Index

ΙΛΙΑΔΟΣ Ζ


1 Τρώων δ᾽οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή
    2 πολλὰ δ᾽ἄρ᾽ ἔνθα καὶ ἔνθ᾽ ἴθυσε μάχη πεδίοιο
      πολλὰ δ᾽ἄρ᾽ ἔνθα καὶ ἔνθ᾽ ἴθυσε μάχη πεδίοιο
        α´β´
        3 ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
          4 μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων
            5 Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
              6 Τρώων ῥῆξε φάλαγγα φόως δ᾽ἑτάροισιν ἔθηκεν
                7 ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
                  8 υἱὸν Ἐϋσσώρου Ἀκάμαντ᾽ ἠΰν τε μέγαν τε
                    9 τόν ῥ᾽ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης
                      10 ἐν δὲ μετώπῳ πῆξε πέρησε δ᾽ἄρ᾽ ὀστέον εἴσω
                        11 αἰχμὴ χαλκείη τὸν δὲ σκότος ὄσσε κάλυψεν
                          12 Ἄξυλον δ᾽ἄρ᾽ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
                            13 Τευθρανίδην ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
                              14 ἀφνειὸς βιότοιο φίλος δ᾽ἦν ἀνθρώποισι
                                15 πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων
                                  16 ἀλλά οἱ οὔ τις τῶν γε τότ᾽ ἤρκεσε λυγρὸν ὄλεθρον
                                    17 πρόσθεν ὑπαντιάσας ἀλλ᾽ ἄμφω θυμὸν ἀπηύρα
                                      18 αὐτὸν καὶ θεράποντα Καλήσιον ὅς ῥα τόθ᾽ ἵππων
                                        19 ἔσκεν ὑφηνίοχος τὼ δ᾽ἄμφω γαῖαν ἐδύτην
                                          20 Δρῆσον δ᾽Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε
                                            21 βῆ δὲ μετ᾽ Αἴσηπον καὶ Πήδασον οὕς ποτε νύμφη
                                              22 νηῒς Ἀβαρβαρέη τέκ᾽ ἀμύμονι Βουκολίωνι
                                                23 Βουκολίων δ᾽ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
                                                  24 πρεσβύτατος γενεῇ σκότιον δέ ἑ γείνατο μήτηρ
                                                    25 ποιμαίνων δ᾽ἐπ᾽ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ
                                                      26 ἣ δ᾽ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε
                                                        27 καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
                                                          28 Μηκιστηϊάδης καὶ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα
                                                            29 Ἀστύαλον δ᾽ἄρ᾽ ἔπεφνε μενεπτόλεμος Πολυποίτης
                                                              30 Πιδύτην δ᾽Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
                                                                31 ἔγχεϊ χαλκείῳ Τεῦκρος δ᾽Ἀρετάονα δῖον
                                                                  32 Ἀντίλοχος δ᾽Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
                                                                    33 Νεστορίδης Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                      34 ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ᾽ ὄχθας
                                                                        35 Πήδασον αἰπεινήν Φύλακον δ᾽ἕλε Λήϊτος ἥρως
                                                                          36 φεύγοντ᾽ Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν
                                                                            37 Ἄδρηστον δ᾽ἄρ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
                                                                              38 ζωὸν ἕλ᾽ ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
                                                                                39 ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
                                                                                  40 ἄξαντ᾽ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
                                                                                    41 πρὸς πόλιν ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο
                                                                                      42 αὐτὸς δ᾽ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
                                                                                        43 πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα πὰρ δέ οἱ ἔστη
                                                                                          44 Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος
                                                                                            45 Ἄδρηστος δ᾽ἄρ᾽ ἔπειτα λαβὼν ἐἰλίσσετο γούνων
                                                                                              46 ζώγρει Ἀτρέος υἱέ σὺ δ᾽ἄξια δέξαι ἄποινα
                                                                                                47 πολλὰ δ᾽ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
                                                                                                  48 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος
                                                                                                    49 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα
                                                                                                      50 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν
                                                                                                        51 ὣς φάτο τῷ δ᾽ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε
                                                                                                          52 καὶ δή μιν τάχ᾽ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
                                                                                                            53 δώσειν ᾧ θεράποντι καταξέμεν ἀλλ᾽ Ἀγαμέμνων
                                                                                                              54 ἀντίος ἦλθε θέων καὶ ὁμοκλήσας ἔπος ηὔδα
                                                                                                                55 ὦ πέπον ὦ Μενέλαε τί ἢ δὲ σὺ κήδεαι οὕτως
                                                                                                                  56 ἀνδρῶν ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
                                                                                                                    57 πρὸς Τρώων τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
                                                                                                                      58 χεῖράς θ᾽ἡμετέρας μηδ᾽ ὅν τινα γαστέρι μήτηρ
                                                                                                                        59 κοῦρον ἐόντα φέροι μηδ᾽ ὃς φύγοι ἀλλ᾽ ἅμα πάντες
                                                                                                                          60 Ἰλίου ἐξαπολοίατ᾽ ἀκήδεστοι καὶ ἄφαντοι
                                                                                                                            61 ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
                                                                                                                              62 αἴσιμα παρειπών ὃ δ᾽ἀπὸ ἕθεν ὤσατο χειρὶ
                                                                                                                                63 ἥρω᾽ Ἄδρηστον τὸν δὲ κρείων Ἀγαμέμνων
                                                                                                                                  64 οὖτα κατὰ λαπάρην ὃ δ᾽ἀνετράπετ᾽ Ἀτρεΐδης δὲ
                                                                                                                                    65 λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος
                                                                                                                                      66 Νέστωρ δ᾽Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας
                                                                                                                                        67 ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
                                                                                                                                          68 μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
                                                                                                                                            69 μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται
                                                                                                                                              70 ἀλλ᾽ ἄνδρας κτείνωμεν ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
                                                                                                                                                71 νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας
                                                                                                                                                  72 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου
                                                                                                                                                    73 ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν
                                                                                                                                                      ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν
                                                                                                                                                        ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν
                                                                                                                                                          α´β´γ´
                                                                                                                                                          74 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες
                                                                                                                                                            75 εἰ μὴ ἄρ᾽ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς
                                                                                                                                                              76 Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ᾽ ἄριστος
                                                                                                                                                                77 Αἰνεία τε καὶ Ἕκτορ ἐπεὶ πόνος ὔμμι μάλιστα
                                                                                                                                                                  78 Τρώων καὶ Λυκίων ἐγκέκλιται οὕνεκ᾽ ἄριστοι
                                                                                                                                                                    79 πᾶσαν ἐπ᾽ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε
                                                                                                                                                                      πᾶσαν ἐπ᾽ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε
                                                                                                                                                                        α´β´
                                                                                                                                                                        80 στῆτ᾽ αὐτοῦ καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
                                                                                                                                                                          81 πάντῃ ἐποιχόμενοι πρὶν αὖτ᾽ ἐν χερσὶ γυναικῶν
                                                                                                                                                                            82 φεύγοντας πεσέειν δηΐοισι δὲ χάρμα γενέσθαι
                                                                                                                                                                              83 αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας
                                                                                                                                                                                84 ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ᾽ αὖθι μένοντες
                                                                                                                                                                                  85 καὶ μάλα τειρόμενοί περ ἀναγκαίη γὰρ ἐπείγει
                                                                                                                                                                                    86 Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο εἰπὲ δ᾽ἔπειτα
                                                                                                                                                                                      87 μητέρι σῇ καὶ ἐμῇ ἣ δὲ ξυνάγουσα γεραιὰς
                                                                                                                                                                                        88 νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
                                                                                                                                                                                          89 οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
                                                                                                                                                                                            οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                              90 πέπλον ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
                                                                                                                                                                                                91 εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ
                                                                                                                                                                                                  92 θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο
                                                                                                                                                                                                    93 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
                                                                                                                                                                                                      94 ἤνις ἠκέστας ἱερευσέμεν αἴ κ᾽ἐλεήσῃ
                                                                                                                                                                                                        95 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα
                                                                                                                                                                                                          96 ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
                                                                                                                                                                                                            ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                              97 ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο
                                                                                                                                                                                                                98 ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι
                                                                                                                                                                                                                  99 οὐδ᾽ Ἀχιλῆά ποθ᾽ ὧδέ γ᾽ἐδείδιμεν ὄρχαμον ἀνδρῶν
                                                                                                                                                                                                                    100 ὅν πέρ φασι θεᾶς ἐξέμμεναι ἀλλ᾽ ὅδε λίην
                                                                                                                                                                                                                      101 μαίνεται οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν
                                                                                                                                                                                                                        102 ὣς ἔφαθ᾽ Ἕκτωρ δ᾽οὔ τι κασιγνήτῳ ἀπίθησεν
                                                                                                                                                                                                                          103 αὐτίκα δ᾽ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
                                                                                                                                                                                                                            104 πάλλων δ᾽ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
                                                                                                                                                                                                                              105 ὀτρύνων μαχέσασθαι ἔγειρε δὲ φύλοπιν αἰνήν
                                                                                                                                                                                                                                106 οἳ δ᾽ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν
                                                                                                                                                                                                                                  107 Ἀργεῖοι δ᾽ὑπεχώρησαν λῆξαν δὲ φόνοιο
                                                                                                                                                                                                                                    108 φὰν δέ τιν᾽ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
                                                                                                                                                                                                                                      109 Τρωσὶν ἀλεξήσοντα κατελθέμεν ὡς ἐλέλιχθεν
                                                                                                                                                                                                                                        110 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
                                                                                                                                                                                                                                          111 Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ᾽ἐπίκουροι
                                                                                                                                                                                                                                            112 ἀνέρες ἔστε φίλοι μνήσασθε δὲ θούριδος ἀλκῆς
                                                                                                                                                                                                                                              113 ὄφρ᾽ ἂν ἐγὼ βείω προτὶ Ἴλιον ἠδὲ γέρουσιν
                                                                                                                                                                                                                                                114 εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
                                                                                                                                                                                                                                                  115 δαίμοσιν ἀρήσασθαι ὑποσχέσθαι δ᾽ἑκατόμβας
                                                                                                                                                                                                                                                    116 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                      117 ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
                                                                                                                                                                                                                                                        118 ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης
                                                                                                                                                                                                                                                          119 Γλαῦκος δ᾽Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
                                                                                                                                                                                                                                                            120 ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
                                                                                                                                                                                                                                                              121 οἳ δ᾽ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντε
                                                                                                                                                                                                                                                                122 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης
                                                                                                                                                                                                                                                                  123 τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων
                                                                                                                                                                                                                                                                    124 οὐ μὲν γάρ ποτ᾽ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
                                                                                                                                                                                                                                                                      125 τὸ πρίν ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
                                                                                                                                                                                                                                                                        126 σῷ θάρσει ὅ τ᾽ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας
                                                                                                                                                                                                                                                                          127 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν
                                                                                                                                                                                                                                                                            128 εἰ δέ τις ἀθανάτων γε κατ᾽ οὐρανοῦ εἰλήλουθας
                                                                                                                                                                                                                                                                              129 οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην
                                                                                                                                                                                                                                                                                130 οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
                                                                                                                                                                                                                                                                                  131 δὴν ἦν ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν
                                                                                                                                                                                                                                                                                    132 ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
                                                                                                                                                                                                                                                                                      ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                        133 σεῦε κατ᾽ ἠγάθεον Νυσήϊον αἳ δ᾽ἅμα πᾶσαι
                                                                                                                                                                                                                                                                                          σεῦε κατ᾽ ἠγάθεον Νυσήϊον αἳ δ᾽ἅμα πᾶσαι
                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                            134 θύσθλα χαμαὶ κατέχευαν ὑπ᾽ ἀνδροφόνοιο Λυκούργου
                                                                                                                                                                                                                                                                                              135 θεινόμεναι βουπλῆγι Διώνυσος δὲ φοβηθεὶς
                                                                                                                                                                                                                                                                                                136 δύσεθ᾽ ἁλὸς κατὰ κῦμα Θέτις δ᾽ὑπεδέξατο κόλπῳ
                                                                                                                                                                                                                                                                                                  137 δειδιότα κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ
                                                                                                                                                                                                                                                                                                    138 τῷ μὲν ἔπειτ᾽ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες
                                                                                                                                                                                                                                                                                                      139 καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
                                                                                                                                                                                                                                                                                                        140 ἦν ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν
                                                                                                                                                                                                                                                                                                          141 οὐδ᾽ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι
                                                                                                                                                                                                                                                                                                            142 εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν
                                                                                                                                                                                                                                                                                                              143 ἆσσον ἴθ᾽ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ᾽ ἵκηαι
                                                                                                                                                                                                                                                                                                                144 τὸν δ᾽αὖθ᾽ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός
                                                                                                                                                                                                                                                                                                                  145 Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις
                                                                                                                                                                                                                                                                                                                    146 οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                      147 φύλλα τὰ μέν τ᾽ἄνεμος χαμάδις χέει ἄλλα δέ θ᾽ὕλη
                                                                                                                                                                                                                                                                                                                        148 τηλεθόωσα φύει ἔαρος δ᾽ἐπιγίγνεται ὥρη
                                                                                                                                                                                                                                                                                                                          149 ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ᾽ἀπολήγει
                                                                                                                                                                                                                                                                                                                            150 εἰ δ᾽ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ᾽ ἐῢ εἰδῇς
                                                                                                                                                                                                                                                                                                                              151 ἡμετέρην γενεήν πολλοὶ δέ μιν ἄνδρες ἴσασιν
                                                                                                                                                                                                                                                                                                                                152 ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο
                                                                                                                                                                                                                                                                                                                                  153 ἔνθα δὲ Σίσυφος ἔσκεν ὃ κέρδιστος γένετ᾽ ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                    154 Σίσυφος Αἰολίδης ὃ δ᾽ἄρα Γλαῦκον τέκεθ᾽ υἱόν
                                                                                                                                                                                                                                                                                                                                      155 αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην
                                                                                                                                                                                                                                                                                                                                        156 τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
                                                                                                                                                                                                                                                                                                                                          157 ὤπασαν αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ
                                                                                                                                                                                                                                                                                                                                            158 ὅς ῥ᾽ἐκ δήμου ἔλασσεν ἐπεὶ πολὺ φέρτερος ἦεν
                                                                                                                                                                                                                                                                                                                                              159 Ἀργείων Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε
                                                                                                                                                                                                                                                                                                                                                160 τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ᾽ Ἄντεια
                                                                                                                                                                                                                                                                                                                                                  161 κρυπταδίῃ φιλότητι μιγήμεναι ἀλλὰ τὸν οὔ τι
                                                                                                                                                                                                                                                                                                                                                    162 πεῖθ᾽ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην
                                                                                                                                                                                                                                                                                                                                                      163 ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα
                                                                                                                                                                                                                                                                                                                                                        164 τεθναίης ὦ Προῖτ᾽ ἢ κάκτανε Βελλεροφόντην
                                                                                                                                                                                                                                                                                                                                                          165 ὅς μ᾽ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ
                                                                                                                                                                                                                                                                                                                                                            166 ὣς φάτο τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε
                                                                                                                                                                                                                                                                                                                                                              167 κτεῖναι μέν ῥ᾽ἀλέεινε σεβάσσατο γὰρ τό γε θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                168 πέμπε δέ μιν Λυκίην δέ πόρεν δ᾽ὅ γε σήματα λυγρὰ
                                                                                                                                                                                                                                                                                                                                                                  169 γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά
                                                                                                                                                                                                                                                                                                                                                                    170 δεῖξαι δ᾽ἠνώγειν ᾧ πενθερῷ ὄφρ᾽ ἀπόλοιτο
                                                                                                                                                                                                                                                                                                                                                                      171 αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ᾽ ἀμύμονι πομπῇ
                                                                                                                                                                                                                                                                                                                                                                        172 ἀλλ᾽ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα
                                                                                                                                                                                                                                                                                                                                                                          173 προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης
                                                                                                                                                                                                                                                                                                                                                                            174 ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν
                                                                                                                                                                                                                                                                                                                                                                              175 ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς
                                                                                                                                                                                                                                                                                                                                                                                176 καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                  177 ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο
                                                                                                                                                                                                                                                                                                                                                                                    178 αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ
                                                                                                                                                                                                                                                                                                                                                                                      179 πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
                                                                                                                                                                                                                                                                                                                                                                                        180 πεφνέμεν ἣ δ᾽ἄρ᾽ ἔην θεῖον γένος οὐδ᾽ ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                          181 πρόσθε λέων ὄπιθεν δὲ δράκων μέσση δὲ χίμαιρα
                                                                                                                                                                                                                                                                                                                                                                                            182 δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                              δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                183 καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας
                                                                                                                                                                                                                                                                                                                                                                                                  184 δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                    185 καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                      186 τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας
                                                                                                                                                                                                                                                                                                                                                                                                        187 τῷ δ᾽ἄρ᾽ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε
                                                                                                                                                                                                                                                                                                                                                                                                          188 κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
                                                                                                                                                                                                                                                                                                                                                                                                            189 εἷσε λόχον τοὶ δ᾽οὔ τι πάλιν οἶκον δὲ νέοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                              190 πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης
                                                                                                                                                                                                                                                                                                                                                                                                                191 ἀλλ᾽ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                  192 αὐτοῦ μιν κατέρυκε δίδου δ᾽ὅ γε θυγατέρα ἥν
                                                                                                                                                                                                                                                                                                                                                                                                                    193 δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                      194 καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                        195 καλὸν φυταλιῆς καὶ ἀρούρης ὄφρα νέμοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                          196 ἣ δ᾽ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                            197 Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                              198 Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                199 ἣ δ᾽ἔτεκ᾽ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  200 ἀλλ᾽ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    201 ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      202 ὃν θυμὸν κατέδων πάτον ἀνθρώπων ἀλεείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        203 Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          204 μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            205 τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              206 Ἱππόλοχος δέ μ᾽ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                207 πέμπε δέ μ᾽ἐς Τροίην καί μοι μάλα πόλλ᾽ ἐπέτελλεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  208 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    209 μηδὲ γένος πατέρων αἰσχυνέμεν οἳ μέγ᾽ ἄριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      210 ἔν τ᾽Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        211 ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          212 ὣς φάτο γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            213 ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              214 αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                215 ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  216 Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    217 ξείνισ᾽ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ᾽ ἐρύξας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      218 οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        219 Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          220 Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            221 καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ᾽ ἐμοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              222 Τυδέα δ᾽οὐ μέμνημαι ἐπεί μ᾽ἔτι τυτθὸν ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                223 κάλλιφ᾽ ὅτ᾽ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  224 τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    225 εἰμί σὺ δ᾽ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      226 ἔγχεα δ᾽ἀλλήλων ἀλεώμεθα καὶ δι᾽ ὁμίλου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        227 πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ᾽ἐπίκουροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          228 κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            229 πολλοὶ δ᾽αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              230 τεύχεα δ᾽ἀλλήλοις ἐπαμείψομεν ὄφρα καὶ οἵδε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                231 γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ᾽ εἶναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  232 ὣς ἄρα φωνήσαντε καθ᾽ ἵππων ἀΐξαντε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    233 χεῖράς τ᾽ἀλλήλων λαβέτην καὶ πιστώσαντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      234 ἔνθ᾽ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        235 ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε᾽ ἄμειβε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          236 χρύσεα χαλκείων ἑκατόμβοι᾽ ἐννεαβοίων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            237 Ἕκτωρ δ᾽ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              238 ἀμφ᾽ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                239 εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  240 καὶ πόσιας ὃ δ᾽ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    241 πάσας ἑξείης πολλῇσι δὲ κήδε᾽ ἐφῆπτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      242 ἀλλ᾽ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ᾽ ἵκανε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        243 ξεστῇς αἰθούσῃσι τετυγμένον αὐτὰρ ἐν αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          244 πεντήκοντ᾽ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            245 πλησίον ἀλλήλων δεδμημένοι ἔνθα δὲ παῖδες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              246 κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                247 κουράων δ᾽ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  248 δώδεκ᾽ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    249 πλησίον ἀλλήλων δεδμημένοι ἔνθα δὲ γαμβροὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      250 κοιμῶντο Πριάμοιο παρ᾽ αἰδοίῃς ἀλόχοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        251 ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          252 Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            253 ἔν τ᾽ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ἔφατ᾽ ἔκ τ᾽ὀνόμαζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              254 τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                255 ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  256 μαρνάμενοι περὶ ἄστυ σὲ δ᾽ἐνθάδε θυμὸς ἀνῆκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    257 ἐλθόντ᾽ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      258 ἀλλὰ μέν᾽ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        259 ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          260 πρῶτον ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            261 ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              262 ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                263 τὴν δ᾽ἠμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  264 μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    265 μή μ᾽ἀπογυιώσῃς μένεος ἀλκῆς τε λάθωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      266 χερσὶ δ᾽ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        267 ἅζομαι οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          268 αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            269 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              270 ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                271 πέπλον δ᾽ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  272 ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    273 τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      274 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        275 ἤνις ἠκέστας ἱερευσέμεν αἴ κ᾽ἐλεήσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          276 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            277 αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                278 ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  279 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    280 ἔρχευ ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      281 αἴ κ᾽ἐθέλῃσ᾽ εἰπόντος ἀκουέμεν ὥς κέ οἱ αὖθι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        282 γαῖα χάνοι μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          283 Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            284 εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ᾽ Ἄϊδος εἴσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              285 φαίην κε φρέν᾽ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                286 ὣς ἔφαθ᾽ ἣ δὲ μολοῦσα ποτὶ μέγαρ᾽ ἀμφιπόλοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  287 κέκλετο ταὶ δ᾽ἄρ᾽ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    288 αὐτὴ δ᾽ἐς θάλαμον κατεβήσετο κηώεντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      289 ἔνθ᾽ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        290 Σιδονίων τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          291 ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            292 τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              293 τῶν ἕν᾽ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                294 ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  295 ἀστὴρ δ᾽ὣς ἀπέλαμπεν ἔκειτο δὲ νείατος ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    296 βῆ δ᾽ἰέναι πολλαὶ δὲ μετεσσεύοντο γεραιαί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      297 αἱ δ᾽ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        298 τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            299 Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              300 τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                301 αἳ δ᾽ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  302 ἣ δ᾽ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    303 θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      304 εὐχομένη δ᾽ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        305 πότνι᾽ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          306 ἆξον δὴ ἔγχος Διομήδεος ἠδὲ καὶ αὐτὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            307 πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              308 ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                309 ἤνις ἠκέστας ἱερεύσομεν αἴ κ᾽ἐλεήσῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  310 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    311 ὣς ἔφατ᾽ εὐχομένη ἀνένευε δὲ Παλλὰς Ἀθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      312 ὣς αἳ μέν ῥ᾽εὔχοντο Διὸς κούρῃ μεγάλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        313 Ἕκτωρ δὲ πρὸς δώματ᾽ Ἀλεξάνδροιο βεβήκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          314 καλά τά ῥ᾽αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ᾽ ἄριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            315 ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              316 οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                317 ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  318 ἔνθ᾽ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος ἐν δ᾽ἄρα χειρὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    319 ἔγχος ἔχ᾽ ἑνδεκάπηχυ πάροιθε δὲ λάμπετο δουρὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      320 αἰχμὴ χαλκείη περὶ δὲ χρύσεος θέε πόρκης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        321 τὸν δ᾽εὗρ᾽ ἐν θαλάμῳ περικαλλέα τεύχε᾽ ἕποντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          322 ἀσπίδα καὶ θώρηκα καὶ ἀγκύλα τόξ᾽ ἁφόωντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            323 Ἀργείη δ᾽Ἑλένη μετ᾽ ἄρα δμῳῇσι γυναιξὶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              324 ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                325 τὸν δ᾽Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  326 δαιμόνι᾽ οὐ μὲν καλὰ χόλον τόνδ᾽ ἔνθεο θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    327 λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      328 μαρνάμενοι σέο δ᾽εἵνεκ᾽ ἀϋτή τε πτόλεμός τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        329 ἄστυ τόδ᾽ ἀμφιδέδηε σὺ δ᾽ἂν μαχέσαιο καὶ ἄλλῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          330 ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            331 ἀλλ᾽ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              332 τὸν δ᾽αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                333 Ἕκτορ ἐπεί με κατ᾽ αἶσαν ἐνείκεσας οὐδ᾽ ὑπὲρ αἶσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  334 τοὔνεκά τοι ἐρέω σὺ δὲ σύνθεο καί μευ ἄκουσον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    335 οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      336 ἥμην ἐν θαλάμῳ ἔθελον δ᾽ἄχεϊ προτραπέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        337 νῦν δέ με παρειποῦσ᾽ ἄλοχος μαλακοῖς ἐπέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          338 ὅρμησ᾽ ἐς πόλεμον δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            339 λώϊον ἔσσεσθαι νίκη δ᾽ἐπαμείβεται ἄνδρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              340 ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον Ἀρήϊα τεύχεα δύω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                341 ἢ ἴθ᾽ ἐγὼ δὲ μέτειμι κιχήσεσθαι δέ σ᾽ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  342 ὣς φάτο τὸν δ᾽οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    343 τὸν δ᾽Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      344 δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        345 ὥς μ᾽ὄφελ᾽ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          346 οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            347 εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              348 ἔνθά με κῦμ᾽ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                349 αὐτὰρ ἐπεὶ τάδε γ᾽ὧδε θεοὶ κακὰ τεκμήραντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  350 ἀνδρὸς ἔπειτ᾽ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    351 ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ᾽ ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      352 τούτῳ δ᾽οὔτ᾽ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ᾽ ἄρ᾽ ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        353 ἔσσονται τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          354 ἀλλ᾽ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ᾽ ἐπὶ δίφρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            355 δᾶερ ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              356 εἵνεκ᾽ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                357 οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον ὡς καὶ ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  358 ἀνθρώποισι πελώμεθ᾽ ἀοίδιμοι ἐσσομένοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    359 τὴν δ᾽ἠμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      360 μή με κάθιζ᾽ Ἑλένη φιλέουσά περ οὐδέ με πείσεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        361 ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ᾽ ἐπαμύνω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          362 Τρώεσσ᾽ οἳ μέγ᾽ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            363 ἀλλὰ σύ γ᾽ὄρνυθι τοῦτον ἐπειγέσθω δὲ καὶ αὐτός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              364 ὥς κεν ἔμ᾽ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                365 καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  366 οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    367 οὐ γὰρ οἶδ᾽ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      368 ἦ ἤδη μ᾽ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        369 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          370 αἶψα δ᾽ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάοντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            371 οὐδ᾽ εὗρ᾽ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              372 ἀλλ᾽ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                373 πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  374 Ἕκτωρ δ᾽ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    375 ἔστη ἐπ᾽ οὐδὸν ἰών μετὰ δὲ δμῳῇσιν ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      376 εἰ δ᾽ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        377 πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          378 ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            379 ἢ ἐς Ἀθηναίης ἐξοίχεται ἔνθά περ ἄλλαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              380 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                381 τὸν δ᾽αὖτ᾽ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  382 Ἕκτορ ἐπεὶ μάλ᾽ ἄνωγας ἀληθέα μυθήσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    383 οὔτέ πῃ ἐς γαλόων οὔτ᾽ εἰνατέρων ἐϋπέπλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      384 οὔτ᾽ ἐς Ἀθηναίης ἐξοίχεται ἔνθά περ ἄλλαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        385 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          386 ἀλλ᾽ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου οὕνεκ᾽ ἄκουσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            387 τείρεσθαι Τρῶας μέγα δὲ κράτος εἶναι Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              388 ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                389 μαινομένῃ ἐϊκυῖα φέρει δ᾽ἅμα παῖδα τιθήνη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  390 ἦ ῥα γυνὴ ταμίη ὃ δ᾽ἀπέσσυτο δώματος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    391 τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ᾽ ἀγυιάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      392 εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´γ´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            393 Σκαιάς τῇ ἄρ᾽ ἔμελλε διεξίμεναι πεδίον δέ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              394 ἔνθ᾽ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                395 Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  396 Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        α´β´γ´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        397 Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ᾽ ἄνδρεσσιν ἀνάσσων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          398 τοῦ περ δὴ θυγάτηρ ἔχεθ᾽ Ἕκτορι χαλκοκορυστῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            399 ἥ οἱ ἔπειτ᾽ ἤντησ᾽ ἅμα δ᾽ἀμφίπολος κίεν αὐτῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              400 παῖδ᾽ ἐπὶ κόλπῳ ἔχουσ᾽ ἀταλάφρονα νήπιον αὔτως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                401 Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  402 τόν ῥ᾽Ἕκτωρ καλέεσκε Σκαμάνδριον αὐτὰρ οἱ ἄλλοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    403 Ἀστυάνακτ᾽ οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      404 ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        405 Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          406 ἔν τ᾽ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ἔφατ᾽ ἔκ τ᾽ὀνόμαζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            407 δαιμόνιε φθίσει σε τὸ σὸν μένος οὐδ᾽ ἐλεαίρεις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              408 παῖδά τε νηπίαχον καὶ ἔμ᾽ ἄμμορον ἣ τάχα χήρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                409 σεῦ ἔσομαι τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  410 πάντες ἐφορμηθέντες ἐμοὶ δέ κε κέρδιον εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    411 σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι οὐ γὰρ ἔτ᾽ ἄλλη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      412 ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        413 ἀλλ᾽ ἄχε᾽ οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          414 ἤτοι γὰρ πατέρ᾽ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            415 ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              416 Θήβην ὑψίπυλον κατὰ δ᾽ἔκτανεν Ἠετίωνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                417 οὐδέ μιν ἐξενάριξε σεβάσσατο γὰρ τό γε θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  418 ἀλλ᾽ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    419 ἠδ᾽ ἐπὶ σῆμ᾽ ἔχεεν περὶ δὲ πτελέας ἐφύτευσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      420 νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        421 οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          422 οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            423 πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              424 βουσὶν ἐπ᾽ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                425 μητέρα δ᾽ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  μητέρα δ᾽ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    μητέρα δ᾽ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      μητέρα δ᾽ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        α´β´γ´δ´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        426 τὴν ἐπεὶ ἂρ δεῦρ᾽ ἤγαγ᾽ ἅμ᾽ ἄλλοισι κτεάτεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          427 ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι᾽ ἄποινα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            428 πατρὸς δ᾽ἐν μεγάροισι βάλ᾽ Ἄρτεμις ἰοχέαιρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              429 Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                430 ἠδὲ κασίγνητος σὺ δέ μοι θαλερὸς παρακοίτης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  431 ἀλλ᾽ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν᾽ ἐπὶ πύργῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    432 μὴ παῖδ᾽ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      433 λαὸν δὲ στῆσον παρ᾽ ἐρινεόν ἔνθα μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        434 ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          435 τρὶς γὰρ τῇ γ᾽ἐλθόντες ἐπειρήσανθ᾽ οἱ ἄριστοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            436 ἀμφ᾽ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              437 ἠδ᾽ ἀμφ᾽ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                438 ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  439 ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    440 τὴν δ᾽αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      441 ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι ἀλλὰ μάλ᾽ αἰνῶς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        442 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          443 αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            444 οὐδέ με θυμὸς ἄνωγεν ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              445 αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                446 ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ᾽ ἐμὸν αὐτοῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  447 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    448 ἔσσεται ἦμαρ ὅτ᾽ ἄν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      ἔσσεται ἦμαρ ὅτ᾽ ἄν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        449 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          450 ἀλλ᾽ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            451 οὔτ᾽ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              452 οὔτε κασιγνήτων οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                453 ἐν κονίῃσι πέσοιεν ὑπ᾽ ἀνδράσι δυσμενέεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  454 ὅσσον σεῦ ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    455 δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      456 καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        457 καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          458 πόλλ᾽ ἀεκαζομένη κρατερὴ δ᾽ἐπικείσετ᾽ ἀνάγκη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            459 καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              460 Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                461 Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  462 ὥς ποτέ τις ἐρέει σοὶ δ᾽αὖ νέον ἔσσεται ἄλγος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    463 χήτεϊ τοιοῦδ᾽ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      464 ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          465 πρίν γέ τι σῆς τε βοῆς σοῦ θ᾽ἑλκηθμοῖο πυθέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            466 ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              467 ἂψ δ᾽ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                468 ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  469 ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    470 δεινὸν ἀπ᾽ ἀκροτάτης κόρυθος νεύοντα νοήσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      471 ἐκ δ᾽ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        472 αὐτίκ᾽ ἀπὸ κρατὸς κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          αὐτίκ᾽ ἀπὸ κρατὸς κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            473 καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              474 αὐτὰρ ὅ γ᾽ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                475 εἶπε δ᾽ἐπευξάμενος Διί τ᾽ἄλλοισίν τε θεοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  476 Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    477 παῖδ᾽ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      478 ὧδε βίην τ᾽ἀγαθόν καὶ Ἰλίου ἶφι ἀνάσσειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        ὧδε βίην τ᾽ἀγαθόν καὶ Ἰλίου ἶφι ἀνάσσειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          479 καί ποτέ τις εἴποι πατρός γ᾽ὅδε πολλὸν ἀμείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            480 ἐκ πολέμου ἀνιόντα φέροι δ᾽ἔναρα βροτόεντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              481 κτείνας δήϊον ἄνδρα χαρείη δὲ φρένα μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                482 ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  483 παῖδ᾽ ἑόν ἣ δ᾽ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    484 δακρυόεν γελάσασα πόσις δ᾽ἐλέησε νοήσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      485 χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ἔφατ᾽ ἔκ τ᾽ὀνόμαζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        486 δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          487 οὐ γάρ τίς μ᾽ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            488 μοῖραν δ᾽οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              489 οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν ἐπὴν τὰ πρῶτα γένηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                490 ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽αὐτῆς ἔργα κόμιζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  491 ἱστόν τ᾽ἠλακάτην τε καὶ ἀμφιπόλοισι κέλευε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    492 ἔργον ἐποίχεσθαι πόλεμος δ᾽ἄνδρεσσι μελήσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      493 πᾶσι μάλιστα δ᾽ἐμοί τοὶ Ἰλίῳ ἐγγεγάασιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        πᾶσι μάλιστα δ᾽ἐμοί τοὶ Ἰλίῳ ἐγγεγάασιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          494 ὣς ἄρα φωνήσας κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            495 ἵππουριν ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              496 ἐντροπαλιζομένη θαλερὸν κατὰ δάκρυ χέουσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                497 αἶψα δ᾽ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάοντας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  498 Ἕκτορος ἀνδροφόνοιο κιχήσατο δ᾽ἔνδοθι πολλὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    499 ἀμφιπόλους τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      500 αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        501 οὐ γάρ μιν ἔτ᾽ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          502 ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            503 οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              504 ἀλλ᾽ ὅ γ᾽ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                505 σεύατ᾽ ἔπειτ᾽ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  506 ὡς δ᾽ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    507 δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      508 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        509 κυδιόων ὑψοῦ δὲ κάρη ἔχει ἀμφὶ δὲ χαῖται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          510 ὤμοις ἀΐσσονται ὃ δ᾽ἀγλαΐηφι πεποιθὼς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            511 ῥίμφά ἑ γοῦνα φέρει μετά τ᾽ἤθεα καὶ νομὸν ἵππων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              512 ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                513 τεύχεσι παμφαίνων ὥς τ᾽ἠλέκτωρ ἐβεβήκει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  514 καγχαλόων ταχέες δὲ πόδες φέρον αἶψα δ᾽ἔπειτα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    515 Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ᾽ ἄρ᾽ ἔμελλε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      516 στρέψεσθ᾽ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        517 τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          518 ἠθεῖ᾽ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            519 δηθύνων οὐδ᾽ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              520 τὸν δ᾽ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                521 δαιμόνι᾽ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  522 ἔργον ἀτιμήσειε μάχης ἐπεὶ ἄλκιμός ἐσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    523 ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις τὸ δ᾽ἐμὸν κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      524 ἄχνυται ἐν θυμῷ ὅθ᾽ ὑπὲρ σέθεν αἴσχε᾽ ἀκούω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        ἄχνυται ἐν θυμῷ ὅθ᾽ ὑπὲρ σέθεν αἴσχε᾽ ἀκούω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          525 πρὸς Τρώων οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            526 ἀλλ᾽ ἴομεν τὰ δ᾽ὄπισθεν ἀρεσσόμεθ᾽ αἴ κέ ποθι Ζεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              527 δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                528 κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  529 ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς