Index

ΙΛΙΑΔΟΣ Γ


1 αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ᾽ ἡγεμόνεσσιν ἕκαστοι
    2 Τρῶες μὲν κλαγγῇ τ᾽ἐνοπῇ τ᾽ἴσαν ὄρνιθες ὣς
      3 ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό
        4 αἵ τ᾽ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
          5 κλαγγῇ ταί γε πέτονται ἐπ᾽ ὠκεανοῖο ῥοάων
            6 ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι
              7 ἠέριαι δ᾽ἄρα ταί γε κακὴν ἔριδα προφέρονται
                8 οἳ δ᾽ἄρ᾽ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
                  9 ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν
                    10 εὖτ᾽ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
                      11 ποιμέσιν οὔ τι φίλην κλέπτῃ δέ τε νυκτὸς ἀμείνω
                        12 τόσσόν τίς τ᾽ἐπιλεύσσει ὅσον τ᾽ἐπὶ λᾶαν ἵησιν
                          13 ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ᾽ ἀελλὴς
                            14 ἐρχομένων μάλα δ᾽ὦκα διέπρησσον πεδίοιο
                              15 οἳ δ᾽ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες
                                16 Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
                                  17 παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
                                    18 καὶ ξίφος αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
                                      19 πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
                                        20 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι
                                          21 τὸν δ᾽ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
                                            22 ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα
                                              23 ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
                                                24 εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
                                                  25 πεινάων μάλα γάρ τε κατεσθίει εἴ περ ἂν αὐτὸν
                                                    26 σεύωνται ταχέες τε κύνες θαλεροί τ᾽αἰζηοί
                                                      27 ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέ‿α
                                                        28 ὀφθαλμοῖσιν ἰδών φάτο γὰρ τίσεσθαι ἀλείτην
                                                          29 αὐτίκα δ᾽ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
                                                            30 τὸν δ᾽ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
                                                              31 ἐν προμάχοισι φανέντα κατεπλήγη φίλον ἦτορ
                                                                32 ἂψ δ᾽ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων
                                                                  33 ὡς δ᾽ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
                                                                    34 οὔρεος ἐν βήσσῃς ὑπό τε τρόμος ἔλλαβε γυῖα
                                                                      35 ἂψ δ᾽ἀνεχώρησεν ὦχρός τέ μιν εἷλε παρειάς
                                                                        36 ὣς αὖτις καθ᾽ ὅμιλον ἔδυ Τρώων ἀγερώχων
                                                                          37 δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής
                                                                            38 τὸν δ᾽Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν
                                                                              39 Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
                                                                                40 αἴθ᾽ ὄφελες ἄγονός τ᾽ἔμεναι ἄγαμός τ᾽ἀπολέσθαι
                                                                                  41 καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον ἦεν
                                                                                    42 ἢ οὕτω λώβην τ᾽ἔμεναι καὶ ὑπόψιον ἄλλων
                                                                                      43 ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ
                                                                                        44 φάντες ἀριστῆα πρόμον ἔμμεναι οὕνεκα καλὸν
                                                                                          45 εἶδος ἔπ᾽ ἀλλ᾽ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή
                                                                                            46 ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι
                                                                                              47 πόντον ἐπιπλώσας ἑτάρους ἐρίηρας ἀγείρας
                                                                                                48 μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ᾽ εὐειδέ᾽ ἀνῆγες
                                                                                                  49 ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων
                                                                                                    50 πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ
                                                                                                      51 δυσμενέσιν μὲν χάρμα κατηφείην δὲ σοὶ αὐτῷ
                                                                                                        52 οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον
                                                                                                          53 γνοίης χ᾽οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν
                                                                                                            54 οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ᾽ Ἀφροδίτης
                                                                                                              55 ἥ τε κόμη τό τε εἶδος ὅτ᾽ ἐν κονίῃσι μιγείης
                                                                                                                56 ἀλλὰ μάλα Τρῶες δειδήμονες ἦ τέ κεν ἤδη
                                                                                                                  57 λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ᾽ ὅσσα ἔοργας
                                                                                                                    58 τὸν δ᾽αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής
                                                                                                                      59 Ἕκτορ ἐπεί με κατ᾽ αἶσαν ἐνείκεσας οὐδ᾽ ὑπὲρ αἶσαν
                                                                                                                        60 αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
                                                                                                                          61 ὅς τ᾽εἶσιν διὰ δουρὸς ὑπ᾽ ἀνέρος ὅς ῥά τε τέχνῃ
                                                                                                                            62 νήϊον ἐκτάμνῃσιν ὀφέλλει δ᾽ἀνδρὸς ἐρωήν
                                                                                                                              63 ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί
                                                                                                                                64 μή μοι δῶρ᾽ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης
                                                                                                                                  65 οὔ τοι ἀπόβλητ᾽ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
                                                                                                                                    66 ὅσσά κεν αὐτοὶ δῶσιν ἑκὼν δ᾽οὐκ ἄν τις ἕλοιτο
                                                                                                                                      67 νῦν αὖτ᾽ εἴ μ᾽ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι
                                                                                                                                        68 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς
                                                                                                                                          69 αὐτὰρ ἔμ᾽ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
                                                                                                                                            70 συμβάλετ᾽ ἀμφ᾽ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι
                                                                                                                                              71 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
                                                                                                                                                72 κτήμαθ᾽ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾽ ἀγέσθω
                                                                                                                                                  73 οἳ δ᾽ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
                                                                                                                                                    74 ναίοιτε Τροίην ἐριβώλακα τοὶ δὲ νεέσθων
                                                                                                                                                      75 Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα
                                                                                                                                                        76 ὣς ἔφαθ᾽ Ἕκτωρ δ᾽αὖτ᾽ ἐχάρη μέγα μῦθον ἀκούσας
                                                                                                                                                          77 καί ῥ᾽ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
                                                                                                                                                            78 μέσσου δουρὸς ἑλών τοὶ δ᾽ἱδρύνθησαν ἅπαντες
                                                                                                                                                              79 τῷ δ᾽ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
                                                                                                                                                                80 ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ᾽ἔβαλλον
                                                                                                                                                                  81 αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                    82 ἴσχεσθ᾽ Ἀργεῖοι μὴ βάλλετε κοῦροι Ἀχαιῶν
                                                                                                                                                                      83 στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                        84 ὣς ἔφαθ᾽ οἳ δ᾽ἔσχοντο μάχης ἄνεῴ τ᾽ἐγένοντο
                                                                                                                                                                          85 ἐσσυμένως Ἕκτωρ δὲ μετ᾽ ἀμφοτέροισιν ἔειπε
                                                                                                                                                                            86 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
                                                                                                                                                                              87 μῦθον Ἀλεξάνδροιο τοῦ εἵνεκα νεῖκος ὄρωρεν
                                                                                                                                                                                88 ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
                                                                                                                                                                                  89 τεύχεα κάλ᾽ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ
                                                                                                                                                                                    90 αὐτὸν δ᾽ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
                                                                                                                                                                                      91 οἴους ἀμφ᾽ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι
                                                                                                                                                                                        92 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
                                                                                                                                                                                          93 κτήμαθ᾽ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾽ ἀγέσθω
                                                                                                                                                                                            94 οἳ δ᾽ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν
                                                                                                                                                                                              95 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
                                                                                                                                                                                                96 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος
                                                                                                                                                                                                  97 κέκλυτε νῦν καὶ ἐμεῖο μάλιστα γὰρ ἄλγος ἱκάνει
                                                                                                                                                                                                    98 θυμὸν ἐμόν φρονέω δὲ διακρινθήμεναι ἤδη
                                                                                                                                                                                                      99 Ἀργείους καὶ Τρῶας ἐπεὶ κακὰ πολλὰ πέπασθε
                                                                                                                                                                                                        100 εἵνεκ᾽ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ᾽ ἀρχῆς
                                                                                                                                                                                                          101 ἡμέ‿ων δ᾽ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται
                                                                                                                                                                                                            102 τεθναίη ἄλλοι δὲ διακρινθεῖτε τάχιστα
                                                                                                                                                                                                              τεθναίη ἄλλοι δὲ διακρινθεῖτε τάχιστα
                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                103 οἴσετε ἄρν᾽ ἕτερον λευκόν ἑτέρην δὲ μέλαιναν
                                                                                                                                                                                                                  104 Γῇ τε καὶ Ἠελίῳ Διὶ δ᾽ἡμεῖς οἴσομεν ἄλλον
                                                                                                                                                                                                                    105 ἄξετε δὲ Πριάμοιο βίην ὄφρ᾽ ὅρκια τάμνῃ
                                                                                                                                                                                                                      106 αὐτός ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι
                                                                                                                                                                                                                        107 μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται
                                                                                                                                                                                                                          108 αἰεὶ δ᾽ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται
                                                                                                                                                                                                                            109 οἷς δ᾽ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
                                                                                                                                                                                                                              110 λεύσσει ὅπως ὄχ᾽ ἄριστα μετ᾽ ἀμφοτέροισι γένηται
                                                                                                                                                                                                                                111 ὣς ἔφαθ᾽ οἳ δ᾽ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
                                                                                                                                                                                                                                  ὣς ἔφαθ᾽ οἳ δ᾽ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                    112 ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο
                                                                                                                                                                                                                                      113 καί ῥ᾽ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας ἐκ δ᾽ἔβαν αὐτοί
                                                                                                                                                                                                                                        114 τεύχεά τ᾽ἐξεδύοντο τὰ μὲν κατέθεντ᾽ ἐπὶ γαίῃ
                                                                                                                                                                                                                                          115 πλησίον ἀλλήλων ὀλίγη δ᾽ἦν ἀμφὶς ἄρουρα
                                                                                                                                                                                                                                            116 Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
                                                                                                                                                                                                                                              117 καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι
                                                                                                                                                                                                                                                118 αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                  119 νῆας ἔπι γλαφυρὰς ἰέναι ἠδ᾽ ἄρν᾽ ἐκέλευεν
                                                                                                                                                                                                                                                    120 οἰσέμεναι ὃ δ᾽ἄρ᾽ οὐκ ἀπίθησ᾽ Ἀγαμέμνονι δίῳ
                                                                                                                                                                                                                                                      121 Ἶρις δ᾽αὖθ᾽ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
                                                                                                                                                                                                                                                        122 εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι
                                                                                                                                                                                                                                                          123 τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
                                                                                                                                                                                                                                                            124 Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
                                                                                                                                                                                                                                                              125 τὴν δ᾽εὗρ᾽ ἐν μεγάρῳ ἣ δὲ μέγαν ἱστὸν ὕφαινε
                                                                                                                                                                                                                                                                126 δίπλακα πορφυρέην πολέας δ᾽ἐνέπασσεν ἀέθλους
                                                                                                                                                                                                                                                                  127 Τρώων θ᾽ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                    128 οὕς ἑθεν εἵνεκ᾽ ἔπασχον ὑπ᾽ Ἄρηος παλαμάων
                                                                                                                                                                                                                                                                      οὕς ἑθεν εἵνεκ᾽ ἔπασχον ὑπ᾽ Ἄρηος παλαμάων
                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                        129 ἀγχοῦ δ᾽ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις
                                                                                                                                                                                                                                                                          130 δεῦρ᾽ ἴθι νύμφα φίλη ἵνα θέσκελα ἔργα ἴδηαι
                                                                                                                                                                                                                                                                            131 Τρώων θ᾽ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                              132 οἳ πρὶν ἐπ᾽ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
                                                                                                                                                                                                                                                                                133 ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο
                                                                                                                                                                                                                                                                                  134 οἳ δὴ νῦν ἕαται σιγῇ πόλεμος δὲ πέπαυται
                                                                                                                                                                                                                                                                                    135 ἀσπίσι κεκλιμένοι παρὰ δ᾽ἔγχεα μακρὰ πέπηγεν
                                                                                                                                                                                                                                                                                      136 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
                                                                                                                                                                                                                                                                                        137 μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο
                                                                                                                                                                                                                                                                                          138 τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις
                                                                                                                                                                                                                                                                                            139 ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
                                                                                                                                                                                                                                                                                              140 ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων
                                                                                                                                                                                                                                                                                                141 αὐτίκα δ᾽ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
                                                                                                                                                                                                                                                                                                  142 ὁρμᾶτ᾽ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα
                                                                                                                                                                                                                                                                                                    143 οὐκ οἴη ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο
                                                                                                                                                                                                                                                                                                      οὐκ οἴη ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο
                                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                                        144 Αἴθρη Πιτθῆος θυγάτηρ Κλυμένη τε βοῶπις
                                                                                                                                                                                                                                                                                                          145 αἶψα δ᾽ἔπειθ᾽ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν
                                                                                                                                                                                                                                                                                                            146 οἳ δ᾽ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
                                                                                                                                                                                                                                                                                                              147 Λάμπόν τε Κλυτίον θ᾽Ἱκετάονά τ᾽ὄζον Ἄρηος
                                                                                                                                                                                                                                                                                                                148 Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω
                                                                                                                                                                                                                                                                                                                  149 ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι
                                                                                                                                                                                                                                                                                                                    150 γήραϊ δὴ πολέμοιο πεπαυμένοι ἀλλ᾽ ἀγορηταὶ
                                                                                                                                                                                                                                                                                                                      151 ἐσθλοί τεττίγεσσιν ἐοικότες οἵ τε καθ᾽ ὕλην
                                                                                                                                                                                                                                                                                                                        152 δενδρέ‿ῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι
                                                                                                                                                                                                                                                                                                                          153 τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ᾽ ἐπὶ πύργῳ
                                                                                                                                                                                                                                                                                                                            154 οἳ δ᾽ὡς οὖν εἴδονθ᾽ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν
                                                                                                                                                                                                                                                                                                                              155 ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον
                                                                                                                                                                                                                                                                                                                                156 οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                                                                                  157 τοιῇδ᾽ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν
                                                                                                                                                                                                                                                                                                                                    158 αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν
                                                                                                                                                                                                                                                                                                                                      159 ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ᾽ ἐν νηυσὶ νεέσθω
                                                                                                                                                                                                                                                                                                                                        160 μηδ᾽ ἡμῖν τεκέεσσί τ᾽ὀπίσσω πῆμα λίποιτο
                                                                                                                                                                                                                                                                                                                                          161 ὣς ἄρ᾽ ἔφαν Πρίαμος δ᾽Ἑλένην ἐκαλέσσατο φωνῇ
                                                                                                                                                                                                                                                                                                                                            162 δεῦρο πάροιθ᾽ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο
                                                                                                                                                                                                                                                                                                                                              163 ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε
                                                                                                                                                                                                                                                                                                                                                164 οὔ τί μοι αἰτίη ἐσσί θεοί νύ μοι αἴτιοί εἰσιν
                                                                                                                                                                                                                                                                                                                                                  165 οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                    166 ὥς μοι καὶ τόνδ᾽ ἄνδρα πελώριον ἐξονομήνῃς
                                                                                                                                                                                                                                                                                                                                                      167 ὅς τις ὅδ᾽ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε
                                                                                                                                                                                                                                                                                                                                                        168 ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι
                                                                                                                                                                                                                                                                                                                                                          169 καλὸν δ᾽οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                            170 οὐδ᾽ οὕτω γεραρόν βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε
                                                                                                                                                                                                                                                                                                                                                              171 τὸν δ᾽Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν
                                                                                                                                                                                                                                                                                                                                                                172 αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε
                                                                                                                                                                                                                                                                                                                                                                  173 ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
                                                                                                                                                                                                                                                                                                                                                                    174 υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα
                                                                                                                                                                                                                                                                                                                                                                      175 παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν
                                                                                                                                                                                                                                                                                                                                                                        176 ἀλλὰ τά γ᾽οὐκ ἐγένοντο τὸ καὶ κλαίουσα τέτηκα
                                                                                                                                                                                                                                                                                                                                                                          177 τοῦτο δέ τοι ἐρέω ὅ μ᾽ἀνείρεαι ἠδὲ μεταλλᾷς
                                                                                                                                                                                                                                                                                                                                                                            178 οὗτός γ᾽Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                              179 ἀμφότερον βασιλεύς τ᾽ἀγαθὸς κρατερός τ᾽αἰχμητής
                                                                                                                                                                                                                                                                                                                                                                                180 δαὴρ αὖτ᾽ ἐμὸς ἔσκε κυνώπιδος εἴ ποτ᾽ ἔην γε
                                                                                                                                                                                                                                                                                                                                                                                  181 ὣς φάτο τὸν δ᾽ὁ γέρων ἠγάσσατο φώνησέν τε
                                                                                                                                                                                                                                                                                                                                                                                    182 ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον
                                                                                                                                                                                                                                                                                                                                                                                      183 ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                        ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                          184 ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                            185 ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους
                                                                                                                                                                                                                                                                                                                                                                                              186 λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                187 οἵ ῥα τότ᾽ ἐστρατόωντο παρ᾽ ὄχθας Σαγγαρίοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                  188 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην
                                                                                                                                                                                                                                                                                                                                                                                                    189 ἤματι τῷ ὅτε τ᾽ἦλθον Ἀμαζόνες ἀντιάνειραι
                                                                                                                                                                                                                                                                                                                                                                                                      190 ἀλλ᾽ οὐδ᾽ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                        191 δεύτερον αὖτ᾽ Ὀδυσῆα ἰδὼν ἐρέειν᾽ ὁ γεραιός
                                                                                                                                                                                                                                                                                                                                                                                                          192 εἴπ᾽ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ᾽ ἐστί
                                                                                                                                                                                                                                                                                                                                                                                                            193 μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                              194 εὐρύτερος δ᾽ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                195 τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                  196 αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                    197 ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                      198 ὅς τ᾽οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                        199 τὸν δ᾽ἠμείβετ᾽ ἔπειθ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                          200 οὗτος δ᾽αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                            201 ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                              202 εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά
                                                                                                                                                                                                                                                                                                                                                                                                                                203 τὴν δ᾽αὖτ᾽ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  204 ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    205 ἤδη γὰρ καὶ δεῦρό ποτ᾽ ἤλυθε δῖος Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      206 σεῦ ἕνεκ᾽ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        207 τοὺς δ᾽ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          208 ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            209 ἀλλ᾽ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              210 στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                211 ἄμφω δ᾽ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  212 ἀλλ᾽ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    213 ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      214 παῦρα μὲν ἀλλὰ μάλα λιγέως ἐπεὶ οὐ πολύμυθος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        215 οὐδ᾽ ἀφαμαρτοεπής ἦ καὶ γένει ὕστερος ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          216 ἀλλ᾽ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            217 στάσκεν ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              218 σκῆπτρον δ᾽οὔτ᾽ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                219 ἀλλ᾽ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  220 φαίης κε ζάκοτόν τέ τιν᾽ ἔμμεναι ἄφρονά τ᾽αὔτως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    221 ἀλλ᾽ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      222 καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        223 οὐκ ἂν ἔπειτ᾽ Ὀδυσῆΐ γ᾽ἐρίσσειε βροτὸς ἄλλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          224 οὐ τότε γ᾽ὧδ᾽ Ὀδυσῆος ἀγασσάμεθ᾽ εἶδος ἰδόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            225 τὸ τρίτον αὖτ᾽ Αἴαντα ἰδὼν ἐρέειν᾽ ὃ γεραιός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              226 τίς τὰρ ὅδ᾽ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                227 ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  228 τὸν δ᾽Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    229 οὗτος δ᾽Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      230 Ἰδομενεὺς δ᾽ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        231 ἕστηκ᾽ ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          232 πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            233 οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              234 νῦν δ᾽ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                235 οὕς κεν ἐῢ γνοίην καί τ᾽οὔνομα μυθησαίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  236 δοιὼ δ᾽οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    237 Κάστορά θ᾽ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκε‿α
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      238 αὐτοκασιγνήτω τώ μοι μία γείνατο μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        239 ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          240 ἢ δεύρω μὲν ἕποντο νέεσσ᾽ ἔνι ποντοπόροισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            241 νῦν αὖτ᾽ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              242 αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ᾽ ἅ μοί ἐστιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                243 ὣς φάτο τοὺς δ᾽ἤδη κάτεχεν φυσίζοος αἶα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  244 ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    245 κήρυκες δ᾽ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      246 ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        247 ἀσκῷ ἐν αἰγείῳ φέρε δὲ κρητῆρα φαεινὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          248 κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´γ´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                249 ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  250 ὄρσεο Λαομεδοντιάδη καλέουσιν ἄριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    251 Τρώων θ᾽ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      252 ἐς πεδίον καταβῆναι ἵν᾽ ὅρκια πιστὰ τάμητε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        253 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          254 μακρῇς ἐγχείῃσι μαχήσοντ᾽ ἀμφὶ γυναικί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            255 τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ᾽ ἕποιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              256 οἳ δ᾽ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                257 ναίοιμεν Τροίην ἐριβώλακα τοὶ δὲ νέονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  258 Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    259 ὣς φάτο ῥίγησεν δ᾽ὃ γέρων ἐκέλευσε δ᾽ἑταίρους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      260 ἵππους ζευγνύμεναι τοὶ δ᾽ὀτραλέως ἐπίθοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        261 ἂν δ᾽ἄρ᾽ ἔβη Πρίαμος κατὰ δ᾽ἡνία τεῖνεν ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          262 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            263 τὼ δὲ διὰ Σκαιῶν πεδίον δ᾽ἔχον ὠκέας ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              264 ἀλλ᾽ ὅτε δή ῥ᾽ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                265 ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  266 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    267 ὄρνυτο δ᾽αὐτίκ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      268 ἂν δ᾽Ὀδυσεὺς πολύμητις ἀτὰρ κήρυκες ἀγαυοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        269 ὅρκια πιστὰ θεῶν σύναγον κρητῆρι δὲ οἶνον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          270 μίσγον ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            271 Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              272 ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                273 ἀρνῶν ἐκ κεφαλέ‿ων τάμνε τρίχας αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  274 κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    275 τοῖσιν δ᾽Ἀτρεΐδης μεγάλ᾽ εὔχετο χεῖρας ἀνασχών
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      276 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        277 Ἠέλιός θ᾽ὃς πάντ᾽ ἐφορᾷς καὶ πάντ᾽ ἐπακούεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          278 καὶ ποταμοὶ καὶ γαῖα καὶ οἳ ὑπένερθε καμόντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            279 ἀνθρώπους τίνυσθον ὅτις κ᾽ἐπίορκον ὀμόσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              280 ὑμεῖς μάρτυροι ἔστε φυλάσσετε δ᾽ὅρκια πιστά
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                281 εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  282 αὐτὸς ἔπειθ᾽ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    283 ἡμεῖς δ᾽ἐν νήεσσι νεώμεθα ποντοπόροισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      284 εἰ δέ κ᾽Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        285 Τρῶας ἔπειθ᾽ Ἑλένην καὶ κτήματα πάντ᾽ ἀποδοῦναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          286 τιμὴν δ᾽Ἀργείοις ἀποτινέμεν ἥν τιν᾽ ἔοικεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            287 ἥ τε καὶ ἐσσομένοισι μετ᾽ ἀνθρώποισι πέληται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              288 εἰ δ᾽ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                289 τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  290 αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    291 αὖθι μένων ἧός κε τέλος πολέμοιο κιχείω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      292 ἦ καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        293 καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          294 θυμοῦ δευομένους ἀπὸ γὰρ μένος εἵλετο χαλκός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            295 οἶνον δ᾽ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              296 ἔκχεον ἠδ᾽ εὔχοντο θεοῖς αἰειγενέτῃσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                297 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´γ´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      298 Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        299 ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          300 ὧδέ σφ᾽ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            301 αὐτῶν καὶ τεκέων ἄλοχοι δ᾽ἄλλοισι δαμεῖεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              302 ὣς ἔφαν οὐδ᾽ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                303 τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  304 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    305 ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      306 ἄψ ἐπεὶ οὔ πω τλήσομ᾽ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        307 μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          308 Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            309 ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              310 ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                311 ἂν δ᾽ἄρ᾽ ἔβαιν᾽ αὐτός κατὰ δ᾽ἡνία τεῖνεν ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  312 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    313 τὼ μὲν ἄρ᾽ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      314 Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        315 χῶρον μὲν πρῶτον διεμέτρεον αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          316 κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            317 ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              318 λαοὶ δ᾽ἠρήσαντο θεοῖσι δὲ χεῖρας ἀνέσχον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                319 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´γ´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      320 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        321 ὁππότερος τάδε ἔργα μετ᾽ ἀμφοτέροισιν ἔθηκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          322 τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            323 ἡμῖν δ᾽αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              324 ὣς ἄρ᾽ ἔφαν πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                325 ἂψ ὁρόων Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  326 οἳ μὲν ἔπειθ᾽ ἵζοντο κατὰ στίχας ἧχι ἑκάστῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    327 ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε᾽ ἔκειτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      328 αὐτὰρ ὅ γ᾽ἀμφ᾽ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        329 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          330 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            331 καλάς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              332 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                333 οἷο κασιγνήτοιο Λυκάονος ἥρμοσε δ᾽αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  334 ἀμφὶ δ᾽ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    335 χάλκεον αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      336 κρατὶ δ᾽ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        337 ἵππουριν δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          338 εἵλετο δ᾽ἄλκιμον ἔγχος ὅ οἱ παλάμηφιν ἀρήρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            339 ὣς δ᾽αὔτως Μενέλαος ἀρήϊος ἔντε᾽ ἔδυνεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              340 οἳ δ᾽ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                341 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  342 δεινὸν δερκόμενοι θάμβος δ᾽ἔχεν εἰσορόωντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    343 Τρῶάς θ᾽ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      344 καί ῥ᾽ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        345 σείοντ᾽ ἐγχείας ἀλλήλοισιν κοτέοντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          346 πρόσθε δ᾽Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            347 καὶ βάλεν Ἀτρεΐδαο κατ᾽ ἀσπίδα πάντοσε ἴσην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              348 οὐδ᾽ ἔρρηξεν χαλκός ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                349 ἀσπίδ᾽ ἐνὶ κρατερῇ ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  350 Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    351 Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκ᾽ ἔοργε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      352 δῖον Ἀλέξανδρον καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        353 ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          354 ξεινοδόκον κακὰ ῥέξαι ὅ κεν φιλότητα παράσχῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            355 ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              356 καὶ βάλε Πριαμίδαο κατ᾽ ἀσπίδα πάντοσε ἴσην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                357 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  358 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    359 ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      360 ἔγχος ὃ δ᾽ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        361 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          362 πλῆξεν ἀνασχόμενος κόρυθος φάλον ἀμφὶ δ᾽ἄρ᾽ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            363 τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              364 Ἀτρεΐδης δ᾽ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                365 Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  366 ἦ τ᾽ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    367 νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος ἐκ δέ μοι ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      368 ἠΐχθη παλάμηφιν ἐτώσιον οὐδ᾽ ἔβαλόν μιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        369 ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          370 ἕλκε δ᾽ἐπιστρέψας μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            371 ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              372 ὅς οἱ ὑπ᾽ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                373 καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  374 εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    375 ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      376 κεινὴ δὲ τρυφάλεια ἅμ᾽ ἕσπετο χειρὶ παχείῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        377 τὴν μὲν ἔπειθ᾽ ἥρως μετ᾽ ἐϋκνήμιδας Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          378 ῥῖψ᾽ ἐπιδινήσας κόμισαν δ᾽ἐρίηρες ἑταῖροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            379 αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              380 ἔγχεϊ χαλκείῳ τὸν δ᾽ἐξήρπαξ᾽ Ἀφροδίτη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                381 ῥεῖα μάλ᾽ ὥς τε θεός ἐκάλυψε δ᾽ἄρ᾽ ἠέρι πολλῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  382 κὰδ δ᾽εἷσ᾽ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    κὰδ δ᾽εἷσ᾽ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      383 αὐτὴ δ᾽αὖ Ἑλένην καλέουσ᾽ ἴε τὴν δὲ κίχανε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        384 πύργῳ ἐφ᾽ ὑψηλῷ περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          πύργῳ ἐφ᾽ ὑψηλῷ περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            385 χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              386 γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                387 εἰροκόμῳ ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  388 ἤσκειν εἴρια καλά μάλιστα δέ μιν φιλέεσκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    389 τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      390 δεῦρ᾽ ἴθ᾽ Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        391 κεῖνος ὅ γ᾽ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          392 κάλλεΐ τε στίλβων καὶ εἵμασιν οὐδέ κε φαίης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            393 ἀνδρὶ μαχεσσάμενον τόν γ᾽ἐλθεῖν ἀλλὰ χορὸν δὲ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              394 ἔρχεσθ᾽ ἠὲ χοροῖο νέον λήγοντα καθίζειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                395 ὣς φάτο τῇ δ᾽ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  396 καί ῥ᾽ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    397 στήθεά θ᾽ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      398 θάμβησέν τ᾽ἄρ᾽ ἔπειτα ἔπος τ᾽ἔφατ᾽ ἔκ τ᾽ὀνόμαζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        399 δαιμονίη τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          400 ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            401 ἄξεις ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              402 εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                403 οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  404 νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ᾽ ἄγεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    405 τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      406 ἧσο παρ᾽ αὐτὸν ἰοῦσα θεῶν δ᾽ἀπόεικε κελεύθου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        407 μηδ᾽ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          408 ἀλλ᾽ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            409 εἰς ὅ κέ σ᾽ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              410 κεῖσε δ᾽ἐγὼν οὐκ εἶμι νεμεσσητὸν δέ κεν εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                411 κείνου πορσανέουσα λέχος Τρῳαὶ δέ μ᾽ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  412 πᾶσαι μωμήσονται ἔχω δ᾽ἄχε᾽ ἄκριτα θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    413 τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      414 μή μ᾽ἔρεθε σχετλί‿η μὴ χωσαμένη σε μεθείω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        415 τὼς δέ σ᾽ἀπεχθήρω ὡς νῦν ἔκπαγλ᾽ ἐφίλησα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          416 μέσσῳ δ᾽ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            417 Τρώων καὶ Δαναῶν σὺ δέ κεν κακὸν οἶτον ὄληαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              418 ὣς ἔφατ᾽ ἔδϝεισεν δ᾽Ἑλένη Διὸς ἐκγεγαυῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                419 βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  420 σιγῇ πάσας δὲ Τρῳὰς λάθεν ἦρχε δὲ δαίμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    421 αἳ δ᾽ὅτ᾽ Ἀλεξάνδροιο δόμον περικαλλέ᾽ ἵκοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      422 ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        423 ἣ δ᾽εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          424 τῇ δ᾽ἄρα δίφρον ἑλοῦσα φιλομμειδὴς Ἀφροδίτη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            425 ἀντί᾽ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              426 ἔνθα κάθιζ᾽ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                427 ὄσσε πάλιν κλίνασα πόσιν δ᾽ἠνίπαπε μύθῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  428 ἤλυθες ἐκ πολέμου ὡς ὤφελες αὐτόθ᾽ ὀλέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    429 ἀνδρὶ δαμεὶς κρατερῷ ὃς ἐμὸς πρότερος πόσις ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      430 ἦ μὲν δὴ πρίν γ᾽εὔχε᾽ ἀρηϊφίλου Μενελάου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        431 σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          432 ἀλλ᾽ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            433 ἐξαῦτις μαχέσασθαι ἐναντίον ἀλλά σ᾽ἔγωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              434 παύεσθαι κέλομαι μηδὲ ξανθῷ Μενελάῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                435 ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  436 ἀφραδέως μή πως τάχ᾽ ὑπ᾽ αὐτοῦ δουρὶ δαμήῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    437 τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      438 μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        439 νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          440 κεῖνον δ᾽αὖτις ἐγώ πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            441 ἀλλ᾽ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              442 οὐ γάρ πώ ποτέ μ᾽ὧδέ γ᾽ἔρως φρένας ἀμφεκάλυψεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                443 οὐδ᾽ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  444 ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    445 νήσῳ δ᾽ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      446 ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        447 ἦ ῥα καὶ ἄρχε λέχος δὲ κιών ἅμα δ᾽εἵπετ᾽ ἄκοιτις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          448 τὼ μὲν ἄρ᾽ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            449 Ἀτρεΐδης δ᾽ἀν᾽ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              450 εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέ‿α
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                451 ἀλλ᾽ οὔ τις δύνατο Τρώων κλειτῶν τ᾽ἐπικούρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  ἀλλ᾽ οὔ τις δύνατο Τρώων κλειτῶν τ᾽ἐπικούρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    452 δεῖξαι Ἀλέξανδρον τότ᾽ ἀρηϊφίλῳ Μενελάῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      453 οὐ μὲν γὰρ φιλότητί γ᾽ἐκεύθανον εἴ τις ἴδοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        454 ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          455 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            456 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              457 νίκη μὲν δὴ φαίνετ᾽ ἀρηϊφίλου Μενελάου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                458 ὑμεῖς δ᾽Ἀργείην Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  459 ἔκδοτε καὶ τιμὴν ἀποτινέμεν ἥν τιν᾽ ἔοικεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    460 ἥ τε καὶ ἐσσομένοισι μετ᾽ ἀνθρώποισι πέληται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      461 ὣς ἔφατ᾽ Ἀτρεΐδης ἐπὶ δ᾽ᾔνεον ἄλλοι Ἀχαιοί