίθει δ᾽ἐνὶ δαίδαλα πολλά
                                                                                                                                                                                                                                                                                                                                                                                180 χρυσείῃς δ᾽ἐνετῇσι κατὰ στῆθος περονᾶτο
                                                                                                                                                                                                                                                                                                                                                                                  181 ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ
                                                                                                                                                                                                                                                                                                                                                                                    182 ἐν δ᾽ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                      183 τρίγληνα μορόεντα χάρις δ᾽ἀπελάμπετο πολλή
                                                                                                                                                                                                                                                                                                                                                                                        184 κρηδέμνῳ δ᾽ἐφύπερθε καλύψατο δῖα θεάων
                                                                                                                                                                                                                                                                                                                                                                                          185 καλῷ νηγατέῳ λευκὸν δ᾽ἦν ἠέλιος ὥς
                                                                                                                                                                                                                                                                                                                                                                                            186 ποσσὶ δ᾽ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα
                                                                                                                                                                                                                                                                                                                                                                                              187 αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
                                                                                                                                                                                                                                                                                                                                                                                                188 βῆ ῥ᾽ἴμεν ἐκ θαλάμοιο καλεσσαμένη δ᾽Ἀφροδίτην
                                                                                                                                                                                                                                                                                                                                                                                                  189 τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε
                                                                                                                                                                                                                                                                                                                                                                                                    190 ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω
                                                                                                                                                                                                                                                                                                                                                                                                      191 ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                        192 οὕνεκ᾽ ἐγὼ Δαναοῖσι σὺ δὲ Τρώεσσιν ἀρήγεις
                                                                                                                                                                                                                                                                                                                                                                                                          οὕνεκ᾽ ἐγὼ Δαναοῖσι σὺ δὲ Τρώεσσιν ἀρήγεις
                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                            193 τὴν δ᾽ἠμείβετ᾽ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη
                                                                                                                                                                                                                                                                                                                                                                                                              194 Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                195 αὔδα ὅ τι φρονέεις τελέσαι δέ με θυμὸς ἄνωγεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                  196 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν
                                                                                                                                                                                                                                                                                                                                                                                                                    197 τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                      198 δὸς νῦν μοι φιλότητα καὶ ἵμερον ᾧ τε σὺ πάντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                        199 δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους
                                                                                                                                                                                                                                                                                                                                                                                                                          δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους
                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                            200 εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης
                                                                                                                                                                                                                                                                                                                                                                                                                              201 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                202 οἵ μ᾽ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ᾽ ἀτίταλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  203 δεξάμενοι Ῥείας ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    204 γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      205 τοὺς εἶμ᾽ ὀψομένη καί σφ᾽ἄκριτα νείκεα λύσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        206 ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          207 εὐνῆς καὶ φιλότητος ἐπεὶ χόλος ἔμπεσε θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            208 εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              209 εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                210 αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  211 τὴν δ᾽αὖτε προσέειπε φιλομμειδὴς Ἀφροδίτη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    212 οὐκ ἔστ᾽ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      213 Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        214 ἦ καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          215 ποικίλον ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            216 ἔνθ᾽ ἔνι μὲν φιλότης ἐν δ᾽ἵμερος ἐν δ᾽ὀαριστὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              217 πάρφασις ἥ τ᾽ἔκλεψε νόον πύκα περ φρονεόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                218 τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ᾽ἔφατ᾽ ἔκ τ᾽ὀνόμαζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  219 τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    220 ποικίλον ᾧ ἔνι πάντα τετεύχαται οὐδέ σέ φημι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      221 ἄπρηκτόν γε νέεσθαι ὅ τι φρεσὶ σῇσι μενοινᾷς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        222 ὣς φάτο μείδησεν δὲ βοῶπις πότνια Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          223 μειδήσασα δ᾽ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            224 ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              225 Ἥρη δ᾽ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                226 Πιερίην δ᾽ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  227 σεύατ᾽ ἐφ᾽ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    228 ἀκροτάτας κορυφάς οὐδὲ χθόνα μάρπτε ποδοῖιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      229 ἐξ Ἀθόω δ᾽ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        230 Λῆμνον δ᾽εἰσαφίκανε πόλιν θείοιο Θόαντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          231 ἔνθ᾽ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            232 ἔν τ᾽ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ἔφατ᾽ ἔκ τ᾽ὀνόμαζεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              233 Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ᾽ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                234 ἠμὲν δή ποτ᾽ ἐμὸν ἔπος ἔκλυες ἠδ᾽ ἔτι καὶ νῦν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  235 πείθευ ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    236 κοίμησόν μοι Ζηνὸς ὑπ᾽ ὀφρύσιν ὄσσε φαεινὼ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      237 αὐτίκ᾽ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        238 δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          239 χρύσεον Ἥφαιστος δέ κ᾽ἐμὸς πάϊς ἀμφιγυήεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            240 τεύξει᾽ ἀσκήσας ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              241 τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                242 τὴν δ᾽ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  243 Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    244 ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      245 ῥεῖα κατευνήσαιμι καὶ ἂν ποταμοῖο ῥέεθρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        246 Ὠκεανοῦ ὅς περ γένεσις πάντεσσι τέτυκται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          247 Ζηνὸς δ᾽οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            248 οὐδὲ κατευνήσαιμ᾽ ὅτε μὴ αὐτός γε κελεύοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              249 ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                250 ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  251 ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    252 ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      253 νήδυμος ἀμφιχυθείς σὺ δέ οἱ κακὰ μήσαο θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        254 ὄρσασ᾽ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          255 καί μιν ἔπειτα Κόων δ᾽εὖ ναιομένην ἀπένεικας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            256 νόσφι φίλων πάντων ὃ δ᾽ἐπεγρόμενος χαλέπαινε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              257 ῥιπτάζων κατὰ δῶμα θεούς ἐμὲ δ᾽ἔξοχα πάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                258 ζήτει καί κέ μ᾽ἄϊστον ἀπ᾽ αἰθέρος ἔμβαλε πόντῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  259 εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    260 τὴν ἱκόμην φεύγων ὃ δ᾽ἐπαύσατο χωόμενός περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      261 ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        262 νῦν αὖ τοῦτό μ᾽ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          263 τὸν δ᾽αὖτε προσέειπε βοῶπις πότνια Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            264 Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              265 ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                266 ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  267 ἀλλ᾽ ἴθ᾽ ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    268 δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      269 ὣς φάτο χήρατο δ᾽Ὕπνος ἀμειβόμενος δὲ προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        270 ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            271 χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              272 τῇ δ᾽ἑτέρῃ ἅλα μαρμαρέην ἵνα νῶϊν ἅπαντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                273 μάρτυροι ὦσ᾽ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  274 ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    275 Πασιθέην ἧς τ᾽αὐτὸς ἐέλδομαι ἤματα πάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      276 ὣς ἔφατ᾽ οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        277 ὄμνυε δ᾽ὡς ἐκέλευε θεοὺς δ᾽ὀνόμηνεν ἅπαντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          278 τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            279 αὐτὰρ ἐπεί ῥ᾽ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              280 τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                281 ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  282 Ἴδην δ᾽ἱκέσθην πολυπίδακα μητέρα θηρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    283 Λεκτόν ὅθι πρῶτον λιπέτην ἅλα τὼ δ᾽ἐπὶ χέρσου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      284 βήτην ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        285 ἔνθ᾽ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          286 εἰς ἐλάτην ἀναβὰς περιμήκετον ἣ τότ᾽ ἐν Ἴδῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            287 μακροτάτη πεφυυῖα δι᾽ ἠέρος αἰθέρ᾽ ἵκανεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              288 ἔνθ᾽ ἧστ᾽ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                289 ὄρνιθι λιγυρῇ ἐναλίγκιος ἥν τ᾽ἐν ὄρεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  ὄρνιθι λιγυρῇ ἐναλίγκιος ἥν τ᾽ἐν ὄρεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    290 χαλκίδα κικλήσκουσι θεοί ἄνδρες δὲ κύμινδιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      291 Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        292 Ἴδης ὑψηλῆς ἴδε δὲ νεφεληγερέτα Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          293 ὡς δ᾽ἴδεν ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            294 οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              295 εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                296 στῆ δ᾽αὐτῆς προπάροιθεν ἔπος τ᾽ἔφατ᾽ ἔκ τ᾽ὀνόμαζεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  297 Ἥρη πῇ μεμαυῖα κατ᾽ Οὐλύμπου τόδ᾽ ἱκάνεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    298 ἵπποι δ᾽οὐ παρέασι καὶ ἅρματα τῶν κ᾽ἐπιβαίης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      299 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        300 ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          301 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            302 οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ᾽ ἀτίταλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              303 τοὺς εἶμ᾽ ὀψομένη καί σφ᾽ἄκριτα νείκεα λύσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                304 ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  305 εὐνῆς καὶ φιλότητος ἐπεὶ χόλος ἔμπεσε θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    306 ἵπποι δ᾽ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      307 ἑστᾶσ᾽ οἵ μ᾽οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        308 νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ᾽ Οὐλύμπου τόδ᾽ ἱκάνω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          309 μή πώς μοι μετέπειτα χολώσεαι αἴ κε σιωπῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            310 οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              311 τὴν δ᾽ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                312 Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  313 νῶϊ δ᾽ἄγ᾽ ἐν φιλότητι τραπείομεν εὐνηθέντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    314 οὐ γάρ πώ ποτέ μ᾽ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      315 θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        316 οὐδ᾽ ὁπότ᾽ ἠρασάμην Ἰξιονίης ἀλόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          317 ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ᾽ ἀτάλαντον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            318 οὐδ᾽ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              319 ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  320 οὐδ᾽ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    321 ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      322 οὐδ᾽ ὅτε περ Σεμέλης οὐδ᾽ Ἀλκμήνης ἐνὶ Θήβῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        323 ἥ ῥ᾽Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          324 ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν ☹︎No derivations.
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          325 οὐδ᾽ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            326 οὐδ᾽ ὁπότε Λητοῦς ἐρικυδέος οὐδὲ σεῦ αὐτῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              327 ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                328 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  329 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    330 εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      331 Ἴδης ἐν κορυφῇσι τὰ δὲ προπέφανται ἅπαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        332 πῶς κ᾽ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          333 εὕδοντ᾽ ἀθρήσειε θεοῖσι δὲ πᾶσι μετελθὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            334 πεφράδοι οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              335 ἐξ εὐνῆς ἀνστᾶσα νεμεσσητὸν δέ κεν εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                336 ἀλλ᾽ εἰ δή ῥ᾽ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  337 ἔστιν τοι θάλαμος τόν τοι φίλος υἱὸς ἔτευξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    338 Ἥφαιστος πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      339 ἔνθ᾽ ἴομεν κείοντες ἐπεί νύ τοι εὔαδεν εὐνή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        340 τὴν δ᾽ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          341 Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν᾽ ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            342 ὄψεσθαι τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              343 χρύσεον οὐδ᾽ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                344 οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  345 ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    346 τοῖσι δ᾽ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      347 λωτόν θ᾽ἑρσήεντα ἰδὲ κρόκον ἠδ᾽ ὑάκινθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        348 πυκνὸν καὶ μαλακόν ὃς ἀπὸ χθονὸς ὑψόσ᾽ ἔεργε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          349 τῷ ἔνι λεξάσθην ἐπὶ δὲ νεφέλην ἕσσαντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            350 καλὴν χρυσείην στιλπναὶ δ᾽ἀπέπιπτον ἔερσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              351 ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                352 ὕπνῳ καὶ φιλότητι δαμείς ἔχε δ᾽ἀγκὰς ἄκοιτιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  353 βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    354 ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      355 ἀγχοῦ δ᾽ἱστάμενος ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        356 πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          357 καί σφιν κῦδος ὄπαζε μίνυνθά περ ὄφρ᾽ ἔτι εὕδει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            358 Ζεύς ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ᾽ ἐκάλυψα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              359 Ἥρη δ᾽ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                360 ὣς εἰπὼν ὃ μὲν ᾤχετ᾽ ἐπὶ κλυτὰ φῦλ᾽ ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  361 τὸν δ᾽ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    362 αὐτίκα δ᾽ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      363 Ἀργεῖοι καὶ δ᾽αὖτε μεθίεμεν Ἕκτορι νίκην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        364 Πριαμίδῃ ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          365 ἀλλ᾽ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ᾽ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            366 νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              367 κείνου δ᾽οὔ τι λίην ποθὴ ἔσσεται εἴ κεν οἳ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                368 ἡμεῖς ὀτρυνώμεθ᾽ ἀμυνέμεν ἀλλήλοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  369 ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    370 ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      371 ἑσσάμενοι κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        372 κρύψαντες χερσίν τε τὰ μακρότατ᾽ ἔγχε᾽ ἑλόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          373 ἴομεν αὐτὰρ ἐγὼν ἡγήσομαι οὐδ᾽ ἔτι φημὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            374 Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              375 ὃς δέ κ᾽ἀνὴρ μενέχαρμος ἔχει δ᾽ὀλίγον σάκος ὤμῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                376 χείρονι φωτὶ δότω ὃ δ᾽ἐν ἀσπίδι μείζονι δύτω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  377 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    378 τοὺς δ᾽αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      379 Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        380 οἰχόμενοι δ᾽ἐπὶ πάντας ἀρήϊα τεύχε᾽ ἄμειβον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          381 ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε χέρεια δὲ χείρονι δόσκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            382 αὐτὰρ ἐπεί ῥ᾽ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              383 βάν ῥ᾽ἴμεν ἦρχε δ᾽ἄρά σφι Ποσειδάων ἐνοσίχθων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                384 δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  385 εἴκελον ἀστεροπῇ τῷ δ᾽οὐ θέμις ἐστὶ μιγῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    386 ἐν δαῒ λευγαλέῃ ἀλλὰ δέος ἰσχάνει ἄνδρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      387 Τρῶας δ᾽αὖθ᾽ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        388 δή ῥα τότ᾽ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          389 κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            390 ἤτοι ὃ μὲν Τρώεσσιν ὃ δ᾽Ἀργείοισιν ἀρήγων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              391 ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                392 Ἀργείων οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  393 οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    394 ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      395 οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        396 οὔρεος ἐν βήσσῃς ὅτε τ᾽ὤρετο καιέμεν ὕλην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          397 οὔτ᾽ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            398 ἠπύει ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              399 ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                400 δεινὸν ἀϋσάντων ὅτ᾽ ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  401 Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    402 ἔγχει ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ οὐδ᾽ ἀφάμαρτε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      403 τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        404 ἤτοι ὃ μὲν σάκεος ὃ δὲ φασγάνου ἀργυροήλου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          405 τώ οἱ ῥυσάσθην τέρενα χρόα χώσατο δ᾽Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            406 ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              407 ἂψ δ᾽ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                408 τὸν μὲν ἔπειτ᾽ ἀπιόντα μέγας Τελαμώνιος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  409 χερμαδίῳ τά ῥα πολλὰ θοάων ἔχματα νηῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    410 πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο τῶν ἓν ἀείρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      411 στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        412 στρόμβον δ᾽ὣς ἔσσευε βαλών περὶ δ᾽ἔδραμε πάντῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          413 ὡς δ᾽ὅθ᾽ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            414 πρόρριζος δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              415 ἐξ αὐτῆς τὸν δ᾽οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                416 ἐγγὺς ἐών χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  417 ὣς ἔπεσ᾽ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    418 χειρὸς δ᾽ἔκβαλεν ἔγχος ἐπ᾽ αὐτῷ δ᾽ἀσπὶς ἑάφθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      419 καὶ κόρυς ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        420 οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          421 ἐλπόμενοι ἐρύεσθαι ἀκόντιζον δὲ θαμειὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            422 αἰχμάς ἀλλ᾽ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              423 οὐτάσαι οὐδὲ βαλεῖν πρὶν γὰρ περίβησαν ἄριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                424 Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  425 Σαρπηδών τ᾽ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    426 τῶν δ᾽ἄλλων οὔ τίς εὑ ἀκήδεσεν ἀλλὰ πάροιθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      427 ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ τὸν δ᾽ἄρ᾽ ἑταῖροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        428 χερσὶν ἀείραντες φέρον ἐκ πόνου ὄφρ᾽ ἵκεθ᾽ ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          429 ὠκέας οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            430 ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ᾽ ἔχοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              431 οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                432 ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  433 Ξάνθου δινήεντος ὃν ἀθάνατος τέκετο Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    434 ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί κὰδ δέ οἱ ὕδωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      435 χεῦαν ὃ δ᾽ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        436 ἑζόμενος δ᾽ἐπὶ γοῦνα κελαινεφὲς αἷμ᾽ ἀπέμεσσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          437 αὖτις δ᾽ἐξοπίσω πλῆτο χθονί τὼ δέ οἱ ὄσσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            438 νὺξ ἐκάλυψε μέλαινα βέλος δ᾽ἔτι θυμὸν ἐδάμνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              439 Ἀργεῖοι δ᾽ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                440 μᾶλλον ἐπὶ Τρώεσσι θόρον μνήσαντο δὲ χάρμης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  441 ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    442 Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      443 Ἠνοπίδην ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        444 Ἤνοπι βουκολέοντι παρ᾽ ὄχθας Σατνιόεντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          445 τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            446 οὖτα κατὰ λαπάρην ὃ δ᾽ἀνετράπετ᾽ ἀμφὶ δ᾽ἄρ᾽ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              447 Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                448 τῷ δ᾽ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  449 Πανθοΐδης βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    450 υἱὸν Ἀρηϊλύκοιο δι᾽ ὤμου δ᾽ὄβριμον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      451 ἔσχεν ὃ δ᾽ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        452 Πουλυδάμας δ᾽ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          453 οὐ μὰν αὖτ᾽ ὀΐω μεγαθύμου Πανθοΐδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            454 χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              455 ἀλλά τις Ἀργείων κόμισε χροΐ καί μιν ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                456 αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  457 ὣς ἔφατ᾽ Ἀργείοισι δ᾽ἄχος γένετ᾽ εὐξαμένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    458 Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      459 τῷ Τελαμωνιάδῃ τοῦ γὰρ πέσεν ἄγχι μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        460 καρπαλίμως δ᾽ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          461 Πουλυδάμας δ᾽αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            462 λικριφὶς ἀΐξας κόμισεν δ᾽Ἀντήνορος υἱὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              463 Ἀρχέλοχος τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                464 τόν ῥ᾽ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  465 νείατον ἀστράγαλον ἀπὸ δ᾽ἄμφω κέρσε τένοντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    466 τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      467 οὔδεϊ πλῆντ᾽ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        468 Αἴας δ᾽αὖτ᾽ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          469 φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            470 ἦ ῥ᾽οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              471 ἄξιος οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                472 ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  473 ἢ πάϊς αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    474 ἦ ῥ᾽εὖ γιγνώσκων Τρῶας δ᾽ἄχος ἔλλαβε θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      475 ἔνθ᾽ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        476 ἀμφὶ κασιγνήτῳ βεβαώς ὃ δ᾽ὕφελκε ποδοῖιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          477 τῷ δ᾽Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            478 Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              479 οὔ θην οἴοισίν γε πόνος τ᾽ἔσεται καὶ ὀϊζὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                480 ἡμῖν ἀλλά ποθ᾽ ὧδε κατακτενέεσθε καὶ ὔμμες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  481 φράζεσθ᾽ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    482 ἔγχει ἐμῷ ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      483 δηρὸν ἄτιτος ἔῃ τὼ καί κέ τις εὔχεται ἀνὴρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        484 γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          485 ὣς ἔφατ᾽ Ἀργείοισι δ᾽ἄχος γένετ᾽ εὐξαμένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            486 Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              487 ὁρμήθη δ᾽Ἀκάμαντος ὃ δ᾽οὐχ ὑπέμεινεν ἐρωὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                488 Πηνελέωο ἄνακτος ὃ δ᾽οὔτασεν Ἰλιονῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  489 υἱὸν Φόρβαντος πολυμήλου τόν ῥα μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    490 Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      491 τῷ δ᾽ἄρ᾽ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        492 τὸν τόθ᾽ ὑπ᾽ ὀφρύος οὖτα κατ᾽ ὀφθαλμοῖο θέμεθλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          493 ἐκ δ᾽ὦσε γλήνην δόρυ δ᾽ὀφθαλμοῖο διὰ πρὸ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            494 καὶ διὰ ἰνίου ἦλθεν ὃ δ᾽ἕζετο χεῖρε πετάσσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              495 ἄμφω Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                496 αὐχένα μέσσον ἔλασσεν ἀπήραξεν δὲ χαμᾶζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  497 αὐτῇ σὺν πήληκι κάρη ἔτι δ᾽ὄβριμον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    498 ἦεν ἐν ὀφθαλμῷ ὃ δὲ φὴ κώδειαν ἀνασχὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      499 πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          500 εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              501 πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                502 οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  503 ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται ὁππότε κεν δὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    504 ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      505 ὣς φάτο τοὺς δ᾽ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        506 πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          507 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            508 ὅς τις δὴ πρῶτος βροτόεντ᾽ ἀνδράγρι᾽ Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              509 ἤρατ᾽ ἐπεί ῥ᾽ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                ἤρατ᾽ ἐπεί ῥ᾽ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  510 Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    511 Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      512 Φάλκην δ᾽Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        513 Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          514 Τεῦκρος δὲ Προθόωνά τ᾽ἐνήρατο καὶ Περιφήτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            515 Ἀτρεΐδης δ᾽ἄρ᾽ ἔπειθ᾽ Ὑπερήνορα ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              516 οὖτα κατὰ λαπάρην διὰ δ᾽ἔντερα χαλκὸς ἄφυσσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                517 δῃώσας ψυχὴ δὲ κατ᾽ οὐταμένην ὠτειλὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  518 ἔσσυτ᾽ ἐπειγομένη τὸν δὲ σκότος ὄσσε κάλυψε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    519 πλείστους δ᾽Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      520 οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        521 ἀνδρῶν τρεσσάντων ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ