Index

ΙΛΙΑΔΟΣ Δ


1 οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
    2 χρυσέῳ ἐν δαπέδῳ μετὰ δέ σφισι πότνια Ἥβη
      3 νέκταρ ἐοινοχόει τοὶ δὲ χρυσέοις δεπάεσσι
        4 δειδέχατ᾽ ἀλλήλους Τρώων πόλιν εἰσορόωντες
          5 αὐτίκ᾽ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
            6 κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων
              7 δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
                8 Ἥρη τ᾽Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
                  9 ἀλλ᾽ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
                    10 τέρπεσθον τῷ δ᾽αὖτε φιλομμειδὴς Ἀφροδίτη
                      11 αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει
                        12 καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι
                          13 ἀλλ᾽ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου
                            14 ἡμεῖς δὲ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα
                              15 ἤ ῥ᾽αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
                                16 ὄρσομεν ἦ φιλότητα μετ᾽ ἀμφοτέροισι βάλωμεν
                                  17 εἰ δ᾽αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο
                                    18 ἤτοι μὲν οἰκέ‿οιτο πόλις Πριάμοιο ἄνακτος
                                      19 αὖτις δ᾽Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο
                                        20 ὣς ἔφαθ᾽ αἳ δ᾽ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη
                                          21 πλησίαι αἵ γ᾽ἥσθην κακὰ δὲ Τρώεσσι μεδέσθην
                                            πλησίαι αἵ γ᾽ἥσθην κακὰ δὲ Τρώεσσι μεδέσθην
                                              α´β´
                                              22 ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
                                                23 σκυζομένη Διὶ πατρί χόλος δέ μιν ἄγριος ᾕρει
                                                  24 Ἥρῃ δ᾽οὐκ ἔχαδε στῆθος χόλον ἀλλὰ προσηύδα
                                                    25 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες
                                                      26 πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ᾽ ἀτέλεστον
                                                        27 ἱδρῶ θ᾽ὃν ἵδρωσα μόγῳ καμέτην δέ μοι ἵπποι
                                                          28 λαὸν ἀγειρούσῃ Πριάμῳ κακὰ τοῖό τε παισίν
                                                            29 ἕρδ᾽ ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι
                                                              30 τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς
                                                                31 δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
                                                                  32 τόσσα κακὰ ῥέζουσιν ὅ τ᾽ἀσπερχὲς μενεαίνεις
                                                                    33 Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον
                                                                      34 εἰ δὲ σύ γ᾽εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
                                                                        35 ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
                                                                          36 ἄλλους τε Τρῶας τότε κεν χόλον ἐξακέσαιο
                                                                            37 ἕρξον ὅπως ἐθέλεις μὴ τοῦτό γε νεῖκος ὀπίσσω
                                                                              38 σοὶ καὶ ἐμοὶ μέγ᾽ ἔρισμα μετ᾽ ἀμφοτέροισι γένηται
                                                                                39 ἄλλο δέ τοι ἐρέω σὺ δ᾽ἐνὶ φρεσὶ βάλλεο σῇσιν
                                                                                  40 ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
                                                                                    41 τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι
                                                                                      42 μή τι διατρίβειν τὸν ἐμὸν χόλον ἀλλά μ᾽ἐᾶσαι
                                                                                        43 καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ
                                                                                          44 αἳ γὰρ ὑπ᾽ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
                                                                                            45 ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων
                                                                                              46 τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
                                                                                                47 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο
                                                                                                  48 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
                                                                                                    49 λοιβῆς τε κνίσης τε τὸ γὰρ λάχομεν γέρας ἡμεῖς
                                                                                                      50 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη
                                                                                                        51 ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
                                                                                                          52 Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη
                                                                                                            53 τὰς διαπέρσαι ὅτ᾽ ἄν τοι ἀπέχθωνται περὶ κῆρι
                                                                                                              54 τάων οὔ τοι ἐγὼ πρόσθ᾽ ἵσταμαι οὐδὲ μεγαίρω
                                                                                                                55 εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι
                                                                                                                  56 οὐκ ἀνύω φθονέουσ᾽ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι
                                                                                                                    57 ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον
                                                                                                                      58 καὶ γὰρ ἐγὼ θεός εἰμι γένος δέ μοι ἔνθεν ὅθεν σοί
                                                                                                                        59 καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης
                                                                                                                          60 ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
                                                                                                                            61 κέκλημαι σὺ δὲ πᾶσι μετ᾽ ἀθανάτοισιν ἀνάσσεις
                                                                                                                              62 ἀλλ᾽ ἤτοι μὲν ταῦθ᾽ ὑποείξομεν ἀλλήλοισι
                                                                                                                                63 σοὶ μὲν ἐγώ σὺ δ᾽ἐμοί ἐπὶ δ᾽ἕψονται θεοὶ ἄλλοι
                                                                                                                                  64 ἀθάνατοι σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
                                                                                                                                    65 ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν
                                                                                                                                      66 πειρᾶν δ᾽ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
                                                                                                                                        πειρᾶν δ᾽ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
                                                                                                                                          α´β´
                                                                                                                                          67 ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι
                                                                                                                                            68 ὣς ἔφατ᾽ οὐδ᾽ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε
                                                                                                                                              69 αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                70 αἶψα μάλ᾽ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς
                                                                                                                                                  71 πειρᾶν δ᾽ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
                                                                                                                                                    πειρᾶν δ᾽ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
                                                                                                                                                      α´β´
                                                                                                                                                      72 ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι
                                                                                                                                                        73 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην
                                                                                                                                                          74 βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα
                                                                                                                                                            75 οἷον δ᾽ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτε‿ω
                                                                                                                                                              76 ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
                                                                                                                                                                77 λαμπρόν τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται
                                                                                                                                                                  78 τῷ ἐϊκυῖ᾽ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη
                                                                                                                                                                    79 κὰδ δ᾽ἔθορ᾽ ἐς μέσσον θάμβος δ᾽ἔχεν εἰσορόωντας
                                                                                                                                                                      80 Τρῶάς θ᾽ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς
                                                                                                                                                                        81 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον
                                                                                                                                                                          82 ἦ ῥ᾽αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
                                                                                                                                                                            83 ἔσσεται ἢ φιλότητα μετ᾽ ἀμφοτέροισι τίθησι
                                                                                                                                                                              84 Ζεύς ὅς τ᾽ἀνθρώπων ταμίης πολέμοιο τέτυκται
                                                                                                                                                                                85 ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε
                                                                                                                                                                                  ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε
                                                                                                                                                                                    ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε
                                                                                                                                                                                      α´β´γ´
                                                                                                                                                                                      86 ἣ δ᾽ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ᾽ ὅμιλον
                                                                                                                                                                                        87 Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ
                                                                                                                                                                                          88 Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι
                                                                                                                                                                                            89 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
                                                                                                                                                                                              90 ἑσταότ᾽ ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
                                                                                                                                                                                                91 λαῶν οἵ οἱ ἕποντο ἀπ᾽ Αἰσήποιο ῥοάων
                                                                                                                                                                                                  92 ἀγχοῦ δ᾽ἱσταμένη ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                    93 ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον
                                                                                                                                                                                                      94 τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν
                                                                                                                                                                                                        95 πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο
                                                                                                                                                                                                          πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο
                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                            96 ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ
                                                                                                                                                                                                              97 τοῦ κεν δὴ πάμπρωτα παρ᾽ ἀγλαὰ δῶρα φέροιο
                                                                                                                                                                                                                98 αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
                                                                                                                                                                                                                  99 σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ᾽ ἀλεγεινῆς
                                                                                                                                                                                                                    100 ἀλλ᾽ ἄγ᾽ ὀΐστευσον Μενελάου κυδαλίμοιο
                                                                                                                                                                                                                      101 εὔχεο δ᾽Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
                                                                                                                                                                                                                        102 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
                                                                                                                                                                                                                          103 οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης
                                                                                                                                                                                                                            104 ὣς φάτ᾽ Ἀθηναίη τῷ δὲ φρένας ἄφρονι πεῖθεν
                                                                                                                                                                                                                              105 αὐτίκ᾽ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
                                                                                                                                                                                                                                106 ἀγρίου ὅν ῥά ποτ᾽ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
                                                                                                                                                                                                                                  107 πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
                                                                                                                                                                                                                                    108 βεβλήκει πρὸς στῆθος ὃ δ᾽ὕπτιος ἔμπεσε πέτρῃ
                                                                                                                                                                                                                                      109 τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει
                                                                                                                                                                                                                                        110 καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων
                                                                                                                                                                                                                                          111 πᾶν δ᾽εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην
                                                                                                                                                                                                                                            112 καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
                                                                                                                                                                                                                                              113 ἀγκλίνας πρόσθεν δὲ σάκε‿α σχέθον ἐσθλοὶ ἑταῖροι
                                                                                                                                                                                                                                                114 μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                  115 πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν
                                                                                                                                                                                                                                                    116 αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης ἐκ δ᾽ἕλετ᾽ ἰὸν
                                                                                                                                                                                                                                                      αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης ἐκ δ᾽ἕλετ᾽ ἰὸν
                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                        117 ἀβλῆτα πτερόεντα μελαινέ‿ων ἕρμ᾽ ὀδυνάων
                                                                                                                                                                                                                                                          118 αἶψα δ᾽ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν
                                                                                                                                                                                                                                                            119 εὔχετο δ᾽Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
                                                                                                                                                                                                                                                              120 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
                                                                                                                                                                                                                                                                121 οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης
                                                                                                                                                                                                                                                                  122 ἕλκε δ᾽ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια
                                                                                                                                                                                                                                                                    123 νευρὴν μὲν μαζῷ πέλασεν τόξῳ δὲ σίδηρον
                                                                                                                                                                                                                                                                      124 αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε
                                                                                                                                                                                                                                                                        125 λίγξε βιός νευρὴ δὲ μέγ᾽ ἴαχεν ἆλτο δ᾽ὀϊστὸς
                                                                                                                                                                                                                                                                          126 ὀξυβελὴς καθ᾽ ὅμιλον ἐπιπτέσθαι μενεαίνων
                                                                                                                                                                                                                                                                            127 οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
                                                                                                                                                                                                                                                                              128 ἀθάνατοι πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη
                                                                                                                                                                                                                                                                                129 ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν
                                                                                                                                                                                                                                                                                  130 ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
                                                                                                                                                                                                                                                                                    131 παιδὸς ἐέργῃ μυῖαν ὅθ᾽ ἡδέϊ λέξεται ὕπνῳ
                                                                                                                                                                                                                                                                                      132 αὐτὴ δ᾽αὖτ᾽ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
                                                                                                                                                                                                                                                                                        133 χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ
                                                                                                                                                                                                                                                                                          134 ἐν δ᾽ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός
                                                                                                                                                                                                                                                                                            135 διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο
                                                                                                                                                                                                                                                                                              136 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
                                                                                                                                                                                                                                                                                                137 μίτρης θ᾽ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων
                                                                                                                                                                                                                                                                                                  138 ἥ οἱ πλεῖστον ἔρυτο διὰ πρὸ δὲ εἴσατο καὶ τῆς
                                                                                                                                                                                                                                                                                                    139 ἀκρότατον δ᾽ἄρ᾽ ὀϊστὸς ἐπέγραψε χρόα φωτός
                                                                                                                                                                                                                                                                                                      140 αὐτίκα δ᾽ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς
                                                                                                                                                                                                                                                                                                        141 ὡς δ᾽ὅτε τίς τ᾽ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
                                                                                                                                                                                                                                                                                                          142 Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων
                                                                                                                                                                                                                                                                                                            143 κεῖται δ᾽ἐν θαλάμῳ πολέες τέ μιν ἠρήσαντο
                                                                                                                                                                                                                                                                                                              144 ἱππῆες φορέειν βασιλῆϊ δὲ κεῖται ἄγαλμα
                                                                                                                                                                                                                                                                                                                145 ἀμφότερον κόσμός θ᾽ἵππῳ ἐλατῆρί τε κῦδος
                                                                                                                                                                                                                                                                                                                  146 τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
                                                                                                                                                                                                                                                                                                                    147 εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ᾽ ὑπένερθε
                                                                                                                                                                                                                                                                                                                      148 ῥίγησεν δ᾽ἄρ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                        149 ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς
                                                                                                                                                                                                                                                                                                                          150 ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος
                                                                                                                                                                                                                                                                                                                            151 ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
                                                                                                                                                                                                                                                                                                                              152 ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη
                                                                                                                                                                                                                                                                                                                                153 τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                  154 χειρὸς ἔχων Μενέλαον ἐπεστενάχοντο δ᾽ἑταῖροι
                                                                                                                                                                                                                                                                                                                                    155 φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι᾽ ἔταμνον ☹︎No derivations.
                                                                                                                                                                                                                                                                                                                                    156 οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                      157 ὥς σ᾽ἔβαλον Τρῶες κατὰ δ᾽ὅρκια πιστὰ πάτησαν
                                                                                                                                                                                                                                                                                                                                        158 οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
                                                                                                                                                                                                                                                                                                                                          159 σπονδαί τ᾽ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν
                                                                                                                                                                                                                                                                                                                                            160 εἴ περ γάρ τε καὶ αὐτίκ᾽ Ὀλύμπιος οὐκ ἐτέλεσσεν
                                                                                                                                                                                                                                                                                                                                              161 ἔκ τε καὶ ὀψὲ τελεῖ σύν τε μεγάλῳ ἀπέτισαν
                                                                                                                                                                                                                                                                                                                                                162 σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                  163 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν
                                                                                                                                                                                                                                                                                                                                                    164 ἔσσεται ἦμαρ ὅτ᾽ ἄν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρὴ
                                                                                                                                                                                                                                                                                                                                                      ἔσσεται ἦμαρ ὅτ᾽ ἄν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρὴ
                                                                                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                                                                                        165 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο
                                                                                                                                                                                                                                                                                                                                                          166 Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
                                                                                                                                                                                                                                                                                                                                                            167 αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
                                                                                                                                                                                                                                                                                                                                                              168 τῆσδ᾽ ἀπάτης κοτέων τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα
                                                                                                                                                                                                                                                                                                                                                                169 ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε
                                                                                                                                                                                                                                                                                                                                                                  170 αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο
                                                                                                                                                                                                                                                                                                                                                                    171 καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην
                                                                                                                                                                                                                                                                                                                                                                      172 αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης
                                                                                                                                                                                                                                                                                                                                                                        173 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
                                                                                                                                                                                                                                                                                                                                                                          174 Ἀργείην Ἑλένην σέο δ᾽ὀστέα πύσει ἄρουρα
                                                                                                                                                                                                                                                                                                                                                                            175 κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ
                                                                                                                                                                                                                                                                                                                                                                              176 καί κέ τις ὧδ᾽ ἐρέει Τρώων ὑπερηνορεόντων
                                                                                                                                                                                                                                                                                                                                                                                177 τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                  178 αἴθ᾽ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει᾽ Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                    179 ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ᾽ Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                      180 καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                        181 σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον
                                                                                                                                                                                                                                                                                                                                                                                          182 ὥς ποτέ τις ἐρέει τότε μοι χάνοι εὐρεῖα χθών
                                                                                                                                                                                                                                                                                                                                                                                            183 τὸν δ᾽ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                              184 θάρσει μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                185 οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος ἀλλὰ πάροιθεν
                                                                                                                                                                                                                                                                                                                                                                                                  186 εἰρύσατο ζωστήρ τε παναίολος ἠδ᾽ ὑπένερθε
                                                                                                                                                                                                                                                                                                                                                                                                    187 ζῶμά τε καὶ μίτρη τὴν χαλκῆες κάμον ἄνδρες
                                                                                                                                                                                                                                                                                                                                                                                                      188 τὸν δ᾽ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                        189 αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε
                                                                                                                                                                                                                                                                                                                                                                                                          190 ἕλκος δ᾽ἰητὴρ ἐπιμάσσεται ἠδ᾽ ἐπιθήσει
                                                                                                                                                                                                                                                                                                                                                                                                            191 φάρμαχ᾽ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων
                                                                                                                                                                                                                                                                                                                                                                                                              192 ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                193 Ταλθύβι᾽ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
                                                                                                                                                                                                                                                                                                                                                                                                                  194 φῶτ᾽ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                    195 ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                      196 ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                        197 Τρώων ἢ Λυκίων τῷ μὲν κλέος ἄμμι δὲ πένθος
                                                                                                                                                                                                                                                                                                                                                                                                                          198 ὣς ἔφατ᾽ οὐδ᾽ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                            199 βῆ δ᾽ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                              200 παπταίνων ἥρωα Μαχάονα τὸν δὲ νόησεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                201 ἑσταότ᾽ ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  202 λαῶν οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    203 ἀγχοῦ δ᾽ἱστάμενος ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      204 ὄρσ᾽ Ἀσκληπιάδη καλέει κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        205 ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          206 ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            207 Τρώων ἢ Λυκίων τῷ μὲν κλέος ἄμμι δὲ πένθος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              208 ὣς φάτο τῷ δ᾽ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                209 βὰν δ᾽ἰέναι καθ᾽ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  210 ἀλλ᾽ ὅτε δή ῥ᾽ἵκανον ὅθι ξανθὸς Μενέλαος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    211 βλήμενος ἦν περὶ δ᾽αὐτὸν ἀγηγέραθ᾽ ὅσσοι ἄριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      212 κυκλόσ᾽ ὃ δ᾽ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        213 αὐτίκα δ᾽ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          214 τοῦ δ᾽ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            215 λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ᾽ ὑπένερθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              216 ζῶμά τε καὶ μίτρην τὴν χαλκῆες κάμον ἄνδρες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                217 αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ᾽ ἔμπεσε πικρὸς ὀϊστός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  218 αἷμ᾽ ἐκμυζήσας ἐπ᾽ ἄρ᾽ ἤπια φάρμακα εἰδὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    219 πάσσε τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      220 ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        221 τόφρα δ᾽ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          222 οἳ δ᾽αὖτις κατὰ τεύχε᾽ ἔδυν μνήσαντο δὲ χάρμης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            223 ἔνθ᾽ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              224 οὐδὲ καταπτώσσοντ᾽ οὐδ᾽ οὐκ ἐθέλοντα μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                225 ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  226 ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    227 καὶ τοὺς μὲν θεράπων ἀπάνευθ᾽ ἔχε φυσιόωντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      228 Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        229 τῷ μάλα πόλλ᾽ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          230 γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            231 αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              232 καί ῥ᾽οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                233 τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  234 Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    235 οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ᾽ ἀρωγός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      236 ἀλλ᾽ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        237 τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          238 ἡμεῖς αὖτ᾽ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            239 ἄξομεν ἐν νήεσσιν ἐπὴν πτολίεθρον ἕλωμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              240 οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                241 τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  242 Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    243 τίφθ᾽ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      244 αἵ τ᾽ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        245 ἑστᾶσ᾽ οὐδ᾽ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          246 ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            247 ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              248 εἰρύατ᾽ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                249 ὄφρα ἴδητ᾽ αἴ κ᾽ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  250 ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    251 ἦλθε δ᾽ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      252 οἳ δ᾽ἀμφ᾽ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        253 Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          254 Μηριόνης δ᾽ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            Μηριόνης δ᾽ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              Μηριόνης δ᾽ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´γ´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                255 τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  256 αὐτίκα δ᾽Ἰδομενῆα προσηύδα μειλιχίοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    257 Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      258 ἠμὲν ἐνὶ πτολέμῳ ἠδ᾽ ἀλλοίῳ ἐπὶ ἔργῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        259 ἠδ᾽ ἐν δαίθ᾽ ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          260 Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            261 εἴ περ γάρ τ᾽ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              262 δαιτρὸν πίνωσιν σὸν δὲ πλεῖον δέπας αἰεὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                263 ἕστηχ᾽ ὥς περ ἐμοί πιέειν ὅτε θυμὸς ἀνώγοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  264 ἀλλ᾽ ὄρσευ πόλεμον δ᾽οἷος πάρος εὔχεαι εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    265 τὸν δ᾽αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      266 Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        267 ἔσσομαι ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          268 ἀλλ᾽ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            ἀλλ᾽ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              269 ὄφρα τάχιστα μαχώμεθ᾽ ἐπεὶ σύν γ᾽ὅρκι᾽ ἔχευαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                270 Τρῶες τοῖσιν δ᾽αὖ θάνατος καὶ κήδε᾽ ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  271 ἔσσετ᾽ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    272 ὣς ἔφατ᾽ Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      273 ἦλθε δ᾽ἐπ᾽ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        274 τὼ δὲ κορυσσέσθην ἅμα δὲ νέφος εἵπετο πεζῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          275 ὡς δ᾽ὅτ᾽ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            276 ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              277 τῷ δέ τ᾽ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                278 φαίνετ᾽ ἰὸν κατὰ πόντον ἄγει δέ τε λαίλαπα πολλήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  279 ῥίγησέν τε ἰδών ὑπό τε σπέος ἤλασε μῆλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    280 τοῖαι ἅμ᾽ Αἰάντεσσι διοτρεφέων αἰζηῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      281 δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        282 κυάνεαι σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          283 καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            284 καί σφε‿ας φωνήσας ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              285 Αἴαντ᾽ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                286 σφῶϊ μέν οὐ γὰρ ἔοικ᾽ ὀτρυνέμεν οὔ τι κελεύω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  287 αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    288 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      289 τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        290 τώ κε τάχ᾽ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          291 χερσὶν ὑφ᾽ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            292 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ βῆ δὲ μετ᾽ ἄλλους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              293 ἔνθ᾽ ὅ γε Νέστορ᾽ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                294 οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    295 ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      296 Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        297 ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          298 πεζοὺς δ᾽ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            299 ἕρκος ἔμεν πολέμοιο κακοὺς δ᾽ἐς μέσσον ἔλασσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              300 ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                301 ἱππεῦσιν μὲν πρῶτ᾽ ἐπετέλλετο τοὺς γὰρ ἀνώγει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  302 σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    303 μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      304 οἶος πρόσθ᾽ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        305 μηδ᾽ ἀναχωρείτω ἀλαπαδνότεροι γὰρ ἔσεσθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          306 ὃς δέ κ᾽ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ᾽ ἅρμαθ᾽ ἵκηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            307 ἔγχει ὀρεξάσθω ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              308 ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε᾽ ἐπόρθε‿ον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                309 τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  310 ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      311 καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        312 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          313 ὦ γέρον εἴθ᾽ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            314 ὥς τοι γούναθ᾽ ἕποιτο βίη δέ τοι ἔμπεδος εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              315 ἀλλά σε γῆρας τείρει ὁμοίϊον ὡς ὄφελέν τις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                316 ἀνδρῶν ἄλλος ἔχειν σὺ δὲ κουροτέροισι μετεῖναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  317 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    318 Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      319 ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        320 ἀλλ᾽ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          321 εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            322 ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              323 βουλῇ καὶ μύθοισι τὸ γὰρ γέρας ἐστὶ γερόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                324 αἰχμὰς δ᾽αἰχμάσσουσι νεώτεροι οἵ περ ἐμεῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  325 ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    326 ὣς ἔφατ᾽ Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      327 εὗρ᾽ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        328 ἑσταότ᾽ ἀμφὶ δ᾽Ἀθηναῖοι μήστωρες ἀϋτῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          329 αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            330 πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              331 ἕστασαν οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                332 ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  333 Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν οἳ δὲ μένοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    334 ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      335 Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        336 τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          337 καί σφε‿ας φωνήσας ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            338 ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              339 καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                340 τίπτε καταπτώσσοντες ἀφέστατε μίμνετε δ᾽ἄλλους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  341 σφῶϊν μέν τ᾽ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    342 ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      343 πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        344 ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          345 ἔνθα φίλ᾽ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            346 οἴνου πινέμεναι μελιηδέος ὄφρ᾽ ἐθέλητον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              347 νῦν δὲ φίλως χ᾽ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                348 ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  349 τὸν δ᾽ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    350 Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      351 πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ᾽ Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        352 Τρωσὶν ἐφ᾽ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          353 ὄψεαι αἴ κ᾽ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            354 Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              355 Τρώων ἱπποδάμων σὺ δὲ ταῦτ᾽ ἀνεμώλια βάζεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                356 τὸν δ᾽ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  357 ὡς γνῶ χωομένοιο πάλιν δ᾽ὅ γε λάζετο μῦθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    358 διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      359 οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        360 οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          361 ἤπια δήνεα οἶδε τὰ γὰρ φρονέεις ἅ τ᾽ἐγώ περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            362 ἀλλ᾽ ἴθι ταῦτα δ᾽ὄπισθεν ἀρεσσόμεθ᾽ εἴ τι κακὸν νῦν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              363 εἴρηται τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                364 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ βῆ δὲ μετ᾽ ἄλλους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  365 εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδε‿α
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    366 ἑσταότ᾽ ἔν θ᾽ἵπποισι καὶ ἅρμασι κολλητοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      367 πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        368 καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          369 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            370 ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              371 τί πτώσσεις τί δ᾽ὀπιπεύεις πολέμοιο γεφύρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                372 οὐ μὲν Τυδέϊ γ᾽ὧδε φίλον πτωσκαζέμεν ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  373 ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    374 ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον οὐ γὰρ ἔγωγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      375 ἤντησ᾽ οὐδὲ ἴδον περὶ δ᾽ἄλλων φασὶ γενέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        376 ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          377 ξεῖνος ἅμ᾽ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            378 οἳ δὲ τότ᾽ ἐστρατόωνθ᾽ ἱερὰ πρὸς τείχεα Θήβης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              379 καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                380 οἳ δ᾽ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  381 ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    382 οἳ δ᾽ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      383 Ἀσωπὸν δ᾽ἵκοντο βαθύσχοινον λεχεποίην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        384 ἔνθ᾽ αὖτ᾽ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          385 αὐτὰρ ὃ βῆ πολέας δὲ κιχήσατο Καδμεΐωνας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            386 δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              387 ἔνθ᾽ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                388 τάρβει μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  389 ἀλλ᾽ ὅ γ᾽ἀεθλεύειν προκαλίζετο πάντα δ᾽ἐνίκα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ἀλλ᾽ ὅ γ᾽ἀεθλεύειν προκαλίζετο πάντα δ᾽ἐνίκα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      390 ῥηϊδίως τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        391 οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          392 ἂψ ἄρ᾽ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            393 κούρους πεντήκοντα δύω δ᾽ἡγήτορες ἦσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              394 Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                395 υἱός τ᾽Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  396 Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    397 πάντας ἔπεφν᾽ ἕνα δ᾽οἶον ἵει οἶκον δὲ νέεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      398 Μαίον᾽ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        399 τοῖος ἔην Τυδεὺς Αἰτώλιος ἀλλὰ τὸν υἱὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          400 γείνατο εἷο χέρεια μάχῃ ἀγορῇ δέ τ᾽ἀμείνω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            401 ὣς φάτο τὸν δ᾽οὔ τι προσέφη κρατερὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              402 αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                403 τὸν δ᾽υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  404 Ἀτρεΐδη μὴ ψεύδε᾽ ἐπιστάμενος σάφα εἰπεῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    405 ἡμεῖς τοι πατέρων μέγ᾽ ἀμείνονες εὐχόμεθ᾽ εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      406 ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        407 παυρότερον λαὸν ἀγαγόνθ᾽ ὑπὸ τεῖχος ἄρειον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          παυρότερον λαὸν ἀγαγόνθ᾽ ὑπὸ τεῖχος ἄρειον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            408 πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              409 κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                410 τὼ μή μοι πατέρας ποθ᾽ ὁμοίῃ ἔνθεο τιμῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  411 τὸν δ᾽ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    412 τέττα σιωπῇ ἧσο ἐμῷ δ᾽ἐπιπείθεο μύθῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      413 οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        414 ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          415 τούτῳ μὲν γὰρ κῦδος ἅμ᾽ ἕψεται εἴ κεν Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            416 Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              417 τούτῳ δ᾽αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                418 ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  419 ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    420 δεινὸν δ᾽ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      421 ὀρνυμένου ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        422 ὡς δ᾽ὅτ᾽ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          423 ὄρνυτ᾽ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            424 πόντῳ μέν τε πρῶτα κορύσσεται αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              425 χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει ἀμφὶ δέ τ᾽ἄκρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                426 κυρτὸν ἐὸν κορυφοῦται ἀποπτύει δ᾽ἁλὸς ἄχνην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  427 ὣς τότ᾽ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    428 νωλεμέως πόλεμον δέ κέλευε δὲ οἷσιν ἕκαστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      429 ἡγεμόνων οἳ δ᾽ἄλλοι ἀκὴν ἴσαν οὐδέ κε φαίης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        430 τόσσον λαὸν ἕπεσθαι ἔχοντ᾽ ἐν στήθεσιν αὐδήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          431 σιγῇ δειδιότες σημάντορας ἀμφὶ δὲ πᾶσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            432 τεύχεα ποικίλ᾽ ἔλαμπε τὰ εἱμένοι ἐστιχόωντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              433 Τρῶες δ᾽ὥς τ᾽ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                434 μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  435 ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    436 ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      437 οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ᾽ ἴα γῆρυς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        438 ἀλλὰ γλῶσσα μέμικτο πολύκλητοι δ᾽ἔσαν ἄνδρες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          439 ὄρσε δὲ τοὺς μὲν Ἄρης τοὺς δὲ γλαυκῶπις Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            440 Δεῖμός τ᾽ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              441 Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                442 ἥ τ᾽ὀλίγη μὲν πρῶτα κορύσσεται αὐτὰρ ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  443 οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    444 ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      445 ἐρχομένη καθ᾽ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        446 οἳ δ᾽ὅτε δή ῥ᾽ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          447 σύν ῥ᾽ἔβαλον ῥινούς σὺν δ᾽ἔγχεα καὶ μένε᾽ ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            448 χαλκεοθωρήκων ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              449 ἔπληντ᾽ ἀλλήλῃσι πολὺς δ᾽ὀρυμαγδὸς ὀρώρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                450 ἔνθα δ᾽ἅμ᾽ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  451 ὀλλύντων τε καὶ ὀλλυμένων ῥέε δ᾽αἵματι γαῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    452 ὡς δ᾽ὅτε χείμαρροι ποταμοὶ κατ᾽ ὄρεσφι ῥέοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      453 ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        454 κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          455 τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            456 ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              457 πρῶτος δ᾽Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                458 ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  459 τόν ῥ᾽ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    460 ἐν δὲ μετώπῳ πῆξε πέρησε δ᾽ἄρ᾽ ὀστέον εἴσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      461 αἰχμὴ χαλκείη τὸν δὲ σκότος ὄσσε κάλυψεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        462 ἤριπε δ᾽ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          463 τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            464 Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              465 ἕλκε δ᾽ὑπ᾽ ἐκ βελέων λελιημένος ὄφρα τάχιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                466 τεύχεα συλήσειε μίνυνθα δέ οἱ γένεθ᾽ ὁρμή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  467 νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    468 πλευρά τά οἱ κύψαντι παρ᾽ ἀσπίδος ἐξεφαάνθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      469 οὔτησε ξυστῷ χαλκήρεϊ λῦσε δὲ γυῖα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        470 ὣς τὸν μὲν λίπε θυμός ἐπ᾽ αὐτῷ δ᾽ἔργον ἐτύχθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          471 ἀργαλέον Τρώων καὶ Ἀχαιῶν οἳ δὲ λύκοι ὣς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            472 ἀλλήλοις ἐπόρουσαν ἀνὴρ δ᾽ἄνδρ᾽ ἐδνοπάλιζεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              473 ἔνθ᾽ ἔβαλ᾽ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                474 ἠΐθεον θαλερὸν Σιμοείσιον ὅν ποτε μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  475 Ἴδηθεν κατιοῦσα παρ᾽ ὄχθῃσιν Σιμόεντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    476 γείνατ᾽ ἐπεί ῥα τοκεῦσιν ἅμ᾽ ἕσπετο μῆλα ἰδέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      477 τοὔνεκά μιν κάλεον Σιμοείσιον οὐδὲ τοκεῦσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        478 θρέπτρα φίλοις ἀπέδωκε μινυνθάδιος δέ οἱ αἰὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          479 ἔπλεθ᾽ ὑπ᾽ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            480 πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              481 δεξιόν ἀντικρὺ δὲ δι᾽ ὤμου χάλκεον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                482 ἦλθεν ὁ δ᾽ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  483 ἥ ῥά τ᾽ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    484 λείη ἀτάρ τέ οἱ ὄζοι ἐπ᾽ ἀκροτάτῃ πεφύασι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      485 τὴν μέν θ᾽ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        486 ἐξέταμ᾽ ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          487 ἣ μέν τ᾽ἀζομένη κεῖται ποταμοῖο παρ᾽ ὄχθας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            488 τοῖον ἄρ᾽ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              489 Αἴας διογενής τοῦ δ᾽Ἄντιφος αἰολοθώρηξ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                490 Πριαμίδης καθ᾽ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  491 τοῦ μὲν ἅμαρθ᾽ ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    492 βεβλήκει βουβῶνα νέκυν ἑτέρωσ᾽ ἐρύοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      493 ἤριπε δ᾽ἀμφ᾽ αὐτῷ νεκρὸς δέ οἱ ἔκπεσε χειρός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        494 τοῦ δ᾽Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          495 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            496 στῆ δὲ μάλ᾽ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              497 ἀμφὶ ἓ παπτήνας ὑπὸ δὲ Τρῶες κεκάδοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                ἀμφὶ ἓ παπτήνας ὑπὸ δὲ Τρῶες κεκάδοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  498 ἀνδρὸς ἀκοντίσσαντος ὃ δ᾽οὐχ ἅλιον βέλος ἧκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    499 ἀλλ᾽ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      500 ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ᾽ ἵππων ὠκειάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        501 τόν ῥ᾽Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          502 κόρσην ἣ δ᾽ἑτέροιο διὰ κροτάφοιο πέρησεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            503 αἰχμὴ χαλκείη τὸν δὲ σκότος ὄσσε κάλυψε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              504 δούπησεν δὲ πεσών ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                505 χώρησαν δ᾽ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  506 Ἀργεῖοι δὲ μέγα ἴαχον ἐρύσαντο δὲ νεκρούς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    507 ἴθυσαν δὲ πολὺ προτέρω νεμέσησε δ᾽Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      508 Περγάμου ἐκκατιδών Τρώεσσι δὲ κέκλετ᾽ ἀΰσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        509 ὄρνυσθ᾽ ἱππόδαμοι Τρῶες μηδ᾽ εἴκετε χάρμης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          510 Ἀργείοις ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            511 χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              512 οὐ μὰν οὐδ᾽ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                513 μάρναται ἀλλ᾽ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  514 ὣς φάτ᾽ ἀπὸ πτόλιος δεινὸς θεός αὐτὰρ Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    515 ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      516 ἐρχομένη καθ᾽ ὅμιλον ὅθι μεθιέντας ἴδοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        517 ἔνθ᾽ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          518 χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            519 κνήμην δεξιτερήν βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              520 Πείρως Ἰμβρασίδης ὃς ἄρ᾽ Αἰνόθεν εἰληλούθει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                521 ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  522 ἄχρις ἀπηλοίησεν ὃ δ᾽ὕπτιος ἐν κονίῃσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    523 κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      524 θυμὸν ἀποπνείων ὃ δ᾽ἐπέδραμεν ὅς ῥ᾽ἔβαλέν περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        θυμὸν ἀποπνείων ὃ δ᾽ἐπέδραμεν ὅς ῥ᾽ἔβαλέν περ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          525 Πείροος οὖτα δὲ δουρὶ παρ᾽ ὀμφαλόν ἐκ δ᾽ἄρα πᾶσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            526 χύντο χαμαὶ χολάδες τὸν δὲ σκότος ὄσσε κάλυψε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              527 τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                528 στέρνον ὑπὲρ μαζοῖο πάγη δ᾽ἐν πνεύμονι χαλκός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  529 ἀγχίμολον δέ οἱ ἦλθε Θόας ἐκ δ᾽ὄβριμον ἔγχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    530 ἐσπάσατο στέρνοιο ἐρύσσατο δὲ ξίφος ὀξύ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      531 τῷ ὅ γε γαστέρα τύψε μέσην ἐκ δ᾽αἴνυτο θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        532 τεύχεα δ᾽οὐκ ἀπέδυσε περίστησαν γὰρ ἑταῖροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          533 Θρήϊκες ἀκρόκομοι δολίχ᾽ ἔγχεα χερσὶν ἔχοντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            534 οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              535 ὦσαν ἀπὸ σφείων ὃ δὲ χασσάμενος πελεμίχθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                536 ὣς τώ γ᾽ἐν κονίῃσι παρ᾽ ἀλλήλοισι τετάσθην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  537 ἤτοι ὃ μὲν Θρῃκῶν ὃ δ᾽Ἐπειῶν χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    538 ἡγεμόνες πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      539 ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        540 ὅς τις ἔτ᾽ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          541 δινεύοι κατὰ μέσσον ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            542 χειρὸς ἑλοῦσ᾽ αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              543 πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                544 πρηνέες ἐν κονίῃσι παρ᾽ ἀλλήλοισι τέταντο