Index

ΙΛΙΑΔΟΣ Ψ


1 ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν αὐτὰρ Ἀχαιοὶ
    2 ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο ☹︎No derivations.
    3 οἳ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος
      4 Μυρμιδόνας δ᾽οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς
        5 ἀλλ᾽ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα
          6 Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι
            7 μὴ δή πω ὑπ᾽ ὄχεσφι λυώμεθα μώνυχας ἵππους
              8 ἀλλ᾽ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες
                9 Πάτροκλον κλαίωμεν ὃ γὰρ γέρας ἐστὶ θανόντων
                  10 αὐτὰρ ἐπεί κ᾽ὀλοοῖο τεταρπώμεσθα γόοιο
                    11 ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες
                      12 ὣς ἔφαθ᾽ οἳ δ᾽ᾤμωξαν ἀολλέες ἦρχε δ᾽Ἀχιλλεύς
                        13 οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
                          14 μυρόμενοι μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε
                            15 δεύοντο ψάμαθοι δεύοντο δὲ τεύχεα φωτῶν
                              16 δάκρυσι τοῖον γὰρ πόθεον μήστωρα φόβοιο
                                17 τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
                                  18 χεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου
                                    19 χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι
                                      20 πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
                                        21 Ἕκτορα δεῦρ᾽ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι
                                          22 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν
                                            23 Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς
                                              24 ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
                                                25 πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
                                                  26 ἐν κονίῃς οἳ δ᾽ἔντε᾽ ἀφωπλίζοντο ἕκαστος
                                                    27 χάλκεα μαρμαίροντα λύον δ᾽ὑψηχέας ἵππους
                                                      28 κὰδ δ᾽ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
                                                        29 μυρίοι αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ
                                                          30 πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ
                                                            31 σφαζόμενοι πολλοὶ δ᾽ὄϊες καὶ μηκάδες αἶγες
                                                              32 πολλοὶ δ᾽ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
                                                                33 εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο
                                                                  34 πάντῃ δ᾽ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα
                                                                    35 αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα
                                                                      36 εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν
                                                                        37 σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ
                                                                          38 οἳ δ᾽ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες
                                                                            39 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
                                                                              40 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν εἰ πεπίθοιεν
                                                                                41 Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα
                                                                                  42 αὐτὰρ ὅ γ᾽ἠρνεῖτο στερεῶς ἐπὶ δ᾽ὅρκον ὄμοσσεν
                                                                                    43 οὐ μὰ Ζῆν᾽ ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος
                                                                                      44 οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι
                                                                                        45 πρίν γ᾽ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι
                                                                                          46 κείρασθαί τε κόμην ἐπεὶ οὔ μ᾽ἔτι δεύτερον ὧδε
                                                                                            47 ἵξετ᾽ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω
                                                                                              48 ἀλλ᾽ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί
                                                                                                49 ἠῶθεν δ᾽ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον
                                                                                                  ἠῶθεν δ᾽ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον
                                                                                                    α´β´
                                                                                                    50 ὕλην τ᾽ἀξέμεναι παρά τε σχεῖν ὅσσ᾽ ἐπιεικὲς
                                                                                                      51 νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα
                                                                                                        52 ὄφρ᾽ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ
                                                                                                          53 θᾶσσον ἀπ᾽ ὀφθαλμῶν λαοὶ δ᾽ἐπὶ ἔργα τράπωνται
                                                                                                            54 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο
                                                                                                              55 ἐσσυμένως δ᾽ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
                                                                                                                56 δαίνυντ᾽ οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης
                                                                                                                  57 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
                                                                                                                    58 οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος
                                                                                                                      59 Πηλεΐδης δ᾽ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
                                                                                                                        60 κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
                                                                                                                          61 ἐν καθαρῷ ὅθι κύματ᾽ ἐπ᾽ ἠϊόνος κλύζεσκον
                                                                                                                            62 εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
                                                                                                                              63 νήδυμος ἀμφιχυθείς μάλα γὰρ κάμε φαίδιμα γυῖα
                                                                                                                                64 Ἕκτορ᾽ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν
                                                                                                                                  65 ἦλθε δ᾽ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
                                                                                                                                    66 πάντ᾽ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ᾽ ἐϊκυῖα
                                                                                                                                      67 καὶ φωνήν καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο
                                                                                                                                        68 στῆ δ᾽ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν
                                                                                                                                          69 εὕδεις αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ
                                                                                                                                            70 οὐ μέν μευ ζώοντος ἀκήδεις ἀλλὰ θανόντος
                                                                                                                                              71 θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω
                                                                                                                                                72 τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων
                                                                                                                                                  τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων
                                                                                                                                                    α´β´
                                                                                                                                                    73 οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν
                                                                                                                                                      74 ἀλλ᾽ αὔτως ἀλάλημαι ἀν᾽ εὐρυπυλὲς Ἄϊδος δῶ
                                                                                                                                                        75 καί μοι δὸς τὴν χεῖρ᾽ ὀλοφύρομαι οὐ γὰρ ἔτ᾽ αὖτις
                                                                                                                                                          76 νίσομαι ἐξ Ἀΐδαο ἐπήν με πυρὸς λελάχητε
                                                                                                                                                            77 οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
                                                                                                                                                              78 βουλὰς ἑζόμενοι βουλεύσομεν ἀλλ᾽ ἐμὲ μὲν κὴρ
                                                                                                                                                                79 ἀμφέχανε στυγερή ἥ περ λάχε γιγνόμενόν περ
                                                                                                                                                                  80 καὶ δὲ σοὶ αὐτῷ μοῖρα θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ
                                                                                                                                                                    81 τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι
                                                                                                                                                                      82 ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι
                                                                                                                                                                        83 μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ᾽ Ἀχιλλεῦ
                                                                                                                                                                          84 ἀλλ᾽ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν
                                                                                                                                                                            85 εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
                                                                                                                                                                              86 ἤγαγεν ὑμέτερόνδ᾽ ἀνδροκτασίης ὕπο λυγρῆς
                                                                                                                                                                                87 ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
                                                                                                                                                                                  88 νήπιος οὐκ ἐθέλων ἀμφ᾽ ἀστραγάλοισι χολωθείς
                                                                                                                                                                                    89 ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
                                                                                                                                                                                      90 ἔτραφέ τ᾽ἐνδυκέως καὶ σὸν θεράποντ᾽ ὀνόμηνεν
                                                                                                                                                                                        91 ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
                                                                                                                                                                                          92 χρύσεος ἀμφιφορεύς τόν τοι πόρε πότνια μήτηρ
                                                                                                                                                                                            93 τὸν δ᾽ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                              94 τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ᾽ εἰλήλουθας
                                                                                                                                                                                                95 καί μοι ταῦτα ἕκαστ᾽ ἐπιτέλλεαι αὐτὰρ ἐγώ τοι
                                                                                                                                                                                                  96 πάντα μάλ᾽ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις
                                                                                                                                                                                                    97 ἀλλά μοι ἆσσον στῆθι μίνυνθά περ ἀμφιβαλόντε
                                                                                                                                                                                                      98 ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο
                                                                                                                                                                                                        99 ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
                                                                                                                                                                                                          100 οὐδ᾽ ἔλαβε ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
                                                                                                                                                                                                            101 ᾤχετο τετριγυῖα ταφὼν δ᾽ἀνόρουσεν Ἀχιλλεὺς
                                                                                                                                                                                                              ᾤχετο τετριγυῖα ταφὼν δ᾽ἀνόρουσεν Ἀχιλλεὺς
                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                102 χερσί τε συμπλατάγησεν ἔπος δ᾽ὀλοφυδνὸν ἔειπεν
                                                                                                                                                                                                                  103 ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι
                                                                                                                                                                                                                    104 ψυχὴ καὶ εἴδωλον ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν
                                                                                                                                                                                                                      105 παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
                                                                                                                                                                                                                        παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                          106 ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε
                                                                                                                                                                                                                            107 καί μοι ἕκαστ᾽ ἐπέτελλεν ἔϊκτο δὲ θέσκελον αὐτῷ
                                                                                                                                                                                                                              108 ὣς φάτο τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο
                                                                                                                                                                                                                                109 μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
                                                                                                                                                                                                                                  110 ἀμφὶ νέκυν ἐλεεινόν ἀτὰρ κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                    111 οὐρῆάς τ᾽ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
                                                                                                                                                                                                                                      οὐρῆάς τ᾽ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                        112 πάντοθεν ἐκ κλισιῶν ἐπὶ δ᾽ἀνὴρ ἐσθλὸς ὀρώρει
                                                                                                                                                                                                                                          113 Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος
                                                                                                                                                                                                                                            114 οἳ δ᾽ἴσαν ὑλοτόμους πελέκε‿ας ἐν χερσὶν ἔχοντες
                                                                                                                                                                                                                                              115 σειράς τ᾽εὐπλέκτους πρὸ δ᾽ἄρ᾽ οὐρῆες κίον αὐτῶν
                                                                                                                                                                                                                                                116 πολλὰ δ᾽ἄναντα κάταντα πάραντά τε δόχμιά τ᾽ἦλθον
                                                                                                                                                                                                                                                  117 ἀλλ᾽ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης
                                                                                                                                                                                                                                                    118 αὐτίκ᾽ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
                                                                                                                                                                                                                                                      119 τάμνον ἐπειγόμενοι ταὶ δὲ μεγάλα κτυπέουσαι
                                                                                                                                                                                                                                                        120 πῖπτον τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ
                                                                                                                                                                                                                                                          121 ἔκδεον ἡμιόνων ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
                                                                                                                                                                                                                                                            122 ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά
                                                                                                                                                                                                                                                              123 πάντες δ᾽ὑλοτόμοι φιτροὺς φέρον ὡς γὰρ ἀνώγει
                                                                                                                                                                                                                                                                124 Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος
                                                                                                                                                                                                                                                                  125 κὰδ δ᾽ἄρ᾽ ἐπ᾽ ἀκτῆς βάλλον ἐπισχερώ ἔνθ᾽ ἄρ᾽ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                    126 φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ
                                                                                                                                                                                                                                                                      127 αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην
                                                                                                                                                                                                                                                                        128 ἥατ᾽ ἄρ᾽ αὖθι μένοντες ἀολλέες αὐτὰρ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                          129 αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
                                                                                                                                                                                                                                                                            130 χαλκὸν ζώννυσθαι ζεῦξαι δ᾽ὑπ᾽ ὄχεσφιν ἕκαστον
                                                                                                                                                                                                                                                                              131 ἵππους οἳ δ᾽ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον
                                                                                                                                                                                                                                                                                132 ἂν δ᾽ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε
                                                                                                                                                                                                                                                                                  133 πρόσθε μὲν ἱππῆες μετὰ δὲ νέφος εἵπετο πεζῶν
                                                                                                                                                                                                                                                                                    134 μυρίοι ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι
                                                                                                                                                                                                                                                                                      135 θριξὶ δὲ πάντα νέκυν καταείνυσαν ἃς ἐπέβαλλον
                                                                                                                                                                                                                                                                                        136 κειρόμενοι ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                          137 ἀχνύμενος ἕταρον γὰρ ἀμύμονα πέμπ᾽ Ἄϊδος δέ
                                                                                                                                                                                                                                                                                            138 οἳ δ᾽ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ᾽ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                              139 κάτθεσαν αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην
                                                                                                                                                                                                                                                                                                140 ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                  141 στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην
                                                                                                                                                                                                                                                                                                    142 τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν
                                                                                                                                                                                                                                                                                                      143 ὀχθήσας δ᾽ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον
                                                                                                                                                                                                                                                                                                        144 Σπερχεί᾽ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς
                                                                                                                                                                                                                                                                                                          145 κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν
                                                                                                                                                                                                                                                                                                            146 σοί τε κόμην κερέειν ῥέξειν θ᾽ἱερὴν ἑκατόμβην
                                                                                                                                                                                                                                                                                                              147 πεντήκοντα δ᾽ἔνορχα παρ᾽ αὐτόθι μῆλ᾽ ἱερεύσειν
                                                                                                                                                                                                                                                                                                                148 ἐς πηγάς ὅθι τοι τέμενος βωμός τε θυήεις
                                                                                                                                                                                                                                                                                                                  149 ὣς ἠρᾶθ᾽ ὃ γέρων σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας
                                                                                                                                                                                                                                                                                                                    150 νῦν δ᾽ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν
                                                                                                                                                                                                                                                                                                                      151 Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι
                                                                                                                                                                                                                                                                                                                        152 ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
                                                                                                                                                                                                                                                                                                                          153 θῆκεν τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο
                                                                                                                                                                                                                                                                                                                            154 καί νύ κ᾽ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο
                                                                                                                                                                                                                                                                                                                              155 εἰ μὴ Ἀχιλλεὺς αἶψ᾽ Ἀγαμέμνονι εἶπε παραστάς
                                                                                                                                                                                                                                                                                                                                156 Ἀτρεΐδη σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                  157 πείσονται μύθοισι γόοιο μὲν ἔστι καὶ ἆσαι
                                                                                                                                                                                                                                                                                                                                    158 νῦν δ᾽ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι
                                                                                                                                                                                                                                                                                                                                      159 ὅπλεσθαι τάδε δ᾽ἀμφὶ πονησόμεθ᾽ οἷσι μάλιστα
                                                                                                                                                                                                                                                                                                                                        160 κήδεός ἐστι νέκυς παρὰ δ᾽οἵ τ᾽ἀγοὶ ἄμμι μενόντων
                                                                                                                                                                                                                                                                                                                                          161 αὐτὰρ ἐπεὶ τό γ᾽ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                            162 αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας
                                                                                                                                                                                                                                                                                                                                              163 κηδεμόνες δὲ παρ᾽ αὖθι μένον καὶ νήεον ὕλην
                                                                                                                                                                                                                                                                                                                                                164 ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα
                                                                                                                                                                                                                                                                                                                                                  165 ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ
                                                                                                                                                                                                                                                                                                                                                    166 πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
                                                                                                                                                                                                                                                                                                                                                      167 πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον ἐκ δ᾽ἄρα πάντων
                                                                                                                                                                                                                                                                                                                                                        168 δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                          169 ἐς πόδας ἐκ κεφαλῆς περὶ δὲ δρατὰ σώματα νήει
                                                                                                                                                                                                                                                                                                                                                            170 ἐν δ᾽ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας
                                                                                                                                                                                                                                                                                                                                                              171 πρὸς λέχεα κλίνων πίσυρας δ᾽ἐριαύχενας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                172 ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων
                                                                                                                                                                                                                                                                                                                                                                  173 ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν
                                                                                                                                                                                                                                                                                                                                                                    174 καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας
                                                                                                                                                                                                                                                                                                                                                                      175 δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
                                                                                                                                                                                                                                                                                                                                                                        176 χαλκῷ δηϊόων κακὰ δὲ φρεσὶ μήδετο ἔργα
                                                                                                                                                                                                                                                                                                                                                                          177 ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο
                                                                                                                                                                                                                                                                                                                                                                            178 ᾤμωξέν τ᾽ἄρ᾽ ἔπειτα φίλον δ᾽ὀνόμηνεν ἑταῖρον
                                                                                                                                                                                                                                                                                                                                                                              179 χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι
                                                                                                                                                                                                                                                                                                                                                                                180 πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
                                                                                                                                                                                                                                                                                                                                                                                  181 δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                    182 τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει Ἕκτορα δ᾽οὔ τι
                                                                                                                                                                                                                                                                                                                                                                                      183 δώσω Πριαμίδην πυρὶ δαπτέμεν ἀλλὰ κύνεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                        184 ὣς φάτ᾽ ἀπειλήσας τὸν δ᾽οὐ κύνες ἀμφεπένοντο
                                                                                                                                                                                                                                                                                                                                                                                          185 ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη
                                                                                                                                                                                                                                                                                                                                                                                            186 ἤματα καὶ νύκτας ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
                                                                                                                                                                                                                                                                                                                                                                                              187 ἀμβροσίῳ ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων
                                                                                                                                                                                                                                                                                                                                                                                                188 τῷ δ᾽ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                  189 οὐρανόθεν πεδίον δέ κάλυψε δὲ χῶρον ἅπαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                    190 ὅσσον ἐπεῖχε νέκυς μὴ πρὶν μένος ἠελίοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                      191 σκήλει᾽ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                        192 οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος
                                                                                                                                                                                                                                                                                                                                                                                                          193 ἔνθ᾽ αὖτ᾽ ἀλλ᾽ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                            194 στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ᾽ ἀνέμοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                              195 Βορρέ‿ῃ καὶ Ζεφύρῳ καὶ ὑπίσχετο ἱερὰ καλά
                                                                                                                                                                                                                                                                                                                                                                                                                196 πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                  197 ἐλθέμεν ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί
                                                                                                                                                                                                                                                                                                                                                                                                                    198 ὕλη τε σεύαιτο καήμεναι ὦκα δὲ Ἶρις
                                                                                                                                                                                                                                                                                                                                                                                                                      199 ἀράων ἀΐουσα μετάγγελος ἦλθ᾽ ἀνέμοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                        200 οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον
                                                                                                                                                                                                                                                                                                                                                                                                                          201 εἰλαπίνην δαίνυντο θέουσα δὲ Ἶρις ἐπέστη
                                                                                                                                                                                                                                                                                                                                                                                                                            202 βηλῷ ἔπι λιθέῳ τοὶ δ᾽ὡς ἴδον ὀφθαλμοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                              203 πάντες ἀνήϊξαν κάλεόν τέ μιν εἰς ἓ ἕκαστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                204 ἣ δ᾽αὖθ᾽ ἕζεσθαι μὲν ἀνήνατο εἶπε δὲ μῦθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  205 οὐχ ἕδος εἶμι γὰρ αὖτις ἐπ᾽ Ὠκεανοῖο ῥέεθρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    206 Αἰθιόπων ἐς γαῖαν ὅθι ῥέζουσ᾽ ἑκατόμβας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      207 ἀθανάτοις ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        208 ἀλλ᾽ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          209 ἐλθεῖν ἀρᾶται καὶ ὑπίσχεται ἱερὰ καλά
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            210 ὄφρα πυρὴν ὄρσητε καήμεναι ᾗ ἔνι κεῖται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              211 Πάτροκλος τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                212 ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπεβήσετο τοὶ δ᾽ὀρέοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  213 ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    214 αἶψα δὲ πόντον ἵκανον ἀήμεναι ὦρτο δὲ κῦμα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      215 πνοιῇ ὕπο λιγυρῇ Τροίην δ᾽ἐρίβωλον ἱκέσθην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        216 ἐν δὲ πυρῇ πεσέτην μέγα δ᾽ἴαχε θεσπιδαὲς πῦρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          217 παννύχιοι δ᾽ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ᾽ ἔβαλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            218 φυσῶντες λιγέως ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              219 χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                220 οἶνον ἀφυσσόμενος χαμάδις χέε δεῦε δὲ γαῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  221 ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    222 ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      223 νυμφίου ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        224 ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          225 ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            226 ἦμος δ᾽ἑ‿ωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              227 ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                228 τῆμος πυρκαϊὴ ἐμαραίνετο παύσατο δὲ φλόξ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  229 οἳ δ᾽ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    230 Θρηΐκιον κατὰ πόντον ὃ δ᾽ἔστενεν οἴδματι θύων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      231 Πηλεΐδης δ᾽ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        232 κλίνθη κεκμηώς ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          233 οἳ δ᾽ἀμφ᾽ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            234 τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              235 ἕζετο δ᾽ὀρθωθεὶς καί σφε‿ας πρὸς μῦθον ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                236 Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  237 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ᾽ αἴθοπι οἴνῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    238 πᾶσαν ὁπόσσον ἐπέσχε πυρὸς μένος αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      239 ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        240 εὖ διαγιγνώσκοντες ἀριφραδέα δὲ τέτυκται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          241 ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ τοὶ δ᾽ἄλλοι ἄνευθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            242 ἐσχατιῇ καίοντ᾽ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              243 καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                244 θείομεν εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  245 τύμβον δ᾽οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    246 ἀλλ᾽ ἐπιεικέα τοῖον ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      247 εὐρύν θ᾽ὑψηλόν τε τιθήμεναι οἵ κεν ἐμεῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        248 δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            249 ὣς ἔφαθ᾽ οἳ δ᾽ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              250 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                251 ὅσσον ἐπὶ φλὸξ ἦλθε βαθεῖα δὲ κάππεσε τέφρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  252 κλαίοντες δ᾽ἑτάροιο ἐνηέος ὀστέα λευκὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    253 ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      254 ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        255 τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          256 ἀμφὶ πυρήν εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            257 χεύαντες δὲ τὸ σῆμα πάλιν κίον αὐτὰρ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              258 αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                259 νηῶν δ᾽ἔκφερ᾽ ἄεθλα λέβητάς τε τρίποδάς τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  260 ἵππους θ᾽ἡμιόνους τε βοῶν τ᾽ἴφθιμα κάρηνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    261 ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      262 ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά᾽ ἄεθλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        263 θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          264 καὶ τρίποδ᾽ ὠτώεντα δυωκαιεικοσίμετρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            265 τῷ πρώτῳ ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              266 ἑξέτε᾽ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                267 αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  268 καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ᾽ αὔτως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    269 τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        270 πέμπτῳ δ᾽ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          271 στῆ δ᾽ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            272 Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              273 ἱππῆας τάδ᾽ ἄεθλα δεδεγμένα κεῖτ᾽ ἐν ἀγῶνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                274 εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    275 ἦ τ᾽ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      276 ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        277 ἀθάνατοί τε γάρ εἰσι Ποσειδάων δὲ πόρ᾽ αὐτοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          278 πατρὶ ἐμῷ Πηλῆϊ ὃ δ᾽αὖτ᾽ ἐμοὶ ἐγγυάλιξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            279 ἀλλ᾽ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              280 τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                281 ἠπίου ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  282 χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      283 τὸν τώ γ᾽ἑσταότες πενθείετον οὔδεϊ δέ σφι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        284 χαῖται ἐρηρέδαται τὼ δ᾽ἕστατον ἀχνυμένω κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          285 ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν ὅς τις Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            286 ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              287 ὣς φάτο Πηλεΐδης ταχέες δ᾽ἱππῆες ἄγερθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                288 ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  289 Ἀδμήτου φίλος υἱός ὃς ἱπποσύνῃ ἐκέκαστο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    290 τῷ δ᾽ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      291 ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν οὕς ποτ᾽ ἀπηύρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        292 Αἰνείαν ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          293 τῷ δ᾽ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            294 διογενής ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              295 Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                296 τὴν Ἀγαμέμνονι δῶκ᾽ Ἀγχισιάδης Ἐχέπωλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  297 δῶρ᾽ ἵνα μή οἱ ἕποιθ᾽ ὑπὸ Ἴλιον ἠνεμόεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    298 ἀλλ᾽ αὐτοῦ τέρποιτο μένων μέγα γάρ οἱ ἔδωκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      299 Ζεὺς ἄφενος ναῖεν δ᾽ὅ γ᾽ἐν εὐρυχόρῳ Σικυῶνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        300 τὴν ὅ γ᾽ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          301 Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ᾽ ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            302 Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                303 τοῦ Νηληϊάδαο Πυλοιγενέες δέ οἱ ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  304 ὠκύποδες φέρον ἅρμα πατὴρ δέ οἱ ἄγχι παραστὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    305 μυθεῖτ᾽ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      306 Ἀντίλοχ᾽ ἤτοι μέν σε νέον περ ἐόντ᾽ ἐφίλησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        307 Ζεύς τε Ποσειδάων τε καὶ ἱπποσύνας ἐδίδαξαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          308 παντοίας τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρε‿ώ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            309 οἶσθα γὰρ εὖ περὶ τέρμαθ᾽ ἑλισσέμεν ἀλλά τοι ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              310 βάρδιστοι θείειν τώ τ᾽οἴω λοίγι᾽ ἔσεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                311 τῶν δ᾽ἵπποι μὲν ἔασιν ἀφάρτεροι οὐδὲ μὲν αὐτοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  312 πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    313 ἀλλ᾽ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      314 παντοίην ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        315 μήτι τοι δρυτόμος μέγ᾽ ἀμείνων ἠὲ βίηφι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          316 μήτι δ᾽αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            317 νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              318 μήτι δ᾽ἡνίοχος περιγίγνεται ἡνιόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                319 ἀλλ᾽ ὃς μέν θ᾽ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  320 ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    321 ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον οὐδὲ κατίσχει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      322 ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        323 αἰεὶ τέρμ᾽ ὁρόων στρέφει ἐγγύθεν οὐδέ ἑ λήθει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          324 ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            325 ἀλλ᾽ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              326 σῆμα δέ τοι ἐρέω μάλ᾽ ἀριφραδές οὐδέ σε λήσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                327 ἕστηκε ξύλον αὖον ὅσον τ᾽ὄργυι᾽ ὑπὲρ αἴης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  328 ἢ δρυὸς ἢ πεύκης τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    329 λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      330 ἐν ξυνοχῇσιν ὁδοῦ λεῖος δ᾽ἱππόδρομος ἀμφὶς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        331 ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            332 ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              333 καὶ νῦν τέρματ᾽ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                334 τῷ σὺ μάλ᾽ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  335 αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    336 ἦκ᾽ ἐπ᾽ ἀριστερὰ τοῖιν ἀτὰρ τὸν δεξιὸν ἵππον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      337 κένσαι ὁμοκλήσας εἶξαί τέ οἱ ἡνία χερσίν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        338 ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          339 ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            340 κύκλου ποιητοῖο λίθου δ᾽ἀλέασθαι ἐπαυρεῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              341 μή πως ἵππους τε τρώσῃς κατά θ᾽ἅρματα ἄξῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                342 χάρμα δὲ τοῖς ἄλλοισιν ἐλεγχείη δὲ σοὶ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  343 ἔσσεται ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    344 εἰ γάρ κ᾽ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      345 οὐκ ἔσθ᾽ ὅς κέ σ᾽ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        346 οὐδ᾽ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          347 Ἀδρήστου ταχὺν ἵππον ὃς ἐκ θεόφιν γένος ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            348 ἢ τοὺς Λαομέδοντος οἳ ἐνθάδε γ᾽ἔτραφεν ἐσθλοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              349 ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                350 ἕζετ᾽ ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ᾽ ἔειπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  351 Μηριόνης δ᾽ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ᾽ ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    352 ἂν δ᾽ἔβαν ἐς δίφρους ἐν δὲ κλήρους ἐβάλοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      353 πάλλ᾽ Ἀχιλεύς ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        354 Ἀντιλόχου μετὰ τὸν δ᾽ἔλαχε κρείων Εὔμηλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          355 τῷ δ᾽ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            356 τῷ δ᾽ἐπὶ Μηριόνης λάχ᾽ ἐλαυνέμεν ὕστατος αὖτε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              357 Τυδεΐδης ὄχ᾽ ἄριστος ἐὼν λάχ᾽ ἐλαυνέμεν ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                358 στὰν δὲ μεταστοιχί σήμηνε δὲ τέρματ᾽ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  359 τηλόθεν ἐν λείῳ πεδίῳ παρὰ δὲ σκοπὸν εἷσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    360 ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      361 ὡς μεμνέ‿ῳτο δρόμους καὶ ἀληθείην ἀποείποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        362 οἳ δ᾽ἅμα πάντες ἐφ᾽ ἵπποιιν μάστιγας ἄειραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          363 πέπληγόν θ᾽ἱμᾶσιν ὁμόκλησάν τ᾽ἐπέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            364 ἐσσυμένως οἳ δ᾽ὦκα διέπρησσον πεδίοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              365 νόσφι νεῶν ταχέως ὑπὸ δὲ στέρνοισι κονίη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                366 ἵστατ᾽ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  367 χαῖται δ᾽ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    368 ἅρματα δ᾽ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      369 ἄλλοτε δ᾽ἀΐξασκε μετήορα τοὶ δ᾽ἐλατῆρες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        370 ἕστασαν ἐν δίφροισι πάτασσε δὲ θυμὸς ἑκάστου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          371 νίκης ἱεμένων κέκλοντο δὲ οἷσιν ἕκαστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            372 ἵπποις οἳ δ᾽ἐπέτοντο κονίοντες πεδίοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              373 ἀλλ᾽ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                374 ἂψ ἐφ᾽ ἁλὸς πολιῆς τότε δὴ ἀρετή γε ἑκάστου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  375 φαίνετ᾽ ἄφαρ δ᾽ἵπποισι τάθη δρόμος ὦκα δ᾽ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    376 αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      377 τὰς δὲ μετ᾽ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        378 Τρώϊοι οὐδέ τι πολλὸν ἄνευθ᾽ ἔσαν ἀλλὰ μάλ᾽ ἐγγύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          379 αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            380 πνοιῇ δ᾽Εὐμήλοιο μετάφρενον εὐρέε τ᾽ὤμω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              381 θέρμετ᾽ ἐπ᾽ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                382 καί νύ κεν ἢ παρέλασσ᾽ ἢ ἀμφήριστον ἔθηκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  383 εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    384 ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      385 τοῖο δ᾽ἀπ᾽ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        386 οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          387 οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            388 οὐδ᾽ ἄρ᾽ Ἀθηναίην ἐλεφηράμενος λάθ᾽ Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              389 Τυδεΐδην μάλα δ᾽ὦκα μετέσσυτο ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                390 δῶκε δέ οἱ μάστιγα μένος δ᾽ἵπποισιν ἐνῆκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  391 ἣ δὲ μετ᾽ Ἀδμήτου υἱὸν κοτέουσ᾽ ἐβεβήκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ἣ δὲ μετ᾽ Ἀδμήτου υἱὸν κοτέουσ᾽ ἐβεβήκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      392 ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν αἳ δέ οἱ ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        393 ἀμφὶς ὁδοῦ δραμέτην ῥυμὸς δ᾽ἐπὶ γαῖαν ἐλύσθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          394 αὐτὸς δ᾽ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            395 ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              396 θρυλίχθη δὲ μέτωπον ἐπ᾽ ὀφρύσι τὼ δέ οἱ ὄσσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                397 δακρυόφι πλῆσθεν θαλερὴ δέ οἱ ἔσχετο φωνή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  398 Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    399 πολλὸν τῶν ἄλλων ἐξάλμενος ἐν γὰρ Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      400 ἵπποις ἧκε μένος καὶ ἐπ᾽ αὐτῷ κῦδος ἔθηκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        401 τῷ δ᾽ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          402 Ἀντίλοχος δ᾽ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            403 ἔμβητον καὶ σφῶϊ τιταίνετον ὅττι τάχιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              404 ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                405 Τυδεΐδε‿ω ἵπποισι δαΐφρονος οἷσιν Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  406 νῦν ὤρεξε τάχος καὶ ἐπ᾽ αὐτῷ κῦδος ἔθηκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    407 ἵππους δ᾽Ἀτρεΐδαο κιχάνετε μὴ δὲ λίπησθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      408 καρπαλίμως μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        409 Αἴθη θῆλυς ἐοῦσα τί ἢ λείπεσθε φέριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          410 ὧδε γὰρ ἐξερέω καὶ μὴν τετελεσμένον ἔσται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            411 οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              412 ἔσσεται αὐτίκα δ᾽ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                413 αἴ κ᾽ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  414 ἀλλ᾽ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    415 ταῦτα δ᾽ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      416 στεινωπῷ ἐν ὁδῷ παραδύμεναι οὐδέ με λήσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        417 ὣς ἔφαθ᾽ οἳ δὲ ἄνακτος ὑποδϝείσαντες ὁμοκλὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          418 μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον αἶψα δ᾽ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            419 στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              420 ῥωχμὸς ἔην γαίης ᾗ χειμέριον ἀλὲν ὕδωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                421 ἐξέρρηξεν ὁδοῖο βάθυνε δὲ χῶρον ἅπαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  422 τῇ ῥ᾽εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    423 Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      424 ἐκτὸς ὁδοῦ ὀλίγον δὲ παρακλίνας ἐδίωκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        425 Ἀτρεΐδης δ᾽ἔδϝεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          426 Ἀντίλοχ᾽ ἀφραδέως ἱππάζεαι ἀλλ᾽ ἄνεχ᾽ ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            427 στεινωπὸς γὰρ ὁδός τάχα δ᾽εὐρυτέρη παρελάσσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              428 μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                429 ὣς ἔφατ᾽ Ἀντίλοχος δ᾽ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  430 κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    431 ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      432 ὅν τ᾽αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        433 τόσσον ἐπιδραμέτην αἳ δ᾽ἠρώησαν ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          434 Ἀτρεΐδε‿ω αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            435 μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              436 δίφρους τ᾽ἀνστρέψειαν ἐϋπλεκέας κατὰ δ᾽αὐτοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                437 ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  438 τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    439 Ἀντίλοχ᾽ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      440 ἔρρ᾽ ἐπεὶ οὔ σ᾽ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        441 ἀλλ᾽ οὐ μὰν οὐδ᾽ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          442 ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            443 μή μοι ἐρύκεσθον μὴ δ᾽ἕστατον ἀχνυμένω κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              444 φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                445 ἢ ὑμῖν ἄμφω γὰρ ἀτέμβονται νεότητος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  446 ὣς ἔφαθ᾽ οἳ δὲ ἄνακτος ὑποδϝείσαντες ὁμοκλὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    447 μᾶλλον ἐπιδραμέτην τάχα δέ σφισιν ἄγχι γένοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      448 Ἀργεῖοι δ᾽ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        449 ἵππους τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          450 πρῶτος δ᾽Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ᾽ ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            451 ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              452 τοῖο δ᾽ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                453 ἔγνω φράσσατο δ᾽ἵππον ἀριπρεπέα προὔχοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  454 ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν ἐν δὲ μετώπῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    455 λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      456 στῆ δ᾽ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        457 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          458 οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            459 ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              460 ἄλλος δ᾽ἡνίοχος ἰνδάλλεται αἳ δέ που αὐτοῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                461 ἔβλαβεν ἐν πεδίῳ αἳ κεῖσέ γε φέρτεραι ἦσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  462 ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    463 νῦν δ᾽οὔ πῃ δύναμαι ἰδέειν πάντῃ δέ μοι ὄσσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      464 Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        465 ἦε τὸν ἡνίοχον φύγον ἡνία οὐδὲ δυνάσθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          466 εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            467 ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ᾽ἅρματα ἆξαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              468 αἳ δ᾽ἐξηρώησαν ἐπεὶ μένος ἔλλαβε θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                469 ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν οὐ γὰρ ἔγωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  470 εὖ διαγιγνώσκω δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    471 Αἰτωλὸς γενεήν μετὰ δ᾽Ἀργείοισιν ἀνάσσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      472 Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        473 τὸν δ᾽αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          474 Ἰδομενεῦ τί πάρος λαβρεύεαι αἳ δέ τ᾽ἄνευθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            475 ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              476 οὔτε νεώτατός ἐσσι μετ᾽ Ἀργείοισι τοσοῦτον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                477 οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  478 ἀλλ᾽ αἰεὶ μύθοις λαβρεύεαι οὐδέ τί σε χρὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    479 λαβραγόρην ἔμεναι πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      480 ἵπποι δ᾽αὐταὶ ἔασι παροίτεραι αἳ τὸ πάρος περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        481 Εὐμήλου ἐν δ᾽αὐτὸς ἔχων εὔληρα βέβηκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          482 τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            483 Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              484 δεύεαι Ἀργείων ὅτι τοι νόος ἐστὶν ἀπηνής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                485 δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  486 ἴστορα δ᾽Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    487 ὁππότεραι πρόσθ᾽ ἵπποι ἵνα γνώῃς ἀποτίνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      488 ὣς ἔφατ᾽ ὄρνυτο δ᾽αὐτίκ᾽ Ὀϊλῆος ταχὺς Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        489 χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          490 καί νύ κε δὴ προτέρω ἔτ᾽ ἔρις γένετ᾽ ἀμφοτέροισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            491 εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              492 μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                493 Αἶαν Ἰδομενεῦ τε κακοῖς ἐπεὶ οὐδὲ ἔοικε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  494 καὶ δ᾽ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    495 ἀλλ᾽ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      496 ἵππους οἳ δὲ τάχ᾽ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        497 ἐνθάδ᾽ ἐλεύσονται τότε δὲ γνώσεσθε ἕκαστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          498 ἵππους Ἀργείων οἳ δεύτεροι οἵ τε πάροιθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            499 ὣς φάτο Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              500 μάστι δ᾽αἰὲν ἔλαυνε κατωμαδόν οἳ δέ οἱ ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                501 ὑψόσ᾽ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  502 αἰεὶ δ᾽ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    503 ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        504 ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον οὐδέ τι πολλὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          505 γίγνετ᾽ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            506 ἐν λεπτῇ κονίῃ τὼ δὲ σπεύδοντε πετέσθην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              507 στῆ δὲ μέσῳ ἐν ἀγῶνι πολὺς δ᾽ἀνεκήκιεν ἱδρὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                508 ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  509 αὐτὸς δ᾽ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    510 κλῖνε δ᾽ἄρα μάστιγα ποτὶ ζυγόν οὐδὲ μάτησεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      511 ἴφθιμος Σθένελος ἀλλ᾽ ἐσσυμένως λάβ᾽ ἄεθλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        512 δῶκε δ᾽ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          513 καὶ τρίποδ᾽ ὠτώεντα φέρειν ὃ δ᾽ἔλυεν ὑφ᾽ ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            514 τῷ δ᾽ἄρ᾽ ἐπ᾽ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              515 κέρδεσιν οὔ τι τάχει γε παραφθάμενος Μενέλαον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                516 ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ᾽ ἐγγύθεν ὠκέας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  517 ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται ὅς ῥα ἄνακτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    518 ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      519 τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        520 οὐραῖαι ὃ δέ τ᾽ἄγχι μάλα τρέχει οὐδέ τι πολλὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          οὐραῖαι ὃ δέ τ᾽ἄγχι μάλα τρέχει οὐδέ τι πολλὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            521 χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              522 τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                523 λείπετ᾽ ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  524 ἀλλά μιν αἶψα κίχανεν ὀφέλλετο γὰρ μένος ἠῢ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    525 ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      526 εἰ δέ κ᾽ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        527 τώ κέν μιν παρέλασσ᾽ οὐδ᾽ ἀμφήριστον ἔθηκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          528 αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            529 λείπετ᾽ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              530 βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                531 ἤκιστος δ᾽ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ᾽ ἐν ἀγῶνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  532 υἱὸς δ᾽Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    533 ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      534 τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        535 στὰς δ᾽ἄρ᾽ ἐν Ἀργείοις ἔπεα πτερόεντ᾽ ἀγόρευε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          536 λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            537 ἀλλ᾽ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              538 δεύτερ᾽ ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                539 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  540 καί νύ κέ οἱ πόρεν ἵππον ἐπῄνησαν γὰρ Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    541 εἰ μὴ ἄρ᾽ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      542 Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ᾽ ἀναστάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        543 ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          544 τοῦτο ἔπος μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            545 τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ᾽ ἵππω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              546 αὐτός τ᾽ἐσθλὸς ἐών ἀλλ᾽ ὤφελεν ἀθανάτοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                547 εὔχεσθαι τό κεν οὔ τι πανύστατος ἦλθε διώκων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  548 εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    549 ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς ἔστι δὲ χαλκὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      550 καὶ πρόβατ᾽ εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        551 τῶν οἱ ἔπειτ᾽ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          552 ἠὲ καὶ αὐτίκα νῦν ἵνα σ᾽αἰνήσωσιν Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            553 τὴν δ᾽ἐγὼ οὐ δώσω περὶ δ᾽αὐτῆς πειρηθήτω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              554 ἀνδρῶν ὅς κ᾽ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                555 ὣς φάτο μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  556 χαίρων Ἀντιλόχῳ ὅτι οἱ φίλος ἦεν ἑταῖρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    557 καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      558 Ἀντίλοχ᾽ εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        559 Εὐμήλῳ ἐπιδοῦναι ἐγὼ δέ κε καὶ τὸ τελέσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          560 δώσω οἱ θώρηκα τὸν Ἀστεροπαῖον ἀπηύρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            561 χάλκεον ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              562 ἀμφιδεδίνηται πολέος δέ οἱ ἄξιος ἔσται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                563 ἦ ῥα καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  564 οἰσέμεναι κλισίηθεν ὃ δ᾽ᾤχετο καί οἱ ἔνεικεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    565 Εὐμήλῳ δ᾽ἐν χερσὶ τίθει ὃ δὲ δέξατο χαίρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      566 τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        567 Ἀντιλόχῳ ἄμοτον κεχολωμένος ἐν δ᾽ἄρα κῆρυξ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          568 χειρὶ σκῆπτρον ἔθηκε σιωπῆσαί τε κέλευσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            569 Ἀργείους ὃ δ᾽ἔπειτα μετηύδα ἰσόθεος φώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              570 Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                571 ᾔσχυνας μὲν ἐμὴν ἀρετήν βλάψας δέ μοι ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  572 τοὺς σοὺς πρόσθε βαλών οἵ τοι πολὺ χείρονες ἦσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    573 ἀλλ᾽ ἄγετ᾽ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      574 ἐς μέσον ἀμφοτέροισι δικάσσατε μὴ δ᾽ἐπ᾽ ἀρωγῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        575 μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          576 Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            577 οἴχεται ἵππον ἄγων ὅτι οἱ πολὺ χείρονες ἦσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              578 ἵπποι αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                579 εἰ δ᾽ἄγ᾽ ἐγὼν αὐτὸς δικάσω καί μ᾽οὔ τινά φημι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  580 ἄλλον ἐπιπλήξειν Δαναῶν ἰθεῖα γὰρ ἔσται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ἄλλον ἐπιπλήξειν Δαναῶν ἰθεῖα γὰρ ἔσται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      581 Ἀντίλοχ᾽ εἰ δ᾽ἄγε δεῦρο διοτρεφές ἣ θέμις ἐστί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        582 στὰς ἵππων προπάροιθε καὶ ἅρματος αὐτὰρ ἱμάσθλην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          583 χερσὶν ἔχε ῥαδινήν ᾗ περ τὸ πρόσθεν ἔλαυνες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            584 ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              585 ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                586 τὸν δ᾽αὖτ᾽ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  587 ἄνσχεο νῦν πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    588 σεῖο ἄναξ Μενέλαε σὺ δὲ πρότερος καὶ ἀρείων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      589 οἶσθ᾽ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        590 κραιπνότερος μὲν γάρ τε νόος λεπτὴ δέ τε μῆτις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          591 τώ τοι ἐπιτλήτω κραδίη ἵππον δέ τοι αὐτὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            592 δώσω τὴν ἀρόμην εἰ καί νύ κεν οἴκοθεν ἄλλο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              593 μεῖζον ἐπαιτήσειας ἄφαρ κέ τοι αὐτίκα δοῦναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                594 βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  595 ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    596 ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      597 ἐν χείρεσσι τίθει Μενελάου τοῖο δὲ θυμὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        598 ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          599 ληΐου ἀλδήσκοντος ὅτε φρίσσουσιν ἄρουραι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            600 ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              601 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                602 Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  603 χωόμενος ἐπεὶ οὔ τι παρήορος οὐδ᾽ ἀεσίφρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    604 ἦσθα πάρος νῦν αὖτε νόον νίκησε νεοίη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      605 δεύτερον αὖτ᾽ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        606 οὐ γάρ κέν με τάχ᾽ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          607 ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            608 σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ᾽ ἐμεῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              609 τώ τοι λισσομένῳ ἐπιπείσομαι ἠδὲ καὶ ἵππον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                610 δώσω ἐμήν περ ἐοῦσαν ἵνα γνώωσι καὶ οἵδε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  611 ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    612 ἦ ῥα καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      613 ἵππον ἄγειν ὃ δ᾽ἔπειτα λέβηθ᾽ ἕλε παμφανόωντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        614 Μηριόνης δ᾽ἀνάειρε δύω χρυσοῖο τάλαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          Μηριόνης δ᾽ἀνάειρε δύω χρυσοῖο τάλαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            615 τέτρατος ὡς ἔλασεν πέμπτον δ᾽ὑπελείπετ᾽ ἄεθλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              616 ἀμφίθετος φιάλη τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                617 Ἀργείων ἀν᾽ ἀγῶνα φέρων καὶ ἔειπε παραστάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  618 τῆ νῦν καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    619 Πατρόκλοιο τάφου μνῆμ᾽ ἔμμεναι οὐ γὰρ ἔτ᾽ αὐτὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      Πατρόκλοιο τάφου μνῆμ᾽ ἔμμεναι οὐ γὰρ ἔτ᾽ αὐτὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        620 ὄψῃ ἐν Ἀργείοισι δίδωμι δέ τοι τόδ᾽ ἄεθλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          621 αὔτως οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            622 οὐδ᾽ ἔτ᾽ ἀκοντιστὺν ἐσδύσεαι οὐδὲ πόδεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              623 θεύσεαι ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                624 ὣς εἰπὼν ἐν χερσὶ τίθει ὃ δ᾽ἐδέξατο χαίρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  625 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    626 ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      627 οὐ γὰρ ἔτ᾽ ἔμπεδα γυῖα φίλος πόδες οὐδέ τι χεῖρες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        628 ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          629 εἴθ᾽ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            630 ὡς ὁπότε κρείοντ᾽ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              631 Βουπρασίῳ παῖδες δ᾽ἔθεσαν βασιλῆος ἄεθλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                632 ἔνθ᾽ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ᾽ οὔτ᾽ ἄρ᾽ Ἐπειῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  633 οὔτ᾽ αὐτῶν Πυλίων οὔτ᾽ Αἰτωλῶν μεγαθύμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    634 πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      635 Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον ὅς μοι ἀνέστη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        636 Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          637 δουρὶ δ᾽ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            δουρὶ δ᾽ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              638 οἴοισίν μ᾽ἵπποισι παρήλασαν Ἀκτορίωνε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                639 πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  640 οὕνεκα δὴ τὰ μέγιστα παρ᾽ αὐτόθι λείπετ᾽ ἄεθλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    641 οἳ δ᾽ἄρ᾽ ἔσαν δίδυμοι ὃ μὲν ἔμπεδον ἡνιόχευεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      642 ἔμπεδον ἡνιόχευ᾽ ὃ δ᾽ἄρα μάστιγι κέλευεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        643 ὥς ποτ᾽ ἔον νῦν αὖτε νεώτεροι ἀντιοώντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          644 ἔργων τοιούτων ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            645 πείθεσθαι τότε δ᾽αὖτε μετέπρεπον ἡρώεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              646 ἀλλ᾽ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                647 τοῦτο δ᾽ἐγὼ πρόφρων δέχομαι χαίρει δέ μοι ἦτορ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  648 ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος οὐδέ σε λήθω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    649 τιμῆς ἧς τέ μ᾽ἔοικε τετιμῆσθαι μετ᾽ Ἀχαιοῖς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      650 σοὶ δὲ θεοὶ τῶνδ᾽ ἀντὶ χάριν μενοεικέα δοῖεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        651 ὣς φάτο Πηλεΐδης δὲ πολὺν καθ᾽ ὅμιλον Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          652 ᾤχετ᾽ ἐπεὶ πάντ᾽ αἶνον ἐπέκλυε Νηλεΐδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            653 αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              654 ἡμίονον ταλαεργὸν ἄγων κατέδησ᾽ ἐν ἀγῶνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                655 ἑξέτε᾽ ἀδμήτην ἥ τ᾽ἀλγίστη δαμάσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  656 τῷ δ᾽ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    657 στῆ δ᾽ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      658 Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        659 ἄνδρε δύω περὶ τῶνδε κελεύομεν ὥ περ ἀρίστω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          660 πὺξ μάλ᾽ ἀνασχομένω πεπληγέμεν ᾧ δέ κ᾽Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            661 δώῃ καμμονίην γνώωσι δὲ πάντες Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              662 ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                663 αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  664 ὣς ἔφατ᾽ ὄρνυτο δ᾽αὐτίκ᾽ ἀνὴρ ἠΰς τε μέγας τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    665 εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      666 ἅψατο δ᾽ἡμιόνου ταλαεργοῦ φώνησέν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        667 ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          668 ἡμίονον δ᾽οὔ φημί τιν᾽ ἀξέμεν ἄλλον Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            669 πυγμῇ νικήσαντ᾽ ἐπεὶ εὔχομαι εἶναι ἄριστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              670 ἦ‿οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι οὐδ᾽ ἄρα πως ἦν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                671 ἐν πάντεσσ᾽ ἔργοισι δαήμονα φῶτα γενέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  672 ὧδε γὰρ ἐξερέω τὸ δὲ καὶ τετελεσμένον ἔσται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    673 ἀντικρὺ χρόα τε ῥήξω σύν τ᾽ὀστέ᾽ ἀράξω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      674 κηδεμόνες δέ οἱ ἐνθάδ᾽ ἀολλέες αὖθι μενόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        675 οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          676 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            677 Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              678 Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                679 ὅς ποτε Θήβας δ᾽ἦλθε δεδουπότος Οἰδιπόδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  680 ἐς τάφον ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    681 τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      682 θαρσύνων ἔπεσιν μέγα δ᾽αὐτῷ βούλετο νίκην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        683 ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          684 δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            685 τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              686 ἄντα δ᾽ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ᾽ ἄμφω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                687 σύν ῥ᾽ἔπεσον σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  688 δεινὸς δὲ χρόμαδος γενύων γένετ᾽ ἔρρεε δ᾽ἱδρὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    689 πάντοθεν ἐκ μελέων ἐπὶ δ᾽ὄρνυτο δῖος Ἐπειός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      690 κόψε δὲ παπτήναντα παρήϊον οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        691 ἑστήκειν αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          692 ὡς δ᾽ὅθ᾽ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            ὡς δ᾽ὅθ᾽ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              693 θίν᾽ ἐν φυκιόεντι μέλαν δέ ἑ κῦμα κάλυψεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                694 ὣς πληγεὶς ἀνέπαλτ᾽ αὐτὰρ μεγάθυμος Ἐπειὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  695 χερσὶ λαβὼν ὤρθωσε φίλοι δ᾽ἀμφέσταν ἑταῖροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    696 οἵ μιν ἄγον δι᾽ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      697 αἷμα παχὺ πτύοντα κάρη βάλλονθ᾽ ἑτέρωσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        698 κὰδ δ᾽ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          699 αὐτοὶ δ᾽οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            700 Πηλεΐδης δ᾽αἶψ᾽ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              701 δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                702 τῷ μὲν νικήσαντι μέγαν τρίποδ᾽ ἐμπυριβήτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  703 τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    704 ἀνδρὶ δὲ νικηθέντι γυναῖκ᾽ ἐς μέσσον ἔθηκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      705 πολλὰ δ᾽ἐπίστατο ἔργα τίον δέ ἑ τεσσαράβοιον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        706 στῆ δ᾽ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          707 ὄρνυσθ᾽ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            708 ὣς ἔφατ᾽ ὦρτο δ᾽ἔπειτα μέγας Τελαμώνιος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              709 ἂν δ᾽Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                710 ζωσαμένω δ᾽ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  711 ἀγκὰς δ᾽ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    712 ὡς ὅτ᾽ ἀμείβοντες τούς τε κλυτὸς ἤραρε τέκτων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      713 δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        714 τετρίγει δ᾽ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          τετρίγει δ᾽ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            715 ἑλκόμενα στερεῶς κατὰ δὲ νότιος ῥέεν ἱδρώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              716 πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                717 αἵματι φοινικόεσσαι ἀνέδραμον οἳ δὲ μάλ᾽ αἰεὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  718 νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    719 οὔτ᾽ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      720 οὔτ᾽ Αἴας δύνατο κρατερὴ δ᾽ἔχεν ἲς Ὀδυσῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        721 ἀλλ᾽ ὅτε δή ῥ᾽ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          722 δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            723 διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              724 ἤ μ᾽ἀνάειρ᾽ ἢ ἐγὼ σέ τὰ δ᾽αὖ Διὶ πάντα μελήσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                725 ὣς εἰπὼν ἀνάειρε δόλου δ᾽οὐ λήθετ᾽ Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  726 κόψ᾽ ὄπιθεν κώληπα τυχών ὑπέλυσε δὲ γυῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    727 κὰδ δ᾽ἔβαλ᾽ ἐξοπίσω ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      728 κάππεσε λαοὶ δ᾽αὖ θηεῦντό τε θάμβησάν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        729 δεύτερος αὖτ᾽ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          730 κίνησεν δ᾽ἄρα τυτθὸν ἀπὸ χθονός οὐδ᾽ ἔτ᾽ ἄειρεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            731 ἐν δὲ γόνυ γνάμψεν ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              732 πλησίοι ἀλλήλοισι μιάνθησαν δὲ κονίῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                733 καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ᾽ ἐπάλαιον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  734 εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    735 μηκέτ᾽ ἐρείδεσθον μὴ δὲ τρίβεσθε κακοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      736 νίκη δ᾽ἀμφοτέροισιν ἀέθλια δ᾽ἶσ᾽ ἀνελόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        737 ἔρχεσθ᾽ ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          ἔρχεσθ᾽ ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            738 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              739 καί ῥ᾽ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                740 Πηλεΐδης δ᾽αἶψ᾽ ἄλλα τίθει ταχυτῆτος ἄεθλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  741 ἀργύρεον κρητῆρα τετυγμένον ἓξ δ᾽ἄρα μέτρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    742 χάνδανεν αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ᾽ αἶαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      743 πολλόν ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        744 Φοίνικες δ᾽ἄγον ἄνδρες ἐπ᾽ ἠεροειδέα πόντον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          745 στῆσαν δ᾽ἐν λιμένεσσι Θόαντι δὲ δῶρον ἔδωκαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            746 υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              747 Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  748 καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      749 ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        750 δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          751 ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ᾽ ἔθηκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ᾽ ἔθηκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              752 στῆ δ᾽ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                753 ὄρνυσθ᾽ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  754 ὣς ἔφατ᾽ ὄρνυτο δ᾽αὐτίκ᾽ Ὀϊλῆος ταχὺς Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    755 ἂν δ᾽Ὀδυσεὺς πολύμητις ἔπειτα δὲ Νέστορος υἱὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      756 Ἀντίλοχος ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        757 στὰν δὲ μεταστοιχί σήμηνε δὲ τέρματ᾽ Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          758 τοῖσι δ᾽ἀπὸ νύσσης τέτατο δρόμος ὦκα δ᾽ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            759 ἔκφερ᾽ Ὀϊλιάδης ἐπὶ δ᾽ὄρνυτο δῖος Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              760 ἄγχι μάλ᾽ ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                761 στήθεός ἐστι κανών ὅν τ᾽εὖ μάλα χερσὶ τανύσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  762 πηνίον ἐξέλκουσα παρὲκ μίτον ἀγχόθι δ᾽ἴσχει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    763 στήθεος ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν αὐτὰρ ὄπισθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      764 ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        765 κὰδ δ᾽ἄρα οἱ κεφαλῆς χέ᾽ ἀϋτμένα δῖος Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          766 αἰεὶ ῥίμφα θέων ἴαχον δ᾽ἐπὶ πάντες Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            767 νίκης ἱεμένῳ μάλα δὲ σπεύδοντι κέλευον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              768 ἀλλ᾽ ὅτε δὴ πύματον τέλεον δρόμον αὐτίκ᾽ Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                769 εὔχετ᾽ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  770 κλῦθι θεά ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    771 ὣς ἔφατ᾽ εὐχόμενος τοῦ δ᾽ἔκλυε Παλλὰς Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      772 γυῖα δ᾽ἔθηκεν ἐλαφρά πόδας καὶ χεῖρας ὕπερθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        773 ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλον ἐπαΐξασθαι ἄεθλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          774 ἔνθ᾽ Αἴας μὲν ὄλισθε θέων βλάψεν γὰρ Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            775 τῇ ῥα βοῶν κέχυτ᾽ ὄνθος ἀποκταμένων ἐριμύκων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              776 οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                777 ἐν δ᾽ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  778 κρητῆρ᾽ αὖτ᾽ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    779 ὡς ἦλθε φθάμενος ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      780 στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        781 ὄνθον ἀποπτύων μετὰ δ᾽Ἀργείοισιν ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          782 ὢ πόποι ἦ μ᾽ἔβλαψε θεὰ πόδας ἣ τὸ πάρος περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            783 μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ᾽ ἐπαρήγει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              784 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα πάντες ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                785 Ἀντίλοχος δ᾽ἄρα δὴ λοισθήϊον ἔκφερ᾽ ἄεθλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  786 μειδιόων καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    787 εἰδόσιν ὔμμ᾽ ἐρέω πᾶσιν φίλοι ὡς ἔτι καὶ νῦν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      788 ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        789 Αἴας μὲν γὰρ ἐμεῖ᾽ ὀλίγον προγενέστερός ἐστιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          790 οὗτος δὲ προτέρης γενεῆς προτέρων τ᾽ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            791 ὠμογέροντα δέ μίν φασ᾽ ἔμμεναι ἀργαλέον δὲ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              792 ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς εἰ μὴ Ἀχιλλεῖ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                793 ὣς φάτο κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  794 τὸν δ᾽Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    795 Ἀντίλοχ᾽ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      796 ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        797 ὣς εἰπὼν ἐν χερσὶ τίθει ὃ δ᾽ἐδέξατο χαίρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          798 αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            799 θῆκ᾽ ἐς ἀγῶνα φέρων κατὰ δ᾽ἀσπίδα καὶ τρυφάλειαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              800 τεύχεα Σαρπήδοντος ἅ μιν Πάτροκλος ἀπηύρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                801 στῆ δ᾽ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  802 ἄνδρε δύω περὶ τῶνδε κελεύομεν ὥ περ ἀρίστω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    803 τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      804 ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        805 ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          806 ψαύσῃ δ᾽ἐνδίνων διά τ᾽ἔντεα καὶ μέλαν αἷμα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            807 τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              808 καλὸν Θρηΐκιον τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                809 τεύχεα δ᾽ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  τεύχεα δ᾽ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    810 καί σφιν δαῖτ᾽ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      811 ὣς ἔφατ᾽ ὦρτο δ᾽ἔπειτα μέγας Τελαμώνιος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        812 ἂν δ᾽ἄρα Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          813 οἳ δ᾽ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            814 ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              815 δεινὸν δερκομένω θάμβος δ᾽ἔχε πάντας Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                816 ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  817 τρὶς μὲν ἐπήϊξαν τρὶς δὲ σχεδὸν ὁρμήθησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    818 ἔνθ᾽ Αἴας μὲν ἔπειτα κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      819 νύξ᾽ οὐδὲ χρό᾽ ἵκανεν ἔρυτο γὰρ ἔνδοθι θώρηξ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        820 Τυδεΐδης δ᾽ἄρ᾽ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          821 αἰὲν ἐπ᾽ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            822 καὶ τότε δή ῥ᾽Αἴαντι περιδείσαντες Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              823 παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσ᾽ ἀνελέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                824 αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  825 σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    826 αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      827 ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        828 ἀλλ᾽ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          829 τὸν δ᾽ἄγετ᾽ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            830 στῆ δ᾽ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              831 ὄρνυσθ᾽ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                832 εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  833 ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    834 χρε‿ώμενος οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      835 ποιμὴν οὐδ᾽ ἀροτὴρ εἶσ᾽ ἐς πόλιν ἀλλὰ παρέξει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        836 ὣς ἔφατ᾽ ὦρτο δ᾽ἔπειτα μενεπτόλεμος Πολυποίτης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          837 ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            838 ἂν δ᾽Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              839 ἑξείης δ᾽ἵσταντο σόλον δ᾽ἕλε δῖος Ἐπειός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                840 ἧκε δὲ δινήσας γέλασαν δ᾽ἐπὶ πάντες Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  841 δεύτερος αὖτ᾽ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    842 τὸ τρίτον αὖτ᾽ ἔρριψε μέγας Τελαμώνιος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      843 χειρὸς ἄπο στιβαρῆς καὶ ὑπέρβαλε σήματα πάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        844 ἀλλ᾽ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          845 ὅσσόν τίς τ᾽ἔρριψε καλαύροπα βουκόλος ἀνήρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            846 ἣ δέ θ᾽ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              847 τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε τοὶ δὲ βόησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                848 ἀνστάντες δ᾽ἕταροι Πολυποίταο κρατεροῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  849 νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    850 αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      851 κὰδ δ᾽ἐτίθει δέκα μὲν πελέκε‿ας δέκα δ᾽ἡμιπέλεκκα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        852 ἱστὸν δ᾽ἔστησεν νηὸς κυανοπρῴροιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          853 τηλοῦ ἐπὶ ψαμάθοις ἐκ δὲ τρήρωνα πέλειαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            854 λεπτῇ μηρίνθῳ δῆσεν ποδός ἧς ἄρ᾽ ἀνώγει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              855 τοξεύειν ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                856 πάντας ἀειράμενος πελέκε‿ας οἶκον δὲ φερέσθω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  857 ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    858 ἥσσων γὰρ δὴ κεῖνος ὃ δ᾽οἴσεται ἡμιπέλεκκα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      859 ὣς ἔφατ᾽ ὦρτο δ᾽ἔπειτα βίη Τεύκροιο ἄνακτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        860 ἂν δ᾽ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          861 κλήρους δ᾽ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            862 Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν αὐτίκα δ᾽ἰὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              863 ἧκεν ἐπικρατέως οὐδ᾽ ἠπείλησεν ἄνακτι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                864 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  865 ὄρνιθος μὲν ἅμαρτε μέγηρε γάρ οἱ τό γ᾽Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    866 αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα τῇ δέδετ᾽ ὄρνις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      867 ἀντικρὺ δ᾽ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        868 ἣ μὲν ἔπειτ᾽ ἤϊξε πρὸς οὐρανόν ἣ δὲ παρείθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          869 μήρινθος ποτὶ γαῖαν ἀτὰρ κελάδησαν Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            870 σπερχόμενος δ᾽ἄρα Μηριόνης ἐξείρυσε χειρὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              871 τόξον ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι ὡς ἴθυνεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                872 αὐτίκα δ᾽ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  873 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    874 ὕψι δ᾽ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      875 τῇ ῥ᾽ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        τῇ ῥ᾽ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          876 ἀντικρὺ δὲ διῆλθε βέλος τὸ μὲν ἂψ ἐπὶ γαίῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            877 πρόσθεν Μηριόναο πάγη ποδός αὐτὰρ ἣ ὄρνις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              878 ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                879 αὐχέν᾽ ἀπεκρέμασεν σὺν δὲ πτερὰ πυκνὰ λίασθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  880 ὠκὺς δ᾽ἐκ μελέων θυμὸς πτάτο τῆλε δ᾽ἀπ᾽ αὐτοῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    881 κάππεσε λαοὶ δ᾽αὖ θηεῦντό τε θάμβησάν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      882 ἂν δ᾽ἄρα Μηριόνης πελέκε‿ας δέκα πάντας ἄειρε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        883 Τεῦκρος δ᾽ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          884 αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            885 κὰδ δὲ λέβητ᾽ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              886 θῆκ᾽ ἐς ἀγῶνα φέρων καί ῥ᾽ἥμονες ἄνδρες ἀνέσταν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                887 ἂν μὲν ἄρ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  888 ἂν δ᾽ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    889 τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      890 Ἀτρεΐδη ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        891 ἠδ᾽ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          892 ἀλλὰ σὺ μὲν τόδ᾽ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            893 ἔρχευ ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              894 εἰ σύ γε σῷ θυμῷ ἐθέλοις κέλομαι γὰρ ἔγωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                895 ὣς ἔφατ᾽ οὐδ᾽ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  896 δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον αὐτὰρ ὅ γ᾽ἥρως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    897 Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον