Index

ΙΛΙΑΔΟΣ Ι


1 ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον αὐτὰρ Ἀχαιοὺς
    2 θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη
      3 πένθεϊ δ᾽ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι
        4 ὡς δ᾽ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
          5 Βορρέ‿ης καὶ Ζέφυρος τώ τε Θρῄκηθεν ἄητον
            6 ἐλθόντ᾽ ἐξαπίνης ἄμυδις δέ τε κῦμα κελαινὸν
              7 κορθύεται πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν
                8 ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν
                  9 Ἀτρεΐδης δ᾽ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
                    10 φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
                      11 κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον
                        12 μὴ δὲ βοᾶν αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο
                          13 ἷζον δ᾽εἰν ἀγορῇ τετιηότες ἂν δ᾽Ἀγαμέμνων
                            14 ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
                              15 ἥ τε κατ᾽ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ
                                16 ὣς ὃ βαρὺ στενάχων ἔπε᾽ Ἀργείοισι μετηύδα
                                  17 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
                                    18 Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
                                      19 σχέτλιος ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
                                        20 Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι
                                          21 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο καί με κελεύει
                                            22 δυσκλέα Ἄργος ἱκέσθαι ἐπεὶ πολὺν ὤλεσα λαόν
                                              23 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι
                                                24 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
                                                  25 ἠδ᾽ ἔτι καὶ λύσει τοῦ γὰρ κράτος ἐστὶ μέγιστον
                                                    26 ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες
                                                      27 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν
                                                        28 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν
                                                          29 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
                                                            30 δὴν δ᾽ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν
                                                              31 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης
                                                                32 Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι
                                                                  33 ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ σὺ δὲ μή τι χολωθῇς
                                                                    34 ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι
                                                                      35 φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα ταῦτα δὲ πάντα
                                                                        36 ἴσασ᾽ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες
                                                                          37 σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτε‿ω
                                                                            38 σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων
                                                                              39 ἀλκὴν δ᾽οὔ τοι δῶκεν ὅ τε κράτος ἐστὶ μέγιστον
                                                                                40 δαιμόνι᾽ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
                                                                                  41 ἀπτολέμους τ᾽ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις
                                                                                    42 εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι
                                                                                      43 ἔρχεο πάρ τοι ὁδός νῆες δέ τοι ἄγχι θαλάσσης
                                                                                        44 ἑστᾶσ᾽ αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί
                                                                                          45 ἀλλ᾽ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ
                                                                                            46 εἰς ὅ κέ περ Τροίην διαπέρσομεν εἰ δὲ καὶ αὐτοὶ
                                                                                              47 φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν
                                                                                                48 νῶϊ δ᾽ἐγὼ Σθένελός τε μαχησόμεθ᾽ εἰς ὅ κε τέκμωρ
                                                                                                  49 Ἰλίου εὕρωμεν σὺν γὰρ θεῷ εἰλήλουθμεν
                                                                                                    50 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
                                                                                                      51 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο
                                                                                                        52 τοῖσι δ᾽ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ
                                                                                                          53 Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι
                                                                                                            54 καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος
                                                                                                              55 οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί
                                                                                                                56 οὐδὲ πάλιν ἐρέει ἀτὰρ οὐ τέλος ἵκεο μύθων
                                                                                                                  57 ἦ μὲν καὶ νέος ἐσσί ἐμὸς δέ κε καὶ πάϊς εἴης
                                                                                                                    58 ὁπλότατος γενεῆφιν ἀτὰρ πεπνυμένα βάζεις
                                                                                                                      59 Ἀργείων βασιλῆας ἐπεὶ κατὰ μοῖραν ἔειπες
                                                                                                                        60 ἀλλ᾽ ἄγ᾽ ἐγών ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι
                                                                                                                          61 ἐξείπω καὶ πάντα διίξομαι οὐδέ κέ τίς μοι
                                                                                                                            62 μῦθον ἀτιμήσει᾽ οὐδὲ κρείων Ἀγαμέμνων
                                                                                                                              μῦθον ἀτιμήσει᾽ οὐδὲ κρείων Ἀγαμέμνων
                                                                                                                                α´β´
                                                                                                                                63 ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος
                                                                                                                                  64 ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος
                                                                                                                                    65 ἀλλ᾽ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
                                                                                                                                      66 δόρπά τ᾽ἐφοπλισόμεσθα φυλακτῆρες δὲ ἕκαστοι
                                                                                                                                        67 λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός
                                                                                                                                          68 κούροισιν μὲν ταῦτ᾽ ἐπιτέλλομαι αὐτὰρ ἔπειτα
                                                                                                                                            69 Ἀτρεΐδη σὺ μὲν ἄρχε σὺ γὰρ βασιλεύτατός ἐσσι
                                                                                                                                              70 δαίνυ δαῖτα γέρουσιν ἔοικέ τοι οὔ τοι ἀεικές
                                                                                                                                                71 πλεῖαί τοι οἴνου κλισίαι τὸν νῆες Ἀχαιῶν
                                                                                                                                                  72 ἠμάτιαι Θρῄκηθεν ἐπ᾽ εὐρέα πόντον ἄγουσι
                                                                                                                                                    73 πᾶσά τοί ἐσθ᾽ ὑποδεξίη πολέεσσι δ᾽ἀνάσσεις
                                                                                                                                                      74 πολλῶν δ᾽ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
                                                                                                                                                        75 βουλὴν βουλεύσῃ μάλα δὲ χρε‿ὼ πάντας Ἀχαιοὺς
                                                                                                                                                          76 ἐσθλῆς καὶ πυκινῆς ὅτι δήϊοι ἐγγύθι νηῶν
                                                                                                                                                            77 καίουσιν πυρὰ πολλά τίς ἂν τάδε γηθήσειε
                                                                                                                                                              78 νὺξ δ᾽ἧδ᾽ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει
                                                                                                                                                                79 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο
                                                                                                                                                                  80 ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο
                                                                                                                                                                    81 ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν
                                                                                                                                                                      82 ἠδ᾽ ἀμφ᾽ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος
                                                                                                                                                                        83 ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε
                                                                                                                                                                          84 ἠδ᾽ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον
                                                                                                                                                                            85 ἕπτ᾽ ἔσαν ἡγεμόνες φυλάκων ἑκατὸν δὲ ἑκάστῳ
                                                                                                                                                                              86 κοῦροι ἅμα στεῖχον δολίχ᾽ ἔγχεα χερσὶν ἔχοντες
                                                                                                                                                                                87 κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες
                                                                                                                                                                                  88 ἔνθα δὲ πῦρ κήαντο τίθεντο δὲ δόρπα ἕκαστος
                                                                                                                                                                                    89 Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
                                                                                                                                                                                      90 ἐς κλισίην παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα
                                                                                                                                                                                        91 οἳ δ᾽ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον
                                                                                                                                                                                          92 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
                                                                                                                                                                                            93 τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
                                                                                                                                                                                              94 Νέστωρ οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή
                                                                                                                                                                                                95 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν
                                                                                                                                                                                                  96 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
                                                                                                                                                                                                    97 ἐν σοὶ μὲν λήξω σέο δ᾽ἄρξομαι οὕνεκα πολλῶν
                                                                                                                                                                                                      98 λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
                                                                                                                                                                                                        99 σκῆπτρόν τ᾽ἠδὲ θέμιστας ἵνά σφισι βουλεύῃσθα
                                                                                                                                                                                                          100 τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ᾽ ἐπακοῦσαι
                                                                                                                                                                                                            101 κρηῆναι δὲ καὶ ἄλλῳ ὅτ᾽ ἄν τινα θυμὸς ἀνώγῃ
                                                                                                                                                                                                              102 εἰπεῖν εἰς ἀγαθόν σέο δ᾽ἕξεται ὅττί κεν ἄρχῃ
                                                                                                                                                                                                                103 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα
                                                                                                                                                                                                                  104 οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
                                                                                                                                                                                                                    105 οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ᾽ ἔτι καὶ νῦν
                                                                                                                                                                                                                      106 ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
                                                                                                                                                                                                                        ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                          107 χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
                                                                                                                                                                                                                            108 οὔ τι καθ᾽ ἡμέτερόν γε νόον μάλα γάρ τοι ἔγωγε
                                                                                                                                                                                                                              109 πόλλ᾽ ἀπεμυθεόμην σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
                                                                                                                                                                                                                                110 εἴξας ἄνδρα φέριστον ὃν ἀθάνατοί περ ἔτισαν
                                                                                                                                                                                                                                  111 ἠτίμησας ἑλὼν γὰρ ἔχεις γέρας ἀλλ᾽ ἔτι καὶ νῦν
                                                                                                                                                                                                                                    112 φραζώμεσθ᾽ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
                                                                                                                                                                                                                                      113 δώροισίν τ᾽ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι
                                                                                                                                                                                                                                        114 τὸν δ᾽αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                          115 ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας
                                                                                                                                                                                                                                            116 ἀασάμην οὐδ᾽ αὐτὸς ἀναίνομαι ἀντί νυ πολλῶν
                                                                                                                                                                                                                                              117 λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ
                                                                                                                                                                                                                                                118 ὡς νῦν τοῦτον ἔτισε δάμασσε δὲ λαὸν Ἀχαιῶν
                                                                                                                                                                                                                                                  119 ἀλλ᾽ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας
                                                                                                                                                                                                                                                    120 ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ᾽ἀπερείσι᾽ ἄποινα
                                                                                                                                                                                                                                                      121 ὑμῖν δ᾽ἐν πάντεσσι περικλυτὰ δῶρ᾽ ὀνομήνω
                                                                                                                                                                                                                                                        122 ἕπτ᾽ ἀπύρους τρίποδας δέκα δὲ χρυσοῖο τάλαντα
                                                                                                                                                                                                                                                          ἕπτ᾽ ἀπύρους τρίποδας δέκα δὲ χρυσοῖο τάλαντα
                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                            123 αἴθωνας δὲ λέβητας ἐείκοσι δώδεκα δ᾽ἵππους
                                                                                                                                                                                                                                                              124 πηγοὺς ἀθλοφόρους οἳ ἀέθλια ποσσὶν ἄροντο
                                                                                                                                                                                                                                                                125 οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο
                                                                                                                                                                                                                                                                  126 οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο
                                                                                                                                                                                                                                                                    127 ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι
                                                                                                                                                                                                                                                                      128 δώσω δ᾽ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
                                                                                                                                                                                                                                                                        129 Λεσβίδας ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
                                                                                                                                                                                                                                                                          130 ἐξελόμην αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν
                                                                                                                                                                                                                                                                            131 τὰς μέν οἱ δώσω μετὰ δ᾽ἔσσεται ἣν τότ᾽ ἀπηύρων
                                                                                                                                                                                                                                                                              132 κούρη Βρισῆος ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι
                                                                                                                                                                                                                                                                                133 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
                                                                                                                                                                                                                                                                                  134 ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν
                                                                                                                                                                                                                                                                                    135 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται εἰ δέ κεν αὖτε
                                                                                                                                                                                                                                                                                      136 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ᾽ ἀλαπάξαι
                                                                                                                                                                                                                                                                                        137 νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
                                                                                                                                                                                                                                                                                          138 εἰσελθών ὅτε κεν δατεώμεθα ληΐδ᾽ Ἀχαιοί
                                                                                                                                                                                                                                                                                            139 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω
                                                                                                                                                                                                                                                                                              140 αἴ κε μετ᾽ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν
                                                                                                                                                                                                                                                                                                141 εἰ δέ κεν Ἄργος ἱκοίμεθ᾽ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
                                                                                                                                                                                                                                                                                                  142 γαμβρός κέν μοι ἔοι τίσω δέ μιν ἶσον Ὀρέστῃ
                                                                                                                                                                                                                                                                                                    143 ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ
                                                                                                                                                                                                                                                                                                      144 τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
                                                                                                                                                                                                                                                                                                        145 Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα
                                                                                                                                                                                                                                                                                                          Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα
                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                            146 τάων ἥν κ᾽ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
                                                                                                                                                                                                                                                                                                              147 πρὸς οἶκον Πηλῆος ἐγὼ δ᾽ἐπὶ μείλια δώσω
                                                                                                                                                                                                                                                                                                                148 πολλὰ μάλ᾽ ὅσσ᾽ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί
                                                                                                                                                                                                                                                                                                                  149 ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα
                                                                                                                                                                                                                                                                                                                    150 Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
                                                                                                                                                                                                                                                                                                                      Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
                                                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                                                        151 Φηράς τε ζαθέας ἠδ᾽ Ἄνθειαν βαθύλειμον
                                                                                                                                                                                                                                                                                                                          152 καλήν τ᾽Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν
                                                                                                                                                                                                                                                                                                                            153 πᾶσαι δ᾽ἐγγὺς ἁλός νέαται Πύλου ἠμαθόεντος
                                                                                                                                                                                                                                                                                                                              154 ἐν δ᾽ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται
                                                                                                                                                                                                                                                                                                                                155 οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
                                                                                                                                                                                                                                                                                                                                  156 καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας
                                                                                                                                                                                                                                                                                                                                    157 ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο
                                                                                                                                                                                                                                                                                                                                      158 δμηθήτω Ἀΐδης τοι ἀμείλιχος ἠδ᾽ ἀδάμαστος
                                                                                                                                                                                                                                                                                                                                        159 τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων
                                                                                                                                                                                                                                                                                                                                          160 καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
                                                                                                                                                                                                                                                                                                                                            161 ἠδ᾽ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι
                                                                                                                                                                                                                                                                                                                                              162 τὸν δ᾽ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ
                                                                                                                                                                                                                                                                                                                                                163 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
                                                                                                                                                                                                                                                                                                                                                  164 δῶρα μὲν οὐκέτ᾽ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι
                                                                                                                                                                                                                                                                                                                                                    165 ἀλλ᾽ ἄγετε κλητοὺς ὀτρύνομεν οἵ κε τάχιστα
                                                                                                                                                                                                                                                                                                                                                      166 ἔλθωσ᾽ ἐς κλισίην Πηληϊάδε‿ω Ἀχιλῆος
                                                                                                                                                                                                                                                                                                                                                        167 εἰ δ᾽ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων
                                                                                                                                                                                                                                                                                                                                                          168 Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω
                                                                                                                                                                                                                                                                                                                                                            169 αὐτὰρ ἔπειτ᾽ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                              170 κηρύκων δ᾽Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ᾽ ἑπέσθων
                                                                                                                                                                                                                                                                                                                                                                171 φέρτε δὲ χερσὶν ὕδωρ εὐφημῆσαί τε κέλεσθε
                                                                                                                                                                                                                                                                                                                                                                  172 ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ᾽ αἴ κ᾽ἐλεήσῃ
                                                                                                                                                                                                                                                                                                                                                                    173 ὣς φάτο τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν
                                                                                                                                                                                                                                                                                                                                                                      174 αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν
                                                                                                                                                                                                                                                                                                                                                                        175 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο
                                                                                                                                                                                                                                                                                                                                                                          176 νώμησαν δ᾽ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                            177 αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ἔπιόν θ᾽ὅσον ἤθελε θυμός
                                                                                                                                                                                                                                                                                                                                                                              178 ὁρμῶντ᾽ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο
                                                                                                                                                                                                                                                                                                                                                                                179 τοῖσι δὲ πόλλ᾽ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
                                                                                                                                                                                                                                                                                                                                                                                  180 δενδίλλων ἐς ἕκαστον Ὀδυσσῆϊ δὲ μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                    δενδίλλων ἐς ἕκαστον Ὀδυσσῆϊ δὲ μάλιστα
                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                      181 πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα
                                                                                                                                                                                                                                                                                                                                                                                        182 τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
                                                                                                                                                                                                                                                                                                                                                                                          183 πολλὰ μάλ᾽ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
                                                                                                                                                                                                                                                                                                                                                                                            184 ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο
                                                                                                                                                                                                                                                                                                                                                                                              185 Μυρμιδόνων δ᾽ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην
                                                                                                                                                                                                                                                                                                                                                                                                186 τὸν δ᾽εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                  187 καλῇ δαιδαλέῃ ἐπὶ δ᾽ἀργύρεον ζυγὸν ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                    188 τὴν ἄρετ᾽ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας
                                                                                                                                                                                                                                                                                                                                                                                                      189 τῇ ὅ γε θυμὸν ἔτερπεν ἄειδε δ᾽ἄρα κλέα ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                        190 Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                          191 δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων
                                                                                                                                                                                                                                                                                                                                                                                                            192 τὼ δὲ βάτην προτέρω ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                              193 στὰν δὲ πρόσθ᾽ αὐτοῖο ταφὼν δ᾽ἀνόρουσεν Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                194 αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                  195 ὣς δ᾽αὔτως Πάτροκλος ἐπεὶ ἴδε φῶτας ἀνέστη
                                                                                                                                                                                                                                                                                                                                                                                                                    196 τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                      197 χαίρετον ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρε‿ώ
                                                                                                                                                                                                                                                                                                                                                                                                                        198 οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον
                                                                                                                                                                                                                                                                                                                                                                                                                          199 ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                            200 εἷσεν δ᾽ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                              201 αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                202 μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                  203 ζωρότερον δὲ κέραιε δέπας δ᾽ἔντυνον ἑκάστῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                    204 οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                      205 ὣς φάτο Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾽ ἑταίρῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                        206 αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                          αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                            207 ἐν δ᾽ἄρα νῶτον ἔθηκ᾽ ὄϊος καὶ πίονος αἰγός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                              208 ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                209 τῷ δ᾽ἔχεν Αὐτομέδων τάμνεν δ᾽ἄρα δῖος Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  210 καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειρε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    211 πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      212 αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        213 ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          214 πάσσε δ᾽ἁλὸς θείοιο κρατευτάων ἐπαείρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            πάσσε δ᾽ἁλὸς θείοιο κρατευτάων ἐπαείρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              215 αὐτὰρ ἐπεί ῥ᾽ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                216 Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  217 καλοῖς ἐν κανέοισιν ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    218 αὐτὸς δ᾽ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      219 τοίχου τοῦ ἑτέροιο θεοῖσι δὲ θῦσαι ἀνώγει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        220 Πάτροκλον ὃν ἑταῖρον ὃ δ᾽ἐν πυρὶ βάλλε θυηλάς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          221 οἳ δ᾽ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            222 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              223 νεῦσ᾽ Αἴας Φοίνικι νόησε δὲ δῖος Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                224 πλησάμενος δ᾽οἴνοιο δέπας δείδεκτ᾽ Ἀχιλῆα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  225 χαῖρ᾽ Ἀχιλεῦ δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    226 ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      227 ἠδὲ καὶ ἐνθάδε νῦν πάρα γὰρ μενοεικέα πολλὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        228 δαίνυσθ᾽ ἀλλ᾽ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          229 ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            230 δείδιμεν ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              231 νῆας ἐϋσσέλμους εἰ μὴ σύ γε δύσεαι ἀλκήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                232 ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  233 Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ᾽ἐπίκουροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    234 κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν οὐδ᾽ ἔτι φασὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      235 σχήσεσθ᾽ ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        236 Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          237 ἀστράπτει Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            238 μαίνεται ἐκπάγλως πίσυνος Διί οὐδέ τι τίει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              239 ἀνέρας οὐδὲ θεούς κρατερὴ δέ ἑ λύσσα δέδυκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                240 ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  241 στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    242 αὐτάς τ᾽ἐμπρήσειν μαλεροῦ πυρός αὐτὰρ Ἀχαιοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      243 δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        244 ταῦτ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μή οἱ ἀπειλὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          245 ἐκτελέσωσι θεοί ἡμῖν δὲ δὴ αἴσιμον εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            246 φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              247 ἀλλ᾽ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                248 τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    249 αὐτῷ τοι μετόπισθ᾽ ἄχος ἔσσεται οὐδέ τι μῆχος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      250 ῥεχθέντος κακοῦ ἔστ᾽ ἄκος εὑρεῖν ἀλλὰ πολὺ πρὶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        251 φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          252 ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            253 ἤματι τῷ ὅτε σ᾽ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              254 τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                255 δώσουσ᾽ αἴ κ᾽ἐθέλωσι σὺ δὲ μεγαλήτορα θυμὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  256 ἴσχειν ἐν στήθεσσι φιλοφροσύνη γὰρ ἀμείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    257 ληγέμεναι δ᾽ἔριδος κακομηχάνου ὄφρά σε μᾶλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      258 τίωσ᾽ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        259 ὣς ἐπέτελλ᾽ ὃ γέρων σὺ δὲ λήθεαι ἀλλ᾽ ἔτι καὶ νῦν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          260 παύε᾽ ἔα δὲ χόλον θυμαλγέα σοὶ δ᾽Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            261 ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              262 εἰ δὲ σὺ μέν μευ ἄκουσον ἐγὼ δέ κέ τοι καταλέξω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                263 ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ᾽ Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  264 ἕπτ᾽ ἀπύρους τρίποδας δέκα δὲ χρυσοῖο τάλαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ἕπτ᾽ ἀπύρους τρίποδας δέκα δὲ χρυσοῖο τάλαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      265 αἴθωνας δὲ λέβητας ἐείκοσι δώδεκα δ᾽ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        266 πηγοὺς ἀθλοφόρους οἳ ἀέθλια ποσσὶν ἄροντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          267 οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            268 οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              269 ὅσσ᾽ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                270 δώσει δ᾽ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  271 Λεσβίδας ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    272 ἐξέλεθ᾽ αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      273 τὰς μέν τοι δώσει μετὰ δ᾽ἔσσεται ἣν τότ᾽ ἀπηύρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        274 κούρη Βρισῆος ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          275 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            276 ἣ θέμις ἐστὶν ἄναξ ἤτ᾽ ἀνδρῶν ἤτε γυναικῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              277 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται εἰ δέ κεν αὖτε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                278 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ᾽ ἀλαπάξαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  279 νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    280 εἰσελθών ὅτε κεν δατεώμεθα ληΐδ᾽ Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      281 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        282 αἵ κε μετ᾽ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          283 εἰ δέ κεν Ἄργος ἱκοίμεθ᾽ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            284 γαμβρός κέν οἱ ἔοις τίσει δέ σε ἶσον Ὀρέστῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              285 ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                286 τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  287 Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      288 τάων ἥν κ᾽ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        289 πρὸς οἶκον Πηλῆος ὃ δ᾽αὖτ᾽ ἐπὶ μείλια δώσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          290 πολλὰ μάλ᾽ ὅσσ᾽ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            291 ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              292 Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  293 Φηράς τε ζαθέας ἠδ᾽ Ἄνθειαν βαθύλειμον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    294 καλήν τ᾽Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      295 πᾶσαι δ᾽ἐγγὺς ἁλός νέαται Πύλου ἠμαθόεντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        296 ἐν δ᾽ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          297 οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            298 καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              299 ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                300 εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  301 αὐτὸς καὶ τοῦ δῶρα σὺ δ᾽ἄλλους περ Παναχαιοὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    302 τειρομένους ἐλέαιρε κατὰ στρατόν οἵ σε θεὸν ὣς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      303 τίσουσ᾽ ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        304 νῦν γάρ χ᾽Ἕκτορ᾽ ἕλοις ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          305 λύσσαν ἔχων ὀλοήν ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            306 οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              307 τὸν δ᾽ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                308 διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  309 χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    310 ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      311 ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        312 ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          313 ὅς χ᾽ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν ἄλλο δὲ εἴπῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            314 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              315 οὔτ᾽ ἔμεγ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                316 οὔτ᾽ ἄλλους Δαναούς ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  317 μάρνασθαι δηΐοισιν ἐπ᾽ ἀνδράσι νωλεμὲς αἰεί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    318 ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      319 ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          320 κάτθαν᾽ ὁμῶς ὅ τ᾽ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            321 οὐδέ τί μοι περίκειται ἐπεὶ πάθον ἄλγεα θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              322 αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                323 ὡς δ᾽ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  324 μάστακ᾽ ἐπεί κε λάβῃσι κακῶς δ᾽ἄρα οἱ πέλει αὐτῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    325 ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      326 ἤματα δ᾽αἱματόεντα διέπρησσον πολεμίζων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        327 ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          328 δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ᾽ ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            329 πεζὸς δ᾽ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              330 τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                331 ἐξελόμην καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  332 Ἀτρεΐδῃ ὃ δ᾽ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    333 δεξάμενος διὰ παῦρα δασάσκετο πολλὰ δ᾽ἔχεσκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      334 ἄλλα δ᾽ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        335 τοῖσι μὲν ἔμπεδα κεῖται ἐμεῦ δ᾽ἀπὸ μούνου Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          336 εἵλετ᾽ ἔχει δ᾽ἄλοχον θυμαρέα τῇ παριαύων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            337 τερπέσθω τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              338 Ἀργείους τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ᾽ ἀγείρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                339 Ἀτρεΐδης ἦ οὐχ Ἑλένης ἕνεκ᾽ ἠϋκόμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  340 ἦ μοῦνοι φιλέουσ᾽ ἀλόχους μερόπων ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    341 Ἀτρεΐδαι ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      342 τὴν αὐτοῦ φιλέει καὶ κήδεται ὡς καὶ ἐγὼ τὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        343 ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          344 νῦν δ᾽ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ᾽ἀπάτησε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            345 μή μευ πειράτω εὖ εἰδότος οὐδέ με πείσει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              346 ἀλλ᾽ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                347 φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  348 ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    349 καὶ δὴ τεῖχος ἔδειμε καὶ ἤλασε τάφρον ἐπ᾽ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      350 εὐρεῖαν μεγάλην ἐν δὲ σκόλοπας κατέπηξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        351 ἀλλ᾽ οὐδ᾽ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          352 ἴσχειν ὄφρα δ᾽ἐγὼ μετ᾽ Ἀχαιοῖσιν πολέμιζον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            353 οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              354 ἀλλ᾽ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                355 ἔνθά ποτ᾽ οἶον ἔμιμνε μόγις δέ μευ ἔκφυγεν ὁρμήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  356 νῦν δ᾽ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    357 αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      358 νηήσας εὖ νῆας ἐπὴν ἅλα δὲ προερύσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        359 ὄψεαι αἴ κ᾽ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          360 ἦρι μάλ᾽ Ἑλλήσποντον ἐπ᾽ ἰχθυόεντα πλεούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            361 νῆας ἐμάς ἐν δ᾽ἄνδρας ἐρεσσέμεναι μεμαῶτας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              362 εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                363 ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  364 ἔστι δέ μοι μάλα πολλά τὰ κάλλιπον ἐνθάδε ἔρρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    365 ἄλλον δ᾽ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      366 ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        367 ἄξομαι ἅσσ᾽ ἔλαχόν γε γέρας δέ μοι ὅς περ ἔδωκεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          368 αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            369 Ἀτρεΐδης τῷ πάντ᾽ ἀγορευέμεν ὡς ἐπιτέλλω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              370 ἀμφαδόν ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                371 εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  372 αἰὲν ἀναιδείην ἐπιειμένος οὐδ᾽ ἂν ἔμοιγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    373 τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      374 οὐδέ τί οἱ βουλὰς συμφράσσομαι οὐδὲ μὲν ἔργον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        375 ἐκ γὰρ δή μ᾽ἀπάτησε καὶ ἤλιτεν οὐδ᾽ ἂν ἔτ᾽ αὖτις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          376 ἐξαπάφοιτ᾽ ἐπέεσσιν ἅλις δέ οἱ ἀλλὰ ἕκηλος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            377 ἐρρέτω ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              378 ἐχθρὰ δέ μοι τοῦ δῶρα τίω δέ μιν ἐν καρὸς αἴσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                379 οὐδ᾽ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  380 ὅσσά τέ οἱ νῦν ἔστι καὶ εἴ ποθεν ἄλλα γένοιτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    381 οὐδ᾽ ὅσ᾽ ἐς Ὀρχομενὸν ποτινίσεται οὐδ᾽ ὅσα Θήβας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      382 Αἰγυπτί‿ας ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        383 αἵ θ᾽ἑκατόμπυλοί εἰσι διηκόσιοι δ᾽ἀν᾽ ἑκάστας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          384 ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            385 οὐδ᾽ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              386 οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει᾽ Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                387 πρίν γ᾽ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  388 κούρην δ᾽οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    389 οὐδ᾽ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      390 ἔργα δ᾽Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        391 οὐδέ μιν ὧς γαμέω ὃ δ᾽Ἀχαιῶν ἄλλον ἑλέσθω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          392 ὅς τις οἷ τ᾽ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            393 ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ᾽ ἵκωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              394 Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                395 πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν᾽ Ἑλλάδα τε Φθίην τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  396 κοῦραι ἀριστήων οἵ τε πτολίεθρα ῥύονται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    397 τάων ἥν κ᾽ἐθέλωμι φίλην ποιήσομ᾽ ἄκοιτιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      398 ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        399 γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          400 κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            401 οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ᾽ ὅσα φασὶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              402 Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                403 τὸ πρὶν ἐπ᾽ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  404 οὐδ᾽ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    405 Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        406 ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            407 κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              408 ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                409 οὔθ᾽ ἑλετή ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  410 μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    411 διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      412 εἰ μέν κ᾽αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        413 ὤλετο μέν μοι νόστος ἀτὰρ κλέος ἄφθιτον ἔσται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          414 εἰ δέ κεν οἴκαδ᾽ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            415 ὤλετό μοι κλέος ἐσθλόν ἐπὶ δηρὸν δέ μοι αἰὼν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              416 ἔσσεται οὐδέ κέ μ᾽ὦκα τέλος θανάτοιο κιχείη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                417 καὶ δ᾽ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  418 οἴκαδ᾽ ἀποπλείειν ἐπεὶ οὐκέτι δήετε τέκμωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    οἴκαδ᾽ ἀποπλείειν ἐπεὶ οὐκέτι δήετε τέκμωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      419 Ἰλίου αἰπεινῆς μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        420 χεῖρα ἑὴν ὑπερέσχε τεθαρσήκασι δὲ λαοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          421 ἀλλ᾽ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            422 ἀγγελίην ἀπόφασθε τὸ γὰρ γέρας ἐστὶ γερόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              423 ὄφρ᾽ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                424 ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  425 νηυσὶν ἔπι γλαφυρῇς ἐπεὶ οὔ σφισιν ἥδέ γ᾽ἑτοίμη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    426 ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      427 Φοῖνιξ δ᾽αὖθι παρ᾽ ἄμμι μένων κατακοιμηθήτω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        428 ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ᾽ ἕπηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          429 αὔριον ἢν ἐθέλῃσιν ἀνάγκῃ δ᾽οὔ τί μιν ἄξω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            430 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              431 μῦθον ἀγασσάμενοι μάλα γὰρ κρατερῶς ἀπέειπεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                432 ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  433 δάκρυ᾽ ἀναπρήσας περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    434 εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ᾽ Ἀχιλλεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      435 βάλλεαι οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        436 πῦρ ἐθέλεις ἀΐδηλον ἐπεὶ χόλος ἔμπεσε θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          437 πῶς ἂν ἔπειτ᾽ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            438 οἶος σοὶ δέ μ᾽ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              439 ἤματι τῷ ὅτε σ᾽ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                440 νήπιον οὔ πω εἰδόθ᾽ ὁμοιΐου πολέμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  441 οὐδ᾽ ἀγορέ‿ων ἵνα τ᾽ἄνδρες ἀριπρεπέες τελέθουσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    442 τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      443 μύθων τε ῥητῆρ᾽ ἔμεναι πρηκτῆρά τε ἔργων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        444 ὡς ἂν ἔπειτ᾽ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          445 λείπεσθ᾽ οὐδ᾽ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            446 γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              447 οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                448 φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  449 ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    450 τὴν αὐτὸς φιλέεσκεν ἀτιμάζεσκε δ᾽ἄκοιτιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      451 μητέρ᾽ ἐμήν ἣ δ᾽αἰὲν ἐμὲ λισσέσκετο γούνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        452 παλλακίδι προμιγῆναι ἵν᾽ ἐχθήρειε γέροντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          453 τῇ πιθόμην καὶ ἔρεξα πατὴρ δ᾽ἐμὸς αὐτίκ᾽ ὀϊσθεὶς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            454 πολλὰ κατηρᾶτο στυγερὰς δ᾽ἐπεκέκλετ᾽ Ἐρινῦς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              455 μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                456 ἐξ ἐμέθεν γεγαῶτα θεοὶ δ᾽ἐτέλειον ἐπαρὰς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  457 Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    [458] τὸν μὲν ἐγὼ βούλευσα κατακτάμεν ὀξέϊ χαλκῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      [459] ἀλλά τις ἀθανάτων παῦσεν χόλον ὅς ῥ᾽ἐνὶ θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        [460] δήμου θῆκε φάτιν καὶ ὀνείδεα πόλλ᾽ ἀνθρώπων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          [461] ὡς μὴ πατροφόνος μετ᾽ Ἀχαιοῖσιν καλεοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            462 ἔνθ᾽ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ᾽ ἐν φρεσὶ θυμὸς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              463 πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                464 ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  465 αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    466 πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      467 ἔσφαζον πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        468 εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          469 πολλὸν δ᾽ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            470 εἰνάνυχες δέ μοι ἀμφ᾽ αὐτῷ παρὰ νύκτας ἴαυον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              471 οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον οὐδέ ποτ᾽ ἔσβη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                472 πῦρ ἕτερον μὲν ὑπ᾽ αἰθούσῃ εὐερκέος αὐλῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  πῦρ ἕτερον μὲν ὑπ᾽ αἰθούσῃ εὐερκέος αὐλῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    473 ἄλλο δ᾽ἐνὶ προδόμῳ πρόσθεν θαλάμοιο θυράων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      474 ἀλλ᾽ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        475 καὶ τότ᾽ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          476 ῥήξας ἐξῆλθον καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            477 ῥεῖα λαθὼν φύλακάς τ᾽ἄνδρας δμῳάς τε γυναῖκας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              478 φεῦγον ἔπειτ᾽ ἀπάνευθε δι᾽ Ἑλλάδος εὐρυχόροιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                479 Φθίην δ᾽ἐξικόμην ἐριβώλακα μητέρα μήλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  480 ἐς Πηλῆα ἄναχθ᾽ ὃ δέ με πρόφρων ὑπέδεκτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    ἐς Πηλῆα ἄναχθ᾽ ὃ δέ με πρόφρων ὑπέδεκτο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      481 καί μ᾽ἐφίλησ᾽ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        482 μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          483 καί μ᾽ἀφνειὸν ἔθηκε πολὺν δέ μοι ὤπασε λαόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            484 ναῖον δ᾽ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              485 καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                486 ἐκ θυμοῦ φιλέων ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ᾽ ἄλλῳ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  487 οὔτ᾽ ἐς δαῖτ᾽ ἰέναι οὔτ᾽ ἐν μεγάροισι πάσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    488 πρίν γ᾽ὅτε δή σ᾽ἐπ᾽ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      489 ὄψου τ᾽ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        490 πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          491 οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            492 ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              493 τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                494 ἐξ ἐμεῦ ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  495 ποιεύμην ἵνα μοί ποτ᾽ ἀεικέα λοιγὸν ἀμύνῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    496 ἀλλ᾽ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν οὐδέ τί σε χρὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      497 νηλεὲς ἦτορ ἔχειν στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        498 τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          499 καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            500 λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ᾽ ἄνθρωποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              501 λισσόμενοι ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                502 καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  503 χωλαί τε ῥυσαί τε παραβλῶπές τ᾽ὀφθαλμώ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    504 αἵ ῥά τε καὶ μετόπισθ᾽ ἄτης ἀλέγουσι κιοῦσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      505 ἣ δ᾽ἄτη σθεναρή τε καὶ ἀρτίπος οὕνεκα πάσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        506 πολλὸν ὑπεκπροθέει φθάνει δέ τε πᾶσαν ἐπ᾽ αἶαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          507 βλάπτουσ᾽ ἀνθρώπους αἳ δ᾽ἐξακέονται ὀπίσσω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            508 ὃς μέν τ᾽αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              509 τὸν δὲ μέγ᾽ ὤνησαν καί τ᾽ἔκλυον εὐχομένοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                510 ὃς δέ κ᾽ἀνήνηται καί τε στερεῶς ἀποείπῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  511 λίσσονται δ᾽ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    512 τῷ ἄτην ἅμ᾽ ἕπεσθαι ἵνα βλαφθεὶς ἀποτίσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      513 ἀλλ᾽ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        514 τιμήν ἥ τ᾽ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          515 εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ᾽ὄπισθ᾽ ὀνομάζοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            516 Ἀτρεΐδης ἀλλ᾽ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              517 οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                518 Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  519 νῦν δ᾽ἅμα τ᾽αὐτίκα πολλὰ διδοῖ τὰ δ᾽ὄπισθεν ὑπέστη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    520 ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      521 κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν οἵ τε σοὶ αὐτῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        522 φίλτατοι Ἀργείων τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          523 μηδὲ πόδας πρὶν δ᾽οὔ τι νεμεσσητὸν κεχολῶσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            524 οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              525 ἡρώων ὅτε κέν τιν᾽ ἐπιζάφελος χόλος ἵκοι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                526 δωρητοί τε πέλοντο παράρρητοί τ᾽ἐπέεσσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  527 μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    528 ὡς ἦν ἐν δ᾽ὑμῖν ἐρέω πάντεσσι φίλοισι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      529 Κουρῆτές τ᾽ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        530 ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          531 Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            532 Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              533 καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                534 χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  535 Οἰνεὺς ῥέξ᾽ ἄλλοι δὲ θεοὶ δαίνυνθ᾽ ἑκατόμβας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    536 οἴῃ δ᾽οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      537 ἢ λάθετ᾽ ἢ‿οὐκ ἐνόησεν ἀάσατο δὲ μέγα θυμῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        538 ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          539 ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            540 ὃς κακὰ πόλλ᾽ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              541 πολλὰ δ᾽ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                542 αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  543 τὸν δ᾽υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    τὸν δ᾽υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      544 πολλέ‿ων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        545 καὶ κύνας οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          546 τόσσος ἔην πολλοὺς δὲ πυρῆς ἐπέβησ᾽ ἀλεγεινῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            547 ἣ δ᾽ἀμφ᾽ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              548 ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                549 Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  550 ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    551 τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν οὐδὲ δύναντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      552 τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        553 ἀλλ᾽ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος ὅς τε καὶ ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          554 οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            555 ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              556 κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                557 κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  558 Ἴδε‿ώ θ᾽ὃς κάρτιστος ἐπιχθονίων γένετ᾽ ἀνδρῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    559 τῶν τότε καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      560 Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        561 τὴν δὲ τότ᾽ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          562 Ἀλκυόνην καλέεσκον ἐπώνυμον οὕνεκ᾽ ἄρ᾽ αὐτῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            563 μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              564 κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                565 τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  566 ἐξ ἀρέων μητρὸς κεχολωμένος ἥ ῥα θεοῖσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    567 πόλλ᾽ ἀχέουσ᾽ ἠρᾶτο κασιγνήτοιο φόνοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      568 πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        569 κικλήσκουσ᾽ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          570 πρόχνυ καθεζομένη δεύοντο δὲ δάκρυσι κόλποι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            571 παιδὶ δόμεν θάνατον τῆς δ᾽ἠεροφοῖτις Ἐρινὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              572 ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                573 τῶν δὲ τάχ᾽ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  574 πύργων βαλλομένων τὸν δὲ λίσσοντο γέροντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    575 Αἰτωλῶν πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      576 ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        577 ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          578 ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            579 πεντηκοντόγυον τὸ μὲν ἥμισυ οἰνοπέδοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              580 ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                581 πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  582 οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    583 σείων κολλητὰς σανίδας γουνούμενος υἱόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      584 πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        585 ἐλλίσσονθ᾽ ὃ δὲ μᾶλλον ἀναίνετο πολλὰ δ᾽ἑταῖροι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          586 οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            587 ἀλλ᾽ οὐδ᾽ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              588 πρίν γ᾽ὅτε δὴ θάλαμος πύκ᾽ ἐβάλλετο τοὶ δ᾽ἐπὶ πύργων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                589 βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  590 καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    591 λίσσετ᾽ ὀδυρομένη καί οἱ κατέλεξεν ἅπαντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      592 κήδε᾽ ὅσ᾽ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        593 ἄνδρας μὲν κτείνουσι πόλιν δέ τε πῦρ ἀμαθύνει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          594 τέκνα δέ τ᾽ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            595 τοῦ δ᾽ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              596 βῆ δ᾽ἰέναι χροῒ δ᾽ἔντε᾽ ἐδύσετο παμφανόωντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                597 ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  598 εἴξας ᾧ θυμῷ τῷ δ᾽οὐκέτι δῶρα τέλεσσαν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    599 πολλά τε καὶ χαρίεντα κακὸν δ᾽ἤμυνε καὶ αὔτως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      600 ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί μὴ δέ σε δαίμων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        601 ἐνταῦθα τρέψειε φίλος κάκιον δέ κεν εἴη
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          602 νηυσὶν καιομένῃσιν ἀμυνέμεν ἀλλ᾽ ἐπὶ δώρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            603 ἔρχεο ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              604 εἰ δέ κ᾽ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                605 οὐκέθ᾽ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  606 τὸν δ᾽ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    607 Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      608 χρε‿ὼ τιμῆς φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        609 ἥ μ᾽ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κ᾽ἀϋτμὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          610 ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ᾽ ὀρώρῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            611 ἄλλο δέ τοι ἐρέω σὺ δ᾽ἐνὶ φρεσὶ βάλλεο σῇσι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              612 μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                613 Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν οὐδέ τί σε χρὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  614 τὸν φιλέειν ἵνα μή μοι ἀπέχθηαι φιλέοντι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    615 καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ᾽ἐμὲ κήδῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      616 ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        617 οὗτοι δ᾽ἀγγελέουσι σὺ δ᾽αὐτόθι λέξεο μίμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          618 εὐνῇ ἔνι μαλακῇ ἅμα δ᾽ἠοῖ φαινομένηφι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            619 φρασσόμεθ᾽ ἤ κε νεώμεθ᾽ ἐφ᾽ ἡμέτερ᾽ ἦ κε μένωμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              620 ἦ καὶ Πατρόκλῳ ὅ γ᾽ἐπ᾽ ὀφρύσι νεῦσε σιωπῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                ἦ καὶ Πατρόκλῳ ὅ γ᾽ἐπ᾽ ὀφρύσι νεῦσε σιωπῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  ἦ καὶ Πατρόκλῳ ὅ γ᾽ἐπ᾽ ὀφρύσι νεῦσε σιωπῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´γ´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    621 Φοίνικι στορέσαι πυκινὸν λέχος ὄφρα τάχιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      622 ἐκ κλισίης νόστοιο μεδοίατο τοῖσι δ᾽ἄρ᾽ Αἴας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        623 ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          624 διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            625 ἴομεν οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              626 τῇδέ γ᾽ὁδῷ κρανέεσθαι ἀπαγγεῖλαι δὲ τάχιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                627 χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  628 οἵ που νῦν ἕαται ποτιδέγμενοι αὐτάρ Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    629 ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      630 σχέτλιος οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        631 τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          632 νηλής καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            633 ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                634 καί ῥ᾽ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ᾽ ἀποτίσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  635 τοῦ δέ τ᾽ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    636 ποινὴν δεξαμένῳ σοὶ δ᾽ἄληκτόν τε κακόν τε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      637 θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        638 οἴης νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ᾽ ἀρίστας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          639 ἄλλά τε πόλλ᾽ ἐπὶ τῇσι σὺ δ᾽ἵλαον ἔνθεο θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            640 αἴδεσσαι δὲ μέλαθρον ὑπωρόφιοι δέ τοί εἰμεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              641 πληθύος ἐκ Δαναῶν μέμαμεν δέ τοι ἔξοχον ἄλλων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                642 κήδιστοί τ᾽ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  643 τὸν δ᾽ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    644 Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      645 πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        646 ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          647 μνήσομαι ὥς μ᾽ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            648 Ἀτρεΐδης ὡς εἴ τιν᾽ ἀτίμητον μετανάστην
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              649 ἀλλ᾽ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                650 οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  651 πρίν γ᾽υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    652 Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      653 κτείνοντ᾽ Ἀργείους κατά τε σμῦξαι πυρὶ νῆας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        654 ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          655 Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            656 ὣς ἔφαθ᾽ οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              657 σπείσαντες παρὰ νῆας ἴσαν πάλιν ἦρχε δ᾽Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                658 Πάτροκλος δ᾽ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  Πάτροκλος δ᾽ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    659 Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      660 αἳ δ᾽ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        661 κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          662 ἔνθ᾽ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            663 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              664 τῷ δ᾽ἄρα παρκατέλεκτο γυνή τὴν Λεσβόθεν ἦγε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                665 Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  666 Πάτροκλος δ᾽ἑτέρωθεν ἐλέξατο πὰρ δ᾽ἄρα καὶ τῷ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    667 Ἶφις ἐΰζωνος τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      668 Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        669 οἳ δ᾽ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          670 τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            671 δειδέχατ᾽ ἄλλοθεν ἄλλος ἀνασταδόν ἔκ τ᾽ἐρέοντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              672 πρῶτος δ᾽ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                673 εἴπ᾽ ἄγε μ᾽ὦ πολύαιν᾽ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  674 ἤ ῥ᾽ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    675 ἦ ἀπέειπε χόλος δ᾽ἔτ᾽ ἔχει μεγαλήτορα θυμόν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      676 τὸν δ᾽αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        677 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          678 κεῖνός γ᾽οὐκ ἐθέλει σβέσσαι χόλον ἀλλ᾽ ἔτι μᾶλλον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            679 πιμπλάνεται μένεος σὲ δ᾽ἀναίνεται ἠδὲ σὰ δῶρα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              680 αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                681 ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  682 αὐτὸς δ᾽ἠπείλησεν ἅμ᾽ ἠοῖ φαινομένηφι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    683 νῆας ἐϋσσέλμους ἅλαδ᾽ ἑλκέμεν ἀμφιελίσσας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      684 καὶ δ᾽ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        685 οἴκαδ᾽ ἀποπλείειν ἐπεὶ οὐκέτι δήετε τέκμωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          οἴκαδ᾽ ἀποπλείειν ἐπεὶ οὐκέτι δήετε τέκμωρ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            α´β´
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            686 Ἰλίου αἰπεινῆς μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              687 χεῖρα ἑὴν ὑπερέσχε τεθαρσήκασι δὲ λαοί
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                688 ὣς ἔφατ᾽ εἰσὶ καὶ οἵδε τάδ᾽ εἰπέμεν οἵ μοι ἕποντο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  689 Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    690 Φοῖνιξ δ᾽αὖθ᾽ ὃ γέρων κατελέξατο ὡς γὰρ ἀνώγει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      691 ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ᾽ ἕπηται
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        692 αὔριον ἢν ἐθέλῃσιν ἀνάγκῃ δ᾽οὔ τί μιν ἄξει
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          693 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            694 μῦθον ἀγασσάμενοι μάλα γὰρ κρατερῶς ἀγόρευσε
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              695 δὴν δ᾽ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                696 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  697 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    698 μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      699 μυρία δῶρα διδούς ὃ δ᾽ἀγήνωρ ἐστὶ καὶ ἄλλως
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        700 νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          701 ἀλλ᾽ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            702 ἦ κε μένῃ τότε δ᾽αὖτε μαχήσεται ὁππότε κέν μιν
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              703 θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                704 ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  705 νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    706 σίτου καὶ οἴνοιο τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      707 αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        708 καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          709 ὀτρύνων καὶ δ᾽αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            710 ὣς ἔφαθ᾽ οἳ δ᾽ἄρα πάντες ἐπῄνησαν βασιλῆες
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              711 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                712 καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  713 ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο